1

 2

 3

 4

3

ἀνταποδιδοῦσί μοι κακά· ὁ μὴ μόνον ὑπερηφανίαν ἀποσειόμενος, ἀλλὰ καὶ τοὺς ὑπερηφάνους ἀποστρεφόμενος καὶ λέγων· Οὐ κατοικεῖ ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου· ὁ λέγων μετὰ παῤῥησίας τῷ Θεῷ· Ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Καὶ τί λέγω; διὰ τί ταῖς αὐτοῦ μαρτυρίαις κέχρημαι; Καὶ πολλάκις τινὲς λέγουσιν· Οὐκ ἐστιν ἀξιόπιστος ἑαυτῷ μαρτυρῶν· ἕτερος μαρτυρήσῃ τοῖς τούτου κατορθώμασιν, ἕτερος αὐτοῦ τοὺς στεφάνους ἀνακηρυττέτω, ἕτερος τῷ βίῳ τούτου μαρτυρείτω, ἵνα καὶ γένηται μᾶλλον ἀξιόπιστος ἡ μαρτυρία. Καὶ τίνα ἔχομεν ἀξιοπιστότερον τοῦ Θεοῦ τοῦ λέγοντος· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ 64.14 τὴν καρδίαν μου.

Τί ταύτης τῆς μαρτυρίας ἀσφαλέστερον; Καὶ πῶς ὁ τοσούτοις κομῶν κατορθώμασιν, ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ μαρτυρούμενος, πῶς εἰς τὰ κεφάλαια τῶν ἁμαρτημάτων συνεχωρήθη κατενεχθῆναι; Οὐ φονεύσεις, οὐ μοιχεύσεις· καὶ φονεὺς καὶ μοιχὸς ὁ Προφήτης τοῦ Θεοῦ; Τοῦτο γὰρ ὑμῖν σήμερον ἀνεγνώσθη τὸ χωρίον. Οὐ διαβάλλω τὸν Προφήτην, μὴ γένοιτο, ἀλλὰ τὴν ὑμετέραν ζωὴν ἀσφαλίζομαι, ἵνα ὅταν πολλὰ κατορθώσῃς, ἀσφαλίσῃς σαυτὸν, ἵνα μὴ πέσῃς. Οὕτω γὰρ καὶ ὁ Ἀπόστολος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς ἔλεγε συνεχέστερον ὁ ∆αυΐδ· Εἰς τὸ τέλος μὴ διαφθείρῃς· διὰ τοῦτο καὶ αὐτὸς προσευχόμενος ἔλεγε· Καὶ ἕως γήρως καὶ πρεσβείου ὁ Θεὸς μὴ ἐγκαταλίπῃς με. Τίνος οὖν ἕνεκεν εἰς τοσαύτην ἁμαρτίαν συνεχωρήθη κατενεχθῆναι; Τριῶν ἕνεκεν πραγμάτων· ποίων, ἐγὼ λέγω· μόνον σὺ πρόσεχε μετὰ πάσης ἀκριβείας. Πρῶτον διὰ τὸ τοὺς δικαίους ἀσφαλίζεσθαι περὶ τῆς οἰκείας ζωῆς, ἢ τοὺς ἀσκητὰς ἢ τοὺς ἐρημίτας, καὶ μὴ λέγειν, Πολλὰ κατώρθωσα, πολλαῖς ἀρεταῖς κατακεκόσμημαι· νηστεύω, ἀγρυπνῶ, εὔχομαι, δακρύω, σάκκον περιβέβλημαι, τὸ σῶμά μου ταῖς ἀσκήσεσι κατεμάρανα· οὐκ ἔτι φοβοῦμαι τὰς ἐπαναστάσεις τοῦ διαβόλου, κατώρθωταί μοι λοιπὸν τὰ τῶν στεφάνων. Μὴ πλανῶ, ἄνθρωπε, μὴ ἐπαρθῇς τῇ διανοίᾳ· οὐκ ἐποίησας πλέον τοῦ ∆αυΐδ· ἄκουσον αὐτοῦ λέγοντος· Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον· καὶ πάλιν, Ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. Ἄκουσον αὐτοῦ περὶ τῆς ἀγρυπνίας λέγοντος· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι· καὶ πάλιν, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· ἄκουσον αὐτοῦ περὶ δακρύων λέγοντος· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· ἄκουσον αὐτοῦ περὶ ἀσκήσεως λέγοντος· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων.

Καὶ τί σοι λέγω τὰ τοῦ προφήτου ∆αυΐδ; ἄκουσον πάλιν τῆς μαρτυρίας τοῦ Θεοῦ τῆς λεγούσης· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Καὶ ὅμως μετὰ τοσαῦτα κατορθώματα εἰς τοιαῦτα κατηνέχθη σφάλματα. Μὴ οὖν θαρσήσῃς, ἀλλὰ καθ' ἑκάστην ἡμέραν ἀσφαλίζου, δεχόμενος τὴν παραίνεσιν τοῦ Ἀποστόλου τὴν λέγουσαν· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Ἰδοὺ τὸ πρῶτον αἴτιον· λάμβανε καὶ τὸ δεύτερον· ἵνα μὴ οἱ ἁμαρτωλοὶ ἀπογινώσκωσιν ἑαυτῶν, ἀλλ' εἴ τις καὶ καθ' ἑκάστην ἡμέραν ἁμαρτάνῃ, ἵνα καθ' ἑκάστην ἡμέραν ἐξομολογῆται. Κἂν μυριάκις ἁμαρτάνῃς, μυριάκις ἐξομολόγησαι· οὐδὲν γὰρ χεῖρον ἀπογνώσεως. Ἐάν τις ἀπογνῷ ἁμαρτίας ἁμαρτήσας, οὐκ ἔτι εἰς ἴασιν ἐπιτρέχει. Οὐχ ὁρᾷς τοὺς ἰατρούς; ἐὰν ἀπογνῶσι τίνος, οὐκ ἔτι προσάγουσι θεραπείαν, ἀλλὰ λέγουσι τῷ ἀσθενεῖ· Εἴ τι θέλεις δοῦναι ἡμῖν, οὐ λαμβάνομεν· οὐκ ἔτι γὰρ ἐπιδέχεται τὸ νόσημα τοῦτο θεραπείαν· ἐνίκησεν ἡ κακία τοῦ νοσήματος τὴν θεραπείαν τῆς τέχνης. Ταῦτα λέγουσιν ἀπαγορεύοντες· ἀλλ' ἐὰν προσδοκήσωσιν ὑγείαν, πάντα ποιοῦσι, καὶ προσάγουσι φάρμακα πρὸς σωτηρίαν τοῦ νοσοῦντος.