1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

τοῦ Θεοῦ ταῦτα ἀμφότερα αὐτοὺς διδάσκοντος, ὅτι ἐν ταῖς προτέραις ἡμέραις αὐτὸς ἐνήργει τὸν θαυμαστὸν τοῦτον καὶ παράδοξον ὑετὸν, καὶ ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην διὰ τοῦτο ἐπεῖχεν, ἵνα καὶ ἄκοντες παιδεύωνται τοῦ σαββάτου τὴν ἡμέραν ἀργεῖν. Οὐκ ἐπὶ τῆς τροφῆς δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐνδυμάτων, καὶ ἐπὶ τῶν ὑποδημάτων, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, δι' αὐτῶν τῶν ἔργων ἦν ἰδεῖν τὰ τῶν ἀποστόλων παραγγέλματα ἐκτελούμενα. Οὐδὲ γὰρ οἰκίαν εἶχον, οὐ τράπεζαν, οὐ κλίνην, οὐχ ἱμάτιον δεύτερον, οὐχ ὑποδήματα, τοῦ Θεοῦ οὕτως οἰκονομήσαντος. Ὅρα πόση τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν συγγένεια. Ὥσπερ γὰρ τοὺς ἀποστόλους ἐσχημάτιζεν ὁ Χριστὸς ὕστερον τῶν ἀναγκαίων ἕνεκεν, οὕτω πως κἀκείνοις ὁ τῆς πολιτείας ἐῤῥυθμίζετο τρόπος, καὶ ἡ κτίσις ἅπασα πρὸς τὴν ὑπηρεσίαν ἐκείνων παρεσκευάζετο. Καὶ τίνος ἕνεκεν ταῦτα ἐγένετο, φησί; Ἔμελλεν αὐτοὺς εἰς ἕνα συγκλείειν τῆς οἰκουμένης τόπον, καὶ κελεύειν ἐκεῖ διηνεκῶς αὐτὸν θεραπεύειν, καὶ μήτε ναὸν, μήτε βωμὸν ἀλλαχοῦ που τῆς οἰκουμένης ἱδρῦσθαι, ἀλλὰ καὶ ἀναθήματα καὶ θυσίας ἐκεῖ φέρειν, καὶ ἑορτὰς ἐπιτελεῖν, καὶ τὸν νόμον ἀναγινώσκειν, καὶ πάντα τὰ ἄλλα τὰ τῆς ἁγιαστίας ἐκπληροῦν ἐκείνης.

Ἵν' οὖν μὴ τῷ διωρισμένῳ τῆς θεραπείας τρόπῳ καὶ τὴν πρόνοιαν αὐτοῦ συγκεκλεῖσθαι ἐκεῖ νομίζωσι, καὶ μερικὸν αὐτὸν εἶναι Θεὸν, προλαβὼν τὴν αὐτοῦ δύναμιν ἐπὶ τῆς ἀλλοτρίας ἐπέδειξεν, ἐπὶ τῆς Αἰγύπτου, ἐπὶ τῆς ἐρήμου, ἔνθα οὐδεὶς ἦν ὁ θεραπεύων, ἔνθα οὐδεὶς ἦν ὁ προσκυνῶν· καὶ πρὸς τὰ ἐναντία ἡ κτίσις ὑπηρετεῖτο, δι' ὧν ἐποίει, τὴν ἐξ ἀρχῆς αὐτοῦ δημιουργίαν καὶ τοὺς ἀγνωμονοῦντας αὐτῷ λογίζεσθαι πείθουσα. Καὶ γὰρ ἡ θάλασσα τοὺς μὲν ἀπέπνιγε, τοὺς δὲ διέσωζε· καὶ ὁ ἀὴρ νῦν μὲν κατέφερε χάλαζαν, καὶ τοὺς βαρβάρους ἀπώλλυ, νῦν δὲ κατέφερε μάννα, καὶ τοὺς Ἰουδαίους διέτρεφε. Πάλιν ἡ γῆ νῦν μὲν σκνῖπας ἐπὶ κολάσει τῶν πολεμίων, νῦν δὲ ὀρτυγομήτραν ἐπὶ σωτηρίᾳ τῶν οἰκείων ἐξέφερε. Κἀκείνοις μὲν ἐν ἡμέρᾳ σκότος, τούτοις δὲ ἐν νυκτὶ φῶς ἐγίνετο. Καὶ Αἰγύπτιοι μὲν τὸν Νεῖλον ἔχοντες παραῤῥέοντα, δίψει καὶ αὐχμῷ διεφθείροντο· οὗτοι δὲ ἐν ἐρήμῳ ξηρᾷ καὶ αὐχμώδει στρατοπεδεύοντες, πολλῆς ἀπέλαυον ὑδάτων δαψιλείας· καὶ τοὺς μὲν βάτραχοι κατηγωνίζοντο, τούτους δὲ οὐδὲ οἱ γίγαντες ἐκεῖ χειρώσασθαι ἴσχυον.

ςʹ. Ἀλλὰ τίνος ἕνεκεν τούτων ὑμᾶς ἀνέμνησεν ὁ μακάριος Παῦλος; ∆ιὰ τὴν

αἰτίαν, ἣν ἐξ ἀρχῆς εἶπον ὑμῖν, ἵνα μάθῃς ὅτι οὔτε βάπτισμα, οὔτε ἁμαρτημάτων ἄφεσις, οὐ γνῶσις, οὐ μυστηρίων κοινωνία, οὐ τράπεζα ἱερὰ, οὐχ ἡ ἀπόλαυσις τοῦ σώματος, οὐχ ἡ κοινωνία τοῦ αἵματος, οὐκ ἄλλο τούτων οὐδὲν ἡμᾶς ὠφελῆσαι δυνήσεται, ἐὰν μὴ βίον ὀρθὸν, καὶ θαυμαστὸν, καὶ πάσης ἁμαρτίας ἀπηλλαγμένον ἔχωμεν. Ὅτι γὰρ διὰ τοῦτο τούτων ἀνέμνησε, καταλέξας τὸν τύπον τοῦ βαπτίσματος, τὸν διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης, τὸν τύπον τῶν μυστηρίων, τὸν διὰ τοῦ μάννα καὶ τῆς πέτρας προδιέγραψεν ἐν τῇ Παλαιᾷ, καὶ εἰπὼν, ὅτι Πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ἐπήγαγε λέγων· Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός. Μετὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα, φησὶν, οὐκ ἠγάπησεν αὐτοὺς ὁ Θεός. Ἀλλὰ τί; Κατεστρώθησαν ἐν τῇ ἐρήμῳ. Τίνος οὖν ἕνεκα ταῦτα λέγεις ἡμῖν, ὦ Παῦλε;

Ταῦτα δὲ τύπος ἡμῖν ἐγενήθησαν εἰς τὸ μὴ γενέσθαι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν, μηδὲ εἰδω 51.251 λολάτρας γίνεσθαι, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ὅρα τοῦ Παύλου τὴν σύνεσιν. Εἶπε τὴν ἁμαρτίαν, εἶπε τὴν αἰτίαν τῆς ἁμαρτίας, εἶπε τὴν κόλασιν τὴν ἐπὶ τῇ ἁμαρτίᾳ, διὰ πάντων ἡμᾶς παιδεύων φεύγειν τὴν ἐκείνων μίμησιν. Αἰτία τῆς ἁμαρτίας ἡ ἀδηφαγία· Ἐκάθισε γὰρ ὁ λαὸς φαγεῖν καὶ πιεῖν. Ἡ ἁμαρτία, αὐτὸ τὸ παίζειν. Εἶτα ἡ τιμωρία, ὅτι Κατεστρώθησαν ἐν τῇ ἐρήμῳ. Πάλιν, Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν. Ἐνταῦθα τὴν αἰτίαν τῆς