1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

ἔχθρας καὶ ἔρεις καὶ φιλονεικίας ἐποίησεν. Οὐ ταύτην δὲ μόνον τὴν ῥῆσιν, ἀλλὰ καὶ τὴν ἑξῆς μετὰ πολλῆς ἐξεταστέον τῆς ἀκριβείας· οὐδὲ γὰρ ταύτην ἁπλῶς τέθεικεν. Εἰπὼν γάρ· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἐπήγαγεν· Ὅτι οἱ πατέρες ἡμῶν πάντες· οὐκ εἶπεν, Ὅτι οἱ Ἰουδαῖοι, οὐδὲ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες· ἀλλὰ τί; Οἱ πατέρες ἡμῶν πάντες· ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενος τὴν ἑαυτοῦ, ὅτι οὐκ ἀπηξίωσε τὴν πρὸς ἐκείνους συγγένειαν, τοσοῦτον αὐτοὺς ἀναβεβηκὼς κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ τῶν τὴν Παλαιὰν διαβαλλόντων ἐπιστομίζων τὴν ἀναίσχυντον γλῶτταν. Οὐ γὰρ ἂν, εἰ πρὸς ἐκείνην ἀπεχθῶς διέκειτο, ἀπὸ τῶν εὐφημοτέρων ὀνομάτων ἂν ἐμνήσθη, τῶν τότε γενομένων ἁπάντων διαβολὴν ἐχόντων. Πάντες. Οὐδὲ τοῦτο ἁπλῶς τέθεικε τὸ, Πάντες, οὐδὲ παρέργως, ἀλλὰ μετὰ πολλῆς τῆς σοφίας. Οὐδὲ γὰρ ἅπαξ εἰπὼν ἐσίγησεν, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἵνα μάθῃς, ὅτι οὐ παρέργως αὐτὰ προσέῤῥιψεν. Εἰπὼν γάρ· Ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, ἐπήγαγε· Καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπινον.

Ἤκουσας πῶς πολλάκις τὸ, Πάντες, τέθεικεν; Οὐκ ἂν δὲ τοῦτο ἐποίησεν, εἰ μὴ μέγα τι καὶ θαυμαστὸν μυστήριον αἰνίξασθαι ἤθελεν. Εἰ γὰρ ἁπλῶς ἐτίθει, ἤρκει ἅπαξ εἰπόντα σιγῆσαι, καὶ εἰπεῖν οὕτως· Ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον. 51.247 Νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλὰ καθ' ἕκαστον τῶν γενομένων τὸ, Πάντες, τιθεὶς, θύραν ἡμῖν τῆς ἑαυτοῦ γνώμης παρήνοιξεν οὐ μικρὰν, ὥστε κατιδεῖν αὐτοῦ τὴν σοφίαν. Τίνος οὖν ἕνεκεν συνεχῶς τῆς λέξεως ταύτης μέμνηται; Βούλεται δεῖξαι πολλὴν οὖσαν τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν τὴν συγγένειαν, καὶ ὅτι ταῦτα τύπος ἐκείνων ἦν, καὶ σκιὰ τῶν μελλόντων.

Καὶ πρῶτον ἀπὸ τούτου τὴν συμφωνίαν δείκνυσι. Βουλόμενος γὰρ δεῖξαι, ὅτι ὥσπερ ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἔστι δούλου καὶ ἐλευθέρου διάκρισις, οὐδὲ ξένου καὶ πολίτου, οὐδὲ γέροντος καὶ νέου, οὐδὲ σοφοῦ καὶ ἀσόφου, οὐδ' ἰδιώτου καὶ ἄρχοντος, οὐδὲ γυναικὸς καὶ ἀνδρὸς, ἀλλὰ πᾶσα ἡλικία, καὶ πᾶσα ἀξία, καὶ ἑκατέρα ἡ φύσις ὁμοίως εἰς τὴν κολυμβήθραν ἐκείνην ἐμβαίνουσι τῶν ὑδάτων, κἂν βασιλεὺς ᾖ τις, κἂν πτωχὸς, τῶν αὐτῶν ἀπολαύουσι καθαρσίων· καὶ τοῦτό ἐστι μάλιστα τὸ μέγιστον τῆς παρ' ἡμῖν εὐγενείας τεκμήριον, ὅτι ὁμοίως καὶ τὸν προσαίτην, καὶ τὸν τὴν ἁλουργίδα ἔχοντα μυσταγωγοῦμεν, καὶ οὐδὲν πλέον οὗτος ἐκείνου κατὰ τὸν τῶν μυστηρίων ἔχει λόγον· οὕτω καὶ ἐν τῇ Παλαιᾷ συνεχῶς τὸ, Πάντες, τέθεικεν. Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι Μωϋσῆς μὲν διὰ ξηρᾶς, Ἰουδαῖοι δὲ διὰ τῆς θαλάσσης διῆλθον, οὐδ' ὅτι οἱ μὲν εὔποροι δι' ἑτέρας ὁδοῦ, οἱ δὲ πενέστεροι δι' ἑτέρας, οὐδὲ ὅτι αἱ γυναῖκες μὲν ὑπὸ τὸν ἀέρα, ἄνδρες δὲ ὑπὸ τὴν νεφέλην, ἀλλὰ καὶ διὰ τῆς θαλάσσης πάντες, καὶ ὑπὸ τὴν νεφέλην πάντες, καὶ εἰς τὸν Μωϋσῆν πάντες. Ἐπειδὴ γὰρ ἡ διάβασις ἐκείνη τοῦ μέλλοντος βαπτίσματος ἦν τύπος, ἔδει τοῦτο πρῶτον τῶν ὅλων διατυπωθῆναι, τὸ πάντας τῶν αὐτῶν ἀπολαῦσαι, ὥσπερ οὖν καὶ ἐνταῦθα πάντες τῶν αὐτῶν ἐξίσης μετέχουσι. Καὶ πῶς δύναται, φησὶν, ἐκεῖνο τύπος εἶναι τῶν παρόντων; Ἂν μάθῃς πρότερον, τί μὲν ἔστι τύπος, τί δὲ ἀλήθεια, τότε σοι καὶ τούτου παρέξομαι τὰς εὐθύνας.

δʹ. Τί ποτ' οὖν ἐστι σκιὰ, τί δὲ ἀλήθεια; Φέρε, τὸν λόγον ἐπὶ τὰς εἰκόνας

ἀγάγωμεν, ἃς οἱ ζωγράφοι γράφουσι. Εἶδες πολλάκις εἰκόνα βασιλικὴν κυανῷ κατακεχρωσμένην χρώματι, εἶτα τὸν ζωγράφον λευκὰς περιάγοντα γραμμὰς, καὶ ποιοῦντα βασιλέα, καὶ θρόνον βασιλικὸν, καὶ ἵππους παρεστῶτας, καὶ δορυφόρους, καὶ πολεμίους δεδεμένους καὶ ὑποκειμένους. Ἀλλ' ὅμως ὁρῶν ταῦτα