2
τῶν βλασφήμων αἱ γλῶσσαι φλογίζονται, καὶ οὐκ ἔσται ὁ δροσίζων· τότε τῶν καταλαλούντων οἱ ὀδόντες συντρίβονται ὑπὸ ἀποτόμων ἀγγέλων· τότε τῶν φιλαργύρων αἱ χεῖρες κρεμάμεναι τρέμουσι, καὶ ξεόμεναι ὀδυνῶνται· τότε τῶν φλυάρων τὰ στόματα ὑπὸ τοῦ πυρὸς ἐμφράττονται· τότε τῶν διανευόντων οἱ ὀφθαλμοὶ ἐξορύττονται ἀνιλεῶς.
Ποῦ τότε γονεῖς, ποῦ ἀδελφοὶ, ποῦ πατὴρ, ποῦ μήτηρ, ποῦ οἱ συγγενεῖς, ποῦ οἱ φίλοι; ποῦ ἡ τῶν βασιλέων φαντασία, ποῦ τῶν ἀρχόντων ἡ ἐξουσία, ποῦ ἡ τῶν τυράννων ἀπόνοια, ποῦ ἡ τῶν δικαστῶν ὑπερηφανία; ποῦ οἱ δοῦλοι, ποῦ αἱ δοῦλαι; ποῦ ὁ καλλωπισμὸς τῶν ἱματίων, ποῦ αἱ χροαὶ τῶν μαργάρων, ποῦ ἡ φαντασία τοῦ χρυσίου, ποῦ ὁ κτύπος τοῦ ἀργυρίου; ποῦ ἡ κόσμησις τῶν δακτυλίων, ποῦ τῶν ποδῶν τὸ περισφῖγγον ὑπόδημα, ποῦ τὰ σηρικὰ ἱμάτια, ποῦ τὰ βύσσινα; ποῦ τὰ κρέα, ποῦ τὰ μύρα καὶ τὰ μάταια καπνίσματα; ποῦ οἱ φυλασσόμενοι θησαυροί; ποῦ αἱ κεκοσμημέναι κλῖναι; ποῦ οἱ παρορῶντες τοὺς πένητας; ποῦ οἱ παραβλέποντες τοὺς ἐν ἀνάγκῃ; ποῦ οἱ νομίζοντες εἶναι σοφοί; ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες; ποῦ οἱ διαπαντὸς γελῶντες, καὶ τοὺς εὐλαβεῖς ἐκμυκτηρίζοντες; ποῦ οἱ τοὺς δούλους καταπονοῦντες, καὶ τοῦ φόβου τοῦ Θεοῦ καταφρονοῦντες; ποῦ εἰσὶν ἀπιστοῦντες τὴν κόλασιν, καὶ ὡς ἀθάνατοι διακείμενοι; ποῦ εἰσὶν οἱ λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν; ποῦ εἰσὶν οἱ λέγοντες, ∆ός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον; ποῦ εἰσὶν οἱ λέγοντες, Ἀπολαύσωμεν τῶν ὧδε, καὶ περὶ τῶν ἐκεῖ βλέπωμεν; ποῦ εἰσὶν οἱ λέγοντες, Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ οὐ κολάζει τοὺς ἁμαρτωλούς; Ὢ πόσα μετανοήσουσιν οἱ τὰ τοιαῦτα λέγοντες! πόσα κόψονται, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν αὐτούς! πόσα στενάξουσι, καὶ οὐδεὶς ὁ λυτρούμενος! πόσα ἑαυ 60.737 τοὺς κατακόπτοντες εἴπωσιν, Οὐαὶ, οὐαὶ, ὅτι ἑαυτοὺς ἐχλευάσαμεν! οὐαὶ, ὅτι ἑαυτοὺς ἀπωλέσαμεν!
Ἐδιδασκόμεθα, καὶ οὐ προσείχομεν· ἐνουθετούμεθα, καὶ κατεφρονοῦμεν· διεμαρτύραντο δὲ ἡμῖν, καὶ οὐκ ἐπιστεύομεν· τῶν Γραφῶν ἀκούοντες ἑαυτοὺς ἐπλανῶμεν. ∆ικαία ἡ κρίσις τοῦ Θεοῦ· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν. Οὐαὶ ἡμῖν, ὅτι διὰ πρόσκαιρον ἡδονὴν αἰωνίως κολαζόμεθα, διὰ μικροῦ χρόνου ἀμέλειαν τῷ αἰωνίῳ πυρὶ καταποντιζόμεθα, διὰ δόξαν ματαίαν τῆς δόξης τοῦ Θεοῦ ἐξεπέσαμεν, διὰ μικρὰν τρυφὴν τῆς τοῦ παραδείσου τρυφῆς ἐστερήθημεν, διὰ πλοῦτον ἀπολλύμενον τὸν πλοῦτον τῆς βασιλείας ἀπωλέσαμεν! Ἐν τῷ ματαίῳ αἰῶνι ἡμεῖς ἀπηλαύσαμεν, ἀλλ' ἐν αὐτῷ οἱ μὴ ἀπολαύσαντες εὐφραίνονται. Νῦν οἱ νηστεύοντες τρυφῶσιν, οἱ ἀγωνισάμενοι εἰς τὸν οὐράνιον νυμφῶνα χορεύουσιν, οἱ σκορπίσαντες τὸν πλοῦτον ἐν ἀγαλλιάσει θερίζουσιν, οἱ κλαύσαντες αἰωνίως ἀγάλλονται, οἱ καταφρονήσαντες τῶν ἐπιγείων ἀπέλαβον τὰ οὐράνια· μόνοι δὲ ἡμεῖς οἱ ἄθλιοι τῇ κολάσει ἀξίως παρεδόθημεν· καὶ νῦν κράζομεν, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν· στενάζομεν, καὶ οὐκ ἔστιν ὁ σώζων. Ἵνα οὖν μὴ καὶ ἡμεῖς μετ' ἐκείνων τῶν ἀφρόνων τὰ τοιαῦτα ῥήματα ἐν τῷ μέλλοντι αἰῶνι εἴπωμεν, δεῦτε προφθάσωμεν τὸν κλέπτην τῶν ψυχῶν ἡμῶν· δράμωμεν, ἕως καιρὸν ἔχομεν· στενάξωμεν, μετανοήσωμεν, ἐξυπνισθῶμεν, παρακαλῶ, ἐκ τοῦ ὕπνου τῆς ῥᾳθυμίας ἡμῶν, ἐκ τοῦ βάρους τῶν ἁμαρτιῶν καὶ τῆς ἀμελείας ἡμῶν· ὑψώσωμεν χεῖρας πρὸς τὸν δυνάμενον σῶσαι ἡμᾶς, καὶ εἴπωμεν· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Σπεύσωμεν μόνον πρὶν ἢ ἥλιος δύσῃ, πρὶν ἢ θύρα ἀποκλεισθῇ, πρὶν ἢ νὺξ καταλάβῃ. Ἐπὰν γὰρ ἡ πανήγυρις λυθῇ, οὐδεὶς πραγματεύεται· ἐπὰν τὸ θέατρον λυθῇ, οὐδεὶς στεφανοῦται, οὐδεὶς ἀγωνίζεται. ∆ιὸ δράμωμεν· δρόμου γὰρ χρεία, ἀδελφοὶ, καὶ δρόμου σφοδροῦ, ἵνα φθάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς κρούσαντες ἀκούσωμεν· Οὐκ οἶδα ὑμᾶς· ὀξυποδήσωμεν, μικρὸν αἰσχυνθῶμεν.
Πόσα τὸν ∆εσπότην ἀτιμάζομεν; πόσα τὸν εὐεργέτην παροργίζομεν; Αὐτὸς εὐεργετεῖ, καὶ ἡμεῖς καθ' ἑκάστην ἀγνοοῦμεν· αὐτὸς οἰκτείρει, καὶ ἡμεῖς ἀθετοῦμεν,