1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

φιλοσοφώτερος. Πόθεν; Ἔλαβε τὸν ἀῤῥαβῶνα, ἐβάσταζε τὸν δακτύλιον καὶ περιέφερεν. Ἔβλεπον πάντες, ὅτι Βασιλεὺς ἡρμόσατο τὴν φύσιν ἡμῶν· εἶδεν ὁ δαίμων, καὶ ἀνεχώρει· εἶδε τὸν ἀῤῥαβῶνα, καὶ ἔτρεμε, καὶ ὑπεχώρει· ἱμάτια ἔβλεπε, καὶ ἐδραπέτευεν. Ὢ δύναμις Πνεύματος! οὐ ψυχῇ ἔδωκε τὴν ἐξουσίαν, οὐ σώματι, ἀλλὰ καὶ ἱματίῳ· οὐχ ἱματίῳ, ἀλλὰ καὶ σκιᾷ. Περιῄει ὁ Πέτρος, καὶ ἡ σκιὰ αὐτοῦ νόσους ἐφυγάδευε, καὶ δαίμονας ἀπήλαυνε, καὶ νεκροὺς ἤγειρεν. Περιῄει Παῦλος τὴν οἰκουμένην, τὰς ἀκάνθας ἀνατέμνων τῆς ἀσεβείας, τὰ σπέρματα καταβάλλων τῆς εὐσεβείας, καθάπερ ἀροτὴρ ἄριστος τὸ ἄροτρον ἔχων τῆς διδασκαλίας. Καὶ πρὸς τίνας ἦλθε; Πρὸς Θρᾷκας, πρὸς Σκύθας, πρὸς Ἰνδοὺς, πρὸς Μαύρους, πρὸς Σαρδονίους, πρὸς Γοτθοὺς, πρὸς θηρία ἄγρια, καὶ μετέβαλε πάντα. Πόθεν; Ἀπὸ τοῦ ἀῤῥαβῶνος. Πῶς διήρκεσεν; Ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Ἰδιώτης, γυμνὸς, ἀνυπόδετος· ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. ∆ιὰ τοῦτο λέγει· Καὶ πρὸς ταῦτα τίς ἱκανός; Ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς ∆ιαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Ἴδε τί τὸ Πνεῦμα ἐποίησεν· εὗρε τὴν γῆν δαιμόνων γέμουσαν, καὶ ἐποίησεν αὐτὴν οὐρανόν. Μὴ γὰρ τὰ παρόντα ἐννοῆτε· ἀλλὰ ἀναλάβετε τῷ λογισμῷ αὐτά. Τότε ἦν θρῆνος, τότε πανταχοῦ βωμοὶ, πανταχοῦ καπνὸς, πανταχοῦ κνῖσαι, πανταχοῦ πορνεῖαι, πανταχοῦ τελεταὶ, πανταχοῦ θυσίαι, πανταχοῦ δαίμονες βακχεύοντες, πανταχοῦ ἀκρόπολις τοῦ διαβόλου, πανταχοῦ πορνεία στεφανουμένη· καὶ εἷς ἦν ὁ Παῦλος. Πῶς οὐ κατεποντίσθη; πῶς οὐ διεσπάσθη; πῶς ἤνοιξε τὸ στόμα; Εἰσῆλθεν εἰς Θηβαΐδα, καὶ αἰχμαλώτους ἔλαβεν. Εἰσῆλθεν εἰς τὰς βασιλικὰς αὐλὰς, καὶ τὸν βασιλέα μαθητὴν ἐποίησεν. Εἰσῆλθεν εἰς τὸ δικαστήριον, καὶ λέγει αὐτῷ ὁ δικαστής· Παρ' ὀλίγον με πείθεις Χριστιανὸν γενέσθαι· καὶ ὁ δικαστὴς μαθητὴς ἐγένετο. Εἰσῆλθεν εἰς τὸ δεσμωτήριον, καὶ τὸν δεσμοφύλακα ἔλαβεν. Ἀπῆλθεν εἰς βαρβάρων νῆσον, καὶ τὴν ἔχιν διδάσκαλον ἐποίησεν. Ἀπῆλθεν εἰς τὸν δῆμον τῶν Ῥωμαίων, καὶ τὴν σύγκλητον ἐπέσπασεν. Ἀπῆλθεν εἰς ποταμοὺς, ἀπῆλθεν εἰς ἐρήμους τόπους πανταχοῦ τῆς οἰκουμένης. Οὐ γῆ, οὐ θάλασσα ἄμοιρος αὐτοῦ ἐστι τῶν κατορθωμάτων· ἔδωκε γὰρ τὸν ἀῤῥαβῶνα τοῦ δακτυλίου, καὶ δοὺς τὸν ἀῤῥαβῶνα, λέγει· Τὰ μὲν ἤδη δίδωμί σοι, τὰ δὲ ἐπαγγέλλομαι. ∆ιὰ τοῦτο λέγει αὐτῇ ὁ Προφήτης· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ. Οὐχ ἱμάτιον λέγει, ἀλλ' ἀρετήν. ∆ιὰ τοῦτο ἡ Γραφὴ ἀλλαχοῦ λέγει· Πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὥστε οὐκ ἔνδυμα λέγει, ἀλλὰ τὴν πορνείαν, καὶ τὴν ῥυπαρὰν πρᾶξιν καὶ ἀκάθαρτον. Ὥσπερ οὖν τὰ ῥυπαρὰ ἱμάτια, ἁμαρτία· οὕτω τὰ διάχρυσα, ἀρετή. Ἀλλὰ τὸ ἱμάτιον τοῦτο τοῦ βασιλέως ἦν· αὐτὸς αὐτῇ καὶ ἱμάτιον ἔδωκεν· γυμνὴ γὰρ ἦν, γυμνὴ καὶ ἀσχημονοῦσα. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ. Οὐχ ἱμάτια λέγει, ἀλλ' ἀρετήν· οὐκ εἶπεν, ἐν χρυσῷ. Πρόσεχε· καὶ αὐτὴ ἡ λέξις πολλὴν ἔχει εὐγένειαν νοημάτων. Οὐκ εἶπε, ἐν χρυσῷ, ἀλλὰ, ∆ιαχρύσῳ. Ἄκουε συνετῶς. Τὸ χρυσοῦν ἱμά 52.410 τιον ὅλον ἐστὶ χρυσοῦν· τὸ δὲ διάχρυσον μέρη μὲν ἔχει χρυσᾶ, μέρη δὲ σηρικά. ∆ιὰ τί οὖν μὴ χρυσοῦν ἱμάτιον εἶπε φορεῖν τὴν νύμφην, ἀλλὰ διάχρυσον; Πρόσεχε ἀκριβῶς. Τὴν πολιτείαν λέγει τῆς Ἐκκλησίας, τὴν ποικίλην. Ἐπειδὴ γὰρ οὐ πάντες βίου ἑνός ἐσμεν, ἀλλ' ὁ μὲν παρθενίαν, ὁ δὲ χηρείαν, ὁ δὲ εὐσέβειαν ἀσκεῖ· ἱμάτιον τῆς Ἐκκλησίας ἡ πολιτεία τῆς Ἐκκλησίας. ιεʹ. Ἐπειδὴ οὖν ᾔδει ὁ ∆εσπότης ἡμῶν, ὅτι ἂν μίαν ὁδὸν τέμῃ, πολλοὶ ἔχουσιν ὀκνῆσαι, ποικίλας ἔτεμεν ὁδούς. Οὐ δύνασαι διὰ παρθενίας εἰσελθεῖν; Εἴσελθε διὰ μονογαμίας. Οὐ δύνασαι διὰ μονογαμίας; Κἂν διὰ δευτερογαμίας. Οὐ δύνασαι διὰ σωφροσύνης εἰσελθεῖν; Εἴσελθε δι' ἐλεημοσύνης. Οὐ δύνασαι δι' ἐλεημοσύνης; Εἴσελθε διὰ νηστείας. Οὐ