3
αὐτὸς τρέφει, σκέπων προνοεῖται, καὶ ἡμεῖς τὰς αὐτοῦ ἐντολὰς καθ' ἑκάστην παραβαίνομεν, καὶ οὐκ αἰσχυνόμεθα. Αἰσχυνθῶμεν λοιπόν· ὁ γὰρ καιρὸς ἤγγικε, καὶ ἡ ἡμέρα ἔφθασε, καὶ δεῖ ἡμᾶς λόγον ἀποδοῦναι ὑπὲρ ὅλου τοῦ βίου ἡμῶν. Παυσώμεθα οὖν λοιπὸν τῆς ἀμέτρου τρυφῆς, καὶ τοῦ αἰσχροῦ γέλωτος, ἵνα μὴ ἐκεῖ κλαύσωμεν πικρῶς· παυσώμεθα τοὺς ἀδελφοὺς λοιδοροῦντες καὶ μισοῦντες καὶ ἀδικοῦντες· παυσώμεθα θησαυρίζοντες, σπαταλῶντες καὶ πορνεύοντες· σχολάζωμεν ταῖς εὐχαῖς, ταῖς δεήσεσι, ταῖς ἀναγνώσεσι, ταῖς νηστείαις, ταῖς μετανοίαις· ἐπιδειξώμεθα βίον νέον, ἐξομολογησώμεθα, ἐπιστρέψωμεν· ἐπιστροφῆς γὰρ ὁ καιρός. Μετανοήσωμεν, δακρύσωμεν, ἐπιδειξώμεθα τῷ Θεῷ μετάνοιαν ἐμμέριμνον, καὶ ἁμαρτίαν μισήσωμεν· πονέσωμεν ὧδε, παρακαλῶ, μικρὸν, ἵνα μὴ κολασθῶμεν ἐκεῖ πολύ· ἀγωνισώμεθα πρὸ καιροῦ, ἀδελφοὶ, ἵνα μὴ βασανισθῶμεν αἰωνίως. Ὁ χρόνος μικρὸς, ἡ δὲ κρίσις μακρὰ, καὶ τὸ τέλος ἐγγὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ ἐλεῶν οὐδείς. Ζητήσει γὰρ τὸν καιρὸν, ὃν κακῶς ἐδαπάνησεν ἕκαστος, καὶ οὐ μὴ εὕρῃ. Οὐαὶ τῷ καταλαλοῦντι, ὅτι ζητήσει σταγόνας ὕδατος φλεγόμενος, καὶ οὐχ εὑρίσκει! οὐαὶ τῷ ἀπιστοῦντι, ὅτι αἰωνίως κολασθήσεται! οὐαὶ τῷ ἀμελοῦντι, ὅτι πρὸς αὐστηρὸν κριτὴν πορεύεται! οὐαὶ τῷ μὴ ἀγωνιζομένῳ, ὅτι ἀποτόμοις ἀγγέλοις παραδίδοται, Χρυσίον ὁ ἀπολλύων εὑρίσκει ἄλλο· χρόνον δὲ μετανοίας ἄλλον εὑρεῖν οὐ δύναται. Μὴ φεισώμεθα, ἀδελφοὶ, τῶν ἑαυτῶν σωμάτων, ἀλλὰ ταῦτα κατατρίψωμεν, ἐπειδὴ Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες, μακάριοι οἱ πενθοῦντες.
Τὸ γὰρ σῶμα πηλός ἐστι· καὶ ἐλεύσεται ὥρα καὶ ἡμέρα φοβερὰ καὶ πονηρὰ καὶ ἀπαραίτητος, 60.738 καὶ εἰς γῆν ἡ γῆ πορεύσεται, καὶ ἡ κόνις πάλιν κόνις γίνεται. Νήψωμεν, ἀγαπητοὶ, δυσωπῶ, ὁδοιπορήσωμεν, ἀνανεύσωμεν· ἐλεύσεται γὰρ ἡ ὥρα, καὶ ὄντως ἐλεύσεται, τῆς ἐξόδου ἡμῶν· καὶ μὴ ἑαυτοὺς ἀπατήσωμεν. Ἔστω, ἀγαπητοὶ, κατατρυφῶμεν, ἔστω καὶ πλουτῶμεν πεντήκοντα ἢ καὶ ἑκατὸν ἔτη· καὶ μετὰ ταῦτα νόσος καὶ γῆρας, καὶ μετὰ ταῦτα τί; Ἀδυναμία καὶ θάνατος, καὶ ἡ φρικτὴ ὥρα ἐκείνη ἡ προσδοκωμένη καὶ φριττομένη καὶ ἀμελουμένη. Μέγας φόβος τότε γίνεται, ἀδελφοί· μέγα δὲ ἰδέσθαι ψυχὴν χωριζομένην τοῦ σώματος· μεγάλη ἀνάγκη τῆς ὥρας ἐκείνης, ὅταν ἡ γλῶσσα καθαρῶς τὸν λόγον εἰπεῖν οὐ δύναται, ὅταν στρέφωμεν τοὺς ὀφθαλμοὺς ὧδε καὶ ὧδε συνεχῶς, καὶ τοὺς παρεστῶτας ἡμῖν φίλους καὶ ἀδελφοὺς γνωρίζωμεν, καὶ πρὸς αὐτοὺς φθέγξασθαι οὐ δυνώμεθα. Τῶν θρηνούντων ἡμᾶς ἀκούομεν, καὶ τούτους παραμυθήσασθαι οὐ δυνάμεθα· τὰ τέκνα ὀδυρόμενα καὶ δακρύοντα βλέπομεν καὶ τὸν πόνον αὐτῶν ἔχοντες πορευόμεθα. Καὶ τί λέγω τέκνα; Ἐν γὰρ τῇ ὥρᾳ ἐκείνῃ οὐκ ἔστι μεριμνῆσαι τέκνων, οὐκ ἀδελφῶν, οὐδὲ ἄλλη φροντὶς συνέχει ἡμᾶς, εἰ μὴ τῶν ἡμετέρων παραπτωμάτων ἔννοια, καὶ τὸ πῶς ἀπαντήσωμεν τῷ κριτῇ, καὶ ποίαν ἀπόφασιν λάβωμεν, καὶ ποῖος ἄρα τόπος δέξεται ἡμᾶς. Εἶτα ὡς ταῦτα ἐνθυμούμεθα, ἐξαίφνης ἐφίστανται ἡμῖν ἄγγελοι ἀπότομοι. Τότε ἡμεῖς τούτους θεωροῦντες, ἐὰν ἀνευτρέπιστοι εὑρεθῶμεν, πῶς μέλλομεν ταράττεσθαι, καὶ τῆς κλίνης φεύγειν δοκιμάζοντες μὲν, μὴ δυνάμενοι δὲ, προσέχοντες πρὸς αὐτοὺς ἐλεεινοῖς ὀφθαλμοῖς, καὶ στυγνῷ τῷ προσώπῳ παρακαλοῦντες, δυσωποῦντες, ἱκετεύοντες καὶ λέγοντες· Ἐλεήσατέ με, ἄγγελοι καὶ φοβεροὶ παραστάται τοῦ θρόνου τοῦ Θεοῦ, καὶ μή με ἄκαρπον καὶ ἀκάθαρτον πρὸς τὸν Κριτὴν ἀπενέγκητε· μή με ἁμαρτωλὸν τοῦ σώματος χωρίσητε· μὴ, δέομαι, παρακαλῶ, παρακλήθητε, δυσωπήθητε, καὶ ἐάσατέ με ὀλίγον χρόνον μετανοῆσαι, στενάξαι, πενθῆσαι, ἐλεημοσύνας ποιῆσαι, ἐπειδὴ κακῶς τὸν ἐμαυτοῦ βίον ἐδαπάνησα καὶ ἀνήλωσα. Ταῦτα ἀκούσαντες οἱ ἄγγελοι, λέγουσι πρὸς ἡμᾶς· Ὦ ψυχὴ ταλαίπωρε, πάσας τὰς ἡμέρας σου ἐν ἀμελείᾳ ἔζησας, καὶ ἄρτι μετανοῆσαι θέλεις; ὦ ἀθλία ψυχὴ, ὁ ἥλιός σου ἔδυνεν, ὁ χρόνος σου τετέλεσται· ὁ Θεὸς ἐκέλευσεν ἐκ τοῦ σώματός σου χωρίσαι σε.