1

 2

 3

 4

 5

 6

2

δεόμενος· πῶς ὁ ποιητὴς τὸ ἑαυτοῦ ποίημα περιέσφιγξε· πῶς μείνας Θεὸς ἐγένετο καὶ ἄνθρωπος ὁ φιλάνθρωπος· πῶς ὁ τῆς δικαιοσύνης Ἥλιος ἀνάψας ἐν ἑαυτῷ τὸν λύχνον τοῦ σώματος, περιῄει πανταχοῦ ζητῶν τὴν ἀπολλυμένην δραχμήν· πῶς ὁ ποιμὴν ὁ καλὸς τῇ δορᾷ τοῦ προβάτου τὴν οἰκείαν καλύψας θεότητα περιέτρεχε, καλῶν πρὸς ἑαυτὸν τὰ πλανώμενα πρόβατα, καὶ λέγων πρὸς ἕκαστον, Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἀναγκαῖον δὲ ἡμᾶς εἰπεῖν καὶ τὴν σήμερον ἐν ταῖς Ἐκκλησίαις κηρυχθεῖσαν τῶν ἁγίων Εὐαγγελίων φωνήν· Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἀρχάγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς ∆αυΐδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξί. Τῷ μηνὶ τῷ ἕκτῳ, ἤδη τοῦ Ζαχαρίου διὰ τὴν ἀπιστίαν τῇ ἀφωνίᾳ κατακριθέντος, ἤδη τῆς Ἐλισάβετ βλαστησάσης τὸν ἀπροσδόκητον κλάδον, ἤδη τοῦ Βαπτιστοῦ Ἰωάννου χρόνον ἑξαμηνιαῖον ἔχοντος ἐν τῷ τῆς κοιλίας δεσμωτηρίῳ, ἤδη τοῦ προδρόμου προευτρεπισθέντος ἐν τοῖς τῆς στειρώσεως τόποις, ἤδη τοῦ λύχνου λάμποντος ἐν τοῖς σκοτεινοῖς τόποις τῆς γαστρὸς, ἀπεστάλη ὑπὸ τοῦ Ἡλίου τῆς δικαιοσύνης ὁ ἄγγελος Γαβριήλ. Ἄπελθε, φησὶν, εἰς τὴν πόλιν τῆς Γαλιλαίας τὴν Ναζαρὲτ, πρὸς τὴν παρθένον Μαριὰμ τὴν μεμνηστευμένην τῷ τέκτονι Ἰωσήφ· ἐγὼ γὰρ, ὁ τέκτων τῆς ὅλης κτίσεως, τὴν παρθένον ταύτην ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων μεμνήστευμαι. Προμήνυσον αὐτῇ τὴν ἐμὴν πρὸς αὐτὴν ἀτάραχον παρουσίαν, ἵνα μὴ χωρὶς προγνώσεως ὑποδεξαμένη με ἡ παρθένος θορυβηθῇ· προδίδαξον αὐτὴν τὴν ἐμὴν φιλανθρωπίαν, δι' ἢν ἐξ αὐτῆς βούλομαι προελθεῖν εἰς τὸν κόσμον ὡς ἄνθρωπος, ἵνα προμαθοῦσα τὸ οἰκονομούμενον, εἰς τὸ τελούμενον μὴ θαμβηθῇ· προκήρυξον τὴν οἰκονομίαν, ἵνα μὴ θεασαμένη τῆς γαστρὸς αὐτῆς τὸν ὄγκον ἐξαίφνης ὑψούμενον ταραχθῇ. Ἤδη τῷ δρόμῳ τὴν πορείαν ἐξάνυσον· ἐκεῖ γάρ με εὑρήσεις ὅπου πέμπω σε νῦν· ἐκεῖ σε προφθάνω μένων ἐνταῦθα. Ἐγὼ καὶ πρὸ σοῦ καὶ μετὰ σὲ εἰσέρχομαι πρὸς αὐτήν· σὺ κόμισον τὰ τῆς ἐμῆς ἀφίξεως εὐαγγέλια, κἀγὼ παραγενόμενος ἀοράτως, τοῖς ἔργοις τὴν σὴν σφραγίσω φωνήν. Θέλω γὰρ ἐν τῇ παρθενικῇ νηδύϊ τῶν ἀνθρώπων ἀνανεῶσαι τὸ γένος· θέλω συγκαταβατικῶς ἀναχωνεῦσαι, ἢν ἔπλασα εἰκόνα· θέλω καινῇ πλάσει θεραπεῦσαι τὴν ἀρχαίαν διάπλασιν. Ἐκ παρθένου γῆς ἔπλασα τὸν πρωτόπλαστον ἄνθρωπον· ἐκεῖνον δὲ λαβὼν ὁ διάβολος ὡς ἐχθρὸν περιέσυρε καὶ κατέβαλε, καὶ τῆς ἐμῆς εἰκόνος πεσούσης κατέπαιξε.

Βούλομαι νῦν ἐγὼ ἐκ τῆς παρθένου γῆς ἐμαυτῷ περιπῆξαι νέον Ἀδὰμ, ἵνα καὶ ἡ φύσις ὑπὲρ ἑαυτῆς εὐπροσώπως ἀπολογήσηται, καὶ νομίμως στεφανωθῇ κατὰ τοῦ καταβάλλοντος αὐτὴν, καὶ ὁ πολέμιος εὐλόγως καταισχυνθῇ. Ὢ συγκαταβάσεως ἀμέτρητον πέλαγος! ὢ θείας φιλανθρωπίας ἄπειρον ὕψος· οὐκ ἀπέστειλε πολλοὺς ἀγγέλους, ἢ προδρόμους πολλοὺς ὁ βασιλεύς· οὐκ ἐκίνησεν ὁ δημιουργὸς τὰ στρατόπεδα τῶν ἀσωμάτων δυνάμεων, ἀλλ' ἕνα μόνον ἄγγελον, προάγγελον γενέσθαι τῆς αὐτοῦ παρουσίας ἐκέλευσεν, ἵνα διὰ τῆς τοῦ ἑνὸς διδασκαλίας προασφαλίσηται τὴν μέλλουσαν αὐτὸν ὑποδέχεσθαι μητέρα. Παρεγένετο τοίνυν πρὸς τὴν παρθένον Μαριὰμ ὁ ἄγγελος, καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπε· Χαῖρε κεχαριτωμένη. Προσηγόρευσε τὴν σύνδουλον ὡς δέσποιναν, ὡς ἤδη γεγενημένην τοῦ ∆εσπότου μητέρα. Χαῖρε κεχαριτωμένη. Ἡ σὴ πρόγονος Εὔα παραβᾶσα τὸν νόμον, ἀπόφασιν ἔλαβεν ἐν λύπαις τέξειν τέκνα· σοὶ δὲ πρέπει τοῦ χαίρειν ἡ πρόσρησις· ἐκείνη τὸν Κάϊν ἔτεκε, φθόνον καὶ φόνον γεννήσασα· σὺ δὲ γεννήσεις 62.766 υἱὸν ζωὴν καὶ ἀφθαρσίαν παρέχοντα πᾶσι. Χαῖρε τοίνυν καὶ χόρευε· χαῖρε καὶ καταπάτει τὴν τοῦ ὄφεως κεφαλήν· Χαῖρε κεχαριτωμένη. Πέπαυται γὰρ ἡ κατάρα, κατήργηται ἡ φθορὰ, μεμάρανται τὰ στυγνὰ, ἀνθεῖ τὰ φαιδρὰ, πάρεστι τὸ πάλαι παρὰ