1

 2

 3

 4

 5

 6

4

μόνης ξένη τρίβος παιδοποιίας εὑρίσκεται; ἐπ' ἐμοῦ μόνης τὰ ἀρχαῖα τῆς γονῆς ἔθη νεωτερίζεται; ∆ίδαξόν με φανερῶς, ὦ ἄγγελε, 62.767 τῶν λόγων τὸ αἴνιγμα, διήγησαί μοι τῶν ῥημάτων τὸν τρόπον, ἑρμήνευσόν μοι τῶν καλῶν σου εὐαγγελίων τὴν δύναμιν, χειραγώγησόν με πρὸς τὴν ξένην λοχείαν, ἵνα μάθω κατὰ μικρὸν ὃ μέλλω τίκτειν μυστήριον, μάθω πῶς τὰ ἀδύνατα γενήσεται δυνατὰ, μάθω πῶς τὰ ἀμήχανα τυγχάνει τινὸς μηχανῆς, μάθω πῶς τὰ ἄπορα πόνον εὑρεῖν δεδύνηται, ἀκούσω πῶς τὴν φύσιν ἡ χάρις ἐπὶ τὸ κρεῖττον καινοτομεῖ, ἢ πῶς ἡ φύσις δουλεύει τῇ χάριτι. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Ἔμαθες τὸν τεχνίτην, μὴ περιεργάσῃ τὸν τρόπον· ἔμαθες τὸν πλάστην, μὴ περιεργάσῃ τὸ ποίημα· ἤκουσας περὶ τοῦ ἁγίου Πνεύματος, αὐτῷ λοιπὸν τῷ Πνεύματι τὴν ἐργασίαν κατάλιπε. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.

Τοῦτο μόνον ἐκελεύσθην σοι προσειπεῖν, ὅτι γεννήσεις υἱόν· πῶς δὲ γεννήσεις, αὐτός σε διδάξει σαφῶς ὁ τικτόμενος παρὰ σοῦ. Ἐγὼ τὸν λόγον ὡς δοῦλος ἐκόμισα· αὐτὸς ὁ ∆εσπότης τὸ ἔργον προσθήσει, ὃς καὶ τὸν τρόπον ἐπίσταται· ἐγὼ διάκονός εἰμι βασιλικῶν προσταγμάτων, οὐχ ἑρμηνευτὴς θεϊκῶν βουλευμάτων· οὐ τολμῶ διδάξαι σε ἃ μὴ μεμάθηκα, οὐ τολμῶ ἑρμηνεῦσαι ἃ μὴ παρέλαβον, οὐ τολμῶ δημοσιεῦσαι τοῦ μυστηρίου τὸ πρᾶγμα, οὐκ ἰσχύω διασαφηνίσαι τὸ εὐαγγέλιον. Τὸ θαῦμα βοῶ, τὸν δὲ τρόπον εἰπεῖν ἀτονῶ· οὐ ζητῶ τὰ πᾶσαν ζήτησιν ὑπερβαίνοντα, οὐ διώκω τὰ ἀκατάληπτα, οὐ πολυπραγμονῶ τὰ ὑπὲρ ἐμὲ, οὐ λογοθετῶ τὴν ὑπὲρ λόγον χάριν, οὐ λεπτολογῶ τὴν ἀνεκδιήγητον γέννησιν. Ὄντως ὑπὲρ νοῦν ἡ πνευματικὴ σύλληψις, ὑπὲρ λόγον ἡ παράδοξος κύησις καὶ ὑπὲρ διήγησιν ὁ σωτήριος τόκος. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Οἶδε τί ἐργάζεται τὸ Πνεῦμα τὸ ἅγιον· οἶδεν ὁ Υἱὸς, πῶς ἑαυτῷ κατασκευάζει τὸ πνευματικὸν οἰκητήριον. Οὐ γὰρ δουλεύει φύσεως νόμοις ὁ τῆς φύσεως ποιητής· αὐτὸς μόνος ἔχει τὸ βούλευμα· αὐτὸς, ὡς βούλεται, περιβάλλεται τὴν τοῦ δούλου μορφήν. Οἶδεν ὁ Πατὴρ τὴν τοῦ μονογενοῦς Υἱοῦ ἐνανθρώπησιν· ὅπου γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκεῖ καὶ ὁ Υἱὸς, καὶ ὅπου ὁ Υἱὸς ἐκεῖ καὶ ὁ Πατήρ. Ἀχώριστος ἡ Τριὰς, ἀδιαίρετος ἡ Τριάς. Ὡς γὰρ ἐν ἀρχῇ πλάττων τὸν ἄνθρωπον ὁ Πατὴρ, πρὸς τὴν ἐργασίαν προετρέψατο τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, εἰπὼν, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· οὕτω καὶ νῦν τῆς ἀναπλάσεως γενομένης, πάρεστι πάλιν ἀποῤῥήτως ἡ ἁγία Τριάς. Ἧς γὰρ ἡ πλάσις μία, ταύτης καὶ ἡ ἀνάπλασις πάλιν κοινή. ∆ιὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Τοῦτο γὰρ ἀληθῶς ἅγιον γέννημα, τοῦτο ἄσπορον βλάστημα, τοῦτο πανάγιον κύημα. Οὗτος ὁ υἱὸς τοῦ Θεοῦ διὰ τὴν θεότητα, οὗτος καὶ ὁ Υἱὸς σὸς διὰ τὴν ἀνθρωπότητα· οὗτος ὁμοούσιος τῷ Πατρὶ κατὰ τὸ νοούμενον, οὗτος ὁμοούσιός σοι κατὰ τὸ φαινόμενον· οὗτος ὁ οὐράνιος καὶ ἐπίγειος· οὗτος ὁ ἀόρατος καὶ βλεπόμενος· οὗτος ὁ ἀπαθὴς τῇ θεότητι, οὗτος καὶ παθητὸς τῇ ἀνθρωπότητι· καὶ ὥσπερ Θεὸς τέλειος, οὕτω καὶ ἄνθρωπος τέλειός ἐστιν ὁ Ἰησοῦς. Ὥσπερ δὲ ἄνθρωπος γενόμενος μεμένηκε Θεὸς ἀναλλοίωτος, οὕτω καὶ σὺ μένουσα παρθένος, γενήσῃ καὶ μήτηρ ἀδιάφθορος· οὔτε γὰρ ἡ παρθενία πολεμήσει τῷ τόκῳ, οὔτε κατὰ τῆς παρθενίας ὁ τόκος στρατεύεται.

Ὕμνει τοίνυν τὸ γενόμενον, καὶ μὴ πολυπραγμόνει τὴν δωρεάν· θαύμαζε τὸ μεγαλόδωρον, καὶ μὴ πρὸς τὴν χάριν ἀμφίβαλλε· προσκύνει τὸ πιστευθέν σοι μυστήριον, καὶ μὴ περιεργάζου τὸ ξένον τοῦ θαύματος. Ἐὰν πιστεύσῃς εἰλικρινῶς, αὐτὸς ὁ πιστευόμενος φωτίσει σου τὴν ψυχήν· ἐὰν δὲ περιέργως ἐρευνήσῃς, οὐχ εὑρήσεις ὃ ποθεῖς οὐδαμῶς. Θέλεις μαθεῖν; μάθε ἀπὸ φανεροῦ σημείου τοῦ κατὰ σὲ θαύματος τὴν ἀλήθειαν. Θέλεις τοῦ μυστηρίου τῆς σῆς γεννήσεως τὴν εἰκόνα θεάσασθαι; γείτονά σου καὶ συγγενῆ τὴν Ἐλισάβετ θέασαι. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν τῷ γήρᾳ αὐτῆς· καὶ οὗτος