1

 2

 3

 4

 5

 6

6

ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ὁ πιστεύων, οὐχ ὁ λέγων· Ἦν ποτε ὅτε οὐκ ἦν· Ὁ πιστεύων, οὐχ ὁ ἀμφιβάλλων.

Τί οὖν τὸ πιστεύειν ἀφεὶς, ὑβρίζειν ἐπιχειρεῖς, τὸν κριτὴν ἔχων πολέμιον; Ἀλλὰ σὺ μὲν, Ἄρειε, λῆρε καὶ παράφρον, ὡς θέλεις, πίστευε· εἰ μὴ γὰρ θέλεις, ταλαίπωρε, ἐπιγνῶναι τὸ συμφέρον, φλυάρει καθ' ἑαυτοῦ. Οὔτε γὰρ τὸν Υἱὸν ἀδικήσεις, καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἀνάψεις τῆς γεέννης τὸ πῦρ. Ἐγὼ δὲ παιδαγωγούμενος ὑπὸ τῶν ἁγίων Γραφῶν ὑμνῶ τὸν Πατέρα, τὸν ἀεὶ Πατέρα τυγχάνοντα· ὑμνῶ τὸν Υἱὸν, τὸν ἐκ τῆς πατρῴας οὐσίας ἀχρόνως ἐκλάμψαντα· ὑμνῶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον· ὁμολογῶ τὸν Χριστὸν, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον τὸν αὐτόν· κηρύττω τῆς θεότητος αὐτοῦ 62.769 τὰ ὑψηλὰ, καὶ οὐκ ἐπαισχύνομαι τῆς ἀνθρωπότητος αὐτοῦ τὰ ταπεινά· ἀλλὰ μετὰ τοῦ μεγάλου καὶ μακαρίου ἀποστόλου Πέτρου βοῶ πρὸς αὐτὸν, Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ σοὶ πρέ 62.770 πει ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.