1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

σκιαγραφούμενα, οὔτε οἶδας τὸ πᾶν, οὔτε ἀγνοεῖς τὸ πᾶν, ἀλλ' ὅτι μὲν ἄνθρωπος γράφεται καὶ ἵππος, ἀμυδρῶς ἐπίστασαι· ποῖος δέ ἐστιν ὁ βασιλεὺς, καὶ ποῖος ὁ πολέμιος, οὐ σφόδρα ἀκριβῶς οἶδας, ἕως ἂν ἐλθοῦσα τῶν χρωμάτων ἡ ἀλήθεια τρανώσῃ τὴν ὄψιν καὶ σαφεστέραν ποιήσῃ. Ὥσπερ οὖν ἐπὶ τῆς εἰκόνος ἐκείνης οὐκ ἀπαιτεῖς τὸ πᾶν πρὸ τῆς τῶν χρωμάτων ἀληθείας, ἀλλὰ κἂν ἀμυδράν τινα λάβῃς γνῶσιν τῶν γινομένων, ἱκανῶς τὴν σκιαγραφίαν ἀπηρτίσθαι νομίζεις· οὕτω μοι καὶ ἐπὶ τῆς Παλαιᾶς καὶ ἐπὶ τῆς Καινῆς λογίζου, καὶ μή με πᾶσαν ἀπαιτήσῃς τῆς ἀληθείας τὴν ἀκρίβειαν ἐπὶ τοῦ τύπου· καὶ δυνησόμεθά σε διδάξαι, πῶς εἶχέ τινα συγγένειαν ἡ Παλαιὰ πρὸς τὴν Καινὴν, καὶ ἡ διάβασις ἐκείνη πρὸς τὸ ἡμέτερον βάπτισμα. Κἀκεῖ ὕδωρ, κἀνταῦθα ὕδωρ· κολυμβήθρα ἐνταῦθα, καὶ ἐκεῖ πέλαγος· πάντες ἐνταῦθα εἰς τὰ ὕδατα ἐμβαίνουσι, κἀκεῖ πάντες· κατὰ τοῦτο ἡ συγγένεια. Λοιπὸν βούλει μαθεῖν τῶν χρωμάτων τὴν ἀλήθειαν; Ἐκεῖ μὲν Αἰγύπτου διὰ τῆς θαλάσσης ἀπηλλάττοντο, ἐνταῦθα 51.248 δὲ εἰδωλολατρείας· κἀκεῖ μὲν ὁ Φαραὼ κατεποντίζετο, ἐνταῦθα δὲ ὁ διάβολος· ἐκεῖ Αἰγύπτιοι ἀπεπνίγοντο, ἐνταῦθα δὲ ὁ παλαιὸς ἄνθρωπος τῶν ἁμαρτημάτων κατορύττεται. Καὶ ἴδε συγγένειαν τύπου πρὸς ἀλήθειαν, καὶ ἀληθείας ὑπεροχὴν πρὸς τύπον.

Οὔτε γὰρ ἀπηλλοτριῶσθαι πάντη χρὴ τὸν τύπον τῆς ἀληθείας, ἐπεὶ οὐκ ἂν εἴη τύπος· οὔτε πάλιν ἐξισάζειν πρὸς τὴν ἀλήθειαν, ἐπεὶ πάλιν καὶ αὐτὸς ἀλήθεια ἔσται· ἀλλὰ δεῖ μένειν ἐπὶ τῆς οἰκείας συμμετρίας, καὶ μήτε τὸ πᾶν ἔχειν τῆς ἀληθείας, μήτε τοῦ παντὸς ἐκπεπτωκέναι. Ἂν μὲν γὰρ τὸ πᾶν ἔχῃ, ἀλήθεια πάλιν ἐστὶ καὶ αὐτός· ἂν δὲ τοῦ παντὸς ἐκπέσῃ, τύπος εἶναι λοιπὸν οὐ δύναται· ἀλλὰ δεῖ τὸ μὲν ἔχειν, τὸ δὲ τῇ ἀληθείᾳ τηρεῖν. Μὴ τοίνυν τὸ πᾶν με ἀπαιτήσῃς ἐπὶ τῆς Παλαιᾶς, ἀλλ' εἰ κἂν μικρά τινα καὶ ἀμυδρὰ λάβῃς αἰνίγματα, ἀγαπητὸν εἶναι νόμιζε τοῦτο. Ποῦ οὖν ἐστιν ἡ συγγένεια τοῦ τύπου πρὸς τὴν ἀλήθειαν; Ὅτι πάντες ἐκεῖ, καὶ ἐνταῦθα πάντες· ὅτι δι' ὕδατος ἐκεῖ, καὶ ἐνταῦθα δι' ὕδατος· ὅτι δουλείας ἀπηλλάγησαν ἐκεῖνοι, καὶ ἡμεῖς δουλείας, ἀλλ' οὐ τῆς αὐτῆς· ἀλλ' οἱ μὲν τῆς Αἰγυπτίων, ἡμεῖς δὲ τῆς τῶν δαιμόνων· ἐκεῖνοι τῆς τῶν βαρβάρων, ἡμεῖς τῆς κατὰ τὴν ἁμαρτίαν. Πρὸς ἐλευθερίαν ἀνήχθησαν ἐκεῖνοι, καὶ ἡμεῖς, ἀλλ' οὐ πρὸς τὴν αὐτὴν, ἀλλὰ πρὸς πολλῷ λαμπροτέραν ἡμεῖς. Εἰ δὲ μείζω τὰ ἡμέτερα καὶ ὑπερέχοντα ἐκείνων, μὴ θορυβοῦ. Τοῦτο γὰρ μάλιστά ἐστιν ἀληθείας, τὸ πολλὴν ἔχειν πρὸς τὸν τύπον τὴν ὑπεροχὴν, οὐκ ἐναντίωσιν, οὐδὲ μάχην. Τί δέ ἐστι, Πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο; Καὶ τάχα ἀσαφὲς τὸ λεγόμενον· οὐκοῦν σαφέστερον αὐτὸ ποιῆσαι πειράσομαι. Θάλασσα ἦν πρὸ τῶν ὀφθαλμῶν κεχυμένη τῶν ἐκείνων τότε, καὶ ἐκελεύοντο διαβαίνειν ξένην τινὰ καὶ παράδοξον ὁδὸν, ἣν οὐδεὶς οὐδέποτε ἀνθρώπων διέβη. Ὤκνουν καὶ ἀνεδύοντο, καὶ ἐδυσχέραινον. ∆ιέβη πρῶτος Μωϋσῆς, καὶ πᾶσι μετ' εὐκολίας ἔδωκεν ἀκολουθῆσαι λοιπόν. Τοῦτό ἐστιν· Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο· ἐκείνῳ πιστεύσαντες, οὕτως ἐθάῤῥησαν ἐπιβῆναι τῶν ὑδάτων, ἡγεμόνα τῆς ὁδοιπορίας λαβόντες.

Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν· ἐξαγαγὼν γὰρ ἡμᾶς τῆς πλάνης, καὶ τῆς εἰδωλολατρείας ἀπαλλάξας, καὶ πρὸς τὴν βασιλείαν χειραγωγῶν, αὐτὸς πρῶτος ταύτης ἡμῖν ἦρξε τῆς ὁδοῦ, πρῶτος εἰς τοὺς οὐρανοὺς ἀναβάς. Ὥσπερ οὖν ἐκεῖνοι Μωϋσῇ θαῤῥήσαντες κατετόλμησαν τῆς ὁδοιπορίας, οὕτως ἡμεῖς Χριστῷ θαῤῥήσαντες κατατολμῶμεν τῆς ἀποδημίας ταύτης. Καὶ ὅτι τοῦτό ἐστι τό· Εἰς Μωϋσῆν ἐβαπτίσαντο, δῆλον ἐκ τῆς ἱστορίας. Οὐ γὰρ εἰς τὸ ὄνομα Μωϋσέως ἐβαπτίσαντο. Εἰ δὲ ἡμεῖς οὐ μόνον ἀρχηγὸν τὸν Ἰησοῦν ἔχομεν, ἀλλὰ καὶ εἰς τὸ ὄνομα αὐτοῦ βαπτιζόμεθα, ἐκείνων μὴ βαπτισθέντων εἰς τὸ ὄνομα Μωϋσέως, μηδὲ ἐνταῦθα ταράττου· εἶπον γὰρ, ὅτι δεῖ τὴν ἀλήθειαν ἔχειν τινὰ ὑπεροχὴν πολλὴν καὶ ἄφατον. Εἶδες ἐπὶ τοῦ βαπτίσματος τίς μὲν ὁ τύπος, τίς δὲ ἡ ἀλήθεια; Φέρε, σοὶ δείξω καὶ τὴν τράπεζαν καὶ τὴν τῶν μυστηρίων κοινωνίαν ἐκεῖ σκιαγραφουμένην, ἂν μὴ