1

 2

 3

 4

4

∆εῦρο καὶ καταδικάζου ἐν πυρὶ αἰωνίῳ κατὰ τὰς πράξεις σου· οὐ γὰρ ἔστι σοι λοιπὸν ἐλπὶς σωτηρίας, ἀλλὰ αἰώνιος τιμωρία. Ταῦτα ἀκούσαντες, ἀγαπητοὶ, καὶ πιστεύσαντες, ὅτι ἀληθῆ εἰσι καὶ οὐ μῦθοι, ἀγωνισώμεθα πρὸ τῆς ὥρας ἐκείνης· κἂν ἐσυνηθήσαμεν ἁμαρτάνειν, ἀλλ' ἐκκόψωμεν ταύτας διὰ τῆς μετανοίας. Μὴ πλανηθῶμεν, ἀδελφοὶ, κρίσις ἐστὶ καὶ κόλασις αἰώνιος, πῦρ ἄσβεστον καὶ σκώληξ ἀτελεύτητος, σκότος ἐξώτερον καὶ τάρταρος, βρυγμὸς ὀδόντων καὶ κλαυθμὸς μέγας, ὡς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἐμνημόνευσεν· ἀψευδὴς γάρ ἐστιν ὁ εἰπὼν, Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. ∆ιὸ φοβηθῶμεν καὶ φρίξωμεν, πάντες οἱ ἐν ἁμαρτίαις ζήσαντες, καὶ σπουδάσωμεν μετὰ τῶν ἁγίων εὐρηθῆναι διὰ τῆς μετανοίας.

Μὴ εἴπῃς, Ἔκλεψα, ἐφόνευσα, ἐπόρνευσα, καὶ οὐ δέχεταί με ὁ Θεός· μηδὲν τούτων εἴπῃς· δέχεται γὰρ πάντας, ὡς τὸν λῃστὴν, ὡς τὸν τελώνην καὶ ὡς τὴν πόρνην· μόνον μὴ ἀπογνῶμεν, παρακαλῶ, μὴ ῥᾳθυμήσωμεν. Κρούσωμεν διὰ μετανοίας καὶ εἴπωμεν· Ἄνοιξον ἡμῖν, Κύριε, τοῖς ἀναξίοις καὶ ἁμαρτωλοῖς· διὰ τὸ ὄνομά σου τὸ ἅγιον μὴ ἀποστραφῇς ἡμᾶς, ἀλλὰ δυσωπήθητι, καὶ μὴ στερήσῃς ἡμᾶς τῆς βασιλείας σου.

Σὺ γὰρ εἶ Θεὸς τῶν ἀπηλπισμένων, καὶ σωτηρία πάντων τῶν καταφευγόντων εἰς σέ· καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.