1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

20

καὶ τῶν ἐμβεβλημένων ὡς οἰκείων προΐστατο μελῶν, οὐ μόνον αὐτῶν τὰς συμφορὰς πολυπραγμονῶν καὶ παραμυθούμενος, ἀλλὰ κἂν εἰ σύννουν εἶδέ τινα, προσῄει καὶ τὴν αἰτίαν ἐμάνθανεν, οὐδὲ ἁπλῶς κατηφοῦντα ἀνεχόμενος ὁρᾷν, 62.688 ἂν μὴ πρότερον αὐτὸν ἀπαλλάξῃ τῆς κατηφείας· καίτοι τοσαύτην τις οὐδὲ περὶ τέκνα στοργὴν ἐπεδείξατο. Ἀπὸ τούτων γοῦν αὐτῷ καὶ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἐγένετο. ∆εῖ γὰρ τὰ παρ' ἡμῶν ὑπάρχειν πρότερον, καὶ τότε τὰ παρὰ τοῦ Θεοῦ. Ὅτι γὰρ τοσαύτῃ ἐκέχρητο φειδοῖ καὶ ἐπιμελείᾳ, εἶδε, φησὶ τοὺς εὐνούχους τοὺς ἐμβληθέντας ὑπὸ τοῦ Φαραὼ, τὸν ἀρχιοινοχόον, καὶ τὸν ἀρχισιτοποιὸν, καὶ εἶπε· Τί σκυθρωπὰ τὰ πρόσωπα ὑμῶν σήμερον; Καὶ οὐκ ἀπὸ τούτου μόνον, ἀλλὰ καὶ ἀφ' ὧν ἐκεῖνοι ἐποίησαν, καταμαθεῖν ἔστι τὴν ἀρετὴν τοῦ ἀνδρός. Οὐ γὰρ ὡς βασιλέως ὄντες οἰκέται διέπτυσαν αὐτὸν, οὐχ ὡς ἐν ἀθυμίᾳ ὄντες διεκρούσαντο, ἀλλ' ὡς ἀδελφῷ γνησίῳ καὶ συναλγεῖν εἰδότι πάντα αὐτῷ ἐξεκάλυπτον τὰ ἑαυτῶν. Ταῦτα δέ μοι πάντα εἴρηται, ὅτι κἂν ἐν δουλείᾳ, κἂν ἐν αἰχμαλωσίᾳ, κἂν ἐν δεσμωτηρίῳ, κἂν ὑπ' αὐτὴν τὴν γῆν γένηται ὁ ἐνάρετος, οὐδὲν αὐτὸν καταγωνίσασθαι δυνήσεται. Ταῦτά μοι πρὸς τοὺς οἰκέτας λέλεκται, ὅτι κἂν θηρία ἔχωσι δεσπότας, ὡς τὸν Αἰγύπτιον, κἂν ὠμοὺς, ὡς τὸν ἀρχιδεσμοφύλακα, δυνήσονται αὐτοὺς ἑλεῖν, κἂν Ἕλληνες ὦσιν, ὡς ἐκεῖνοι, κἂν ὁτιοῦν, ταχέως τιθασσεύσουσιν. Οὐδὲν γὰρ ἐμμελέστερον τρόπων, οὐδὲν ἡδύτερον, οὐδὲν γλυκύτερον ἐπιεικείας καὶ πραότητος καὶ ὑπακοῆς· πᾶσίν ἐστιν ἐπιτήδειος ὁ τοιοῦτος. Καὶ οὔτε δουλείαν ἐπαισχύνονται οἱ τοιοῦτοι, οὔτε πένητα φεύγουσιν, οὔτε ἄῤῥωστον καὶ κάμνοντα· πάντων γὰρ κρατεῖ καὶ πάντων ἡ ἀρετὴ περιγίνεται. Εἰ δὲ ἐν δούλοις τοσαύτην ἔχει τὸ πρᾶγμα τὴν ἰσχὺν, πόσῳ μᾶλλον ἐν ἐλεύθεροις; Ταῦτα οὖν ἀσκῶμεν καὶ δοῦλοι καὶ ἐλεύθεροι, καὶ γυναῖκες καὶ ἄνδρες· οὕτω καὶ ἀνθρώποις καὶ Θεῷ ἐσόμεθα ποθεινοὶ, καὶ ἀνθρώποις οὐ τοῖς ἐναρέτοις μόνον, ἀλλὰ καὶ τοῖς κακοῖς, καὶ μάλιστα ἐκείνοις· ἐκεῖνοι γάρ εἰσιν οἱ μάλιστα τιμῶντες καὶ αἰδούμενοι. Ὥσπερ γὰρ τοὺς ἐπιεικεῖς οἱ ἀρχόμενοι μάλιστα τρέμουσιν, οὕτω καὶ τοὺς ἐναρέτους οἱ ἀκόλαστοι, εἰδότες τίνων ἐκπεπτώκασιν. Ἐπεὶ οὖν τοσοῦτος ὁ καρπὸς τῆς ἀρετῆς, ταύτην διώκωμεν, ταύτην μετίωμεν. Ἂν ταύτης ἐχώμεθα, οὐδὲν ἡμῖν ἔσται δεινὸν, πάντα ῥᾴδια, πάντα εὔκολα· κἂν διὰ πυρὸς διαβαίνωμεν, κἂν δι' ὕδατος, πάντα εἴκει τῇ ἀρετῇ καὶ παραχωρεῖ, καὶ αὐτὸς ὁ θάνατος. Ζηλώσωμεν τοίνυν αὐτὴν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΟΜΙΛΙΑ Εʹ. Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα

ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι·

προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν

περιούσιον, ζηλωτὴν καλῶν ἔργων. αʹ. Πολλὴν παρὰ τῶν οἰκετῶν ἀπαιτήσας τὴν ἀρετὴν (καὶ γάρ ἐστι πολλὴ τὸ τὴν διδασκαλίαν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν κοσμεῖν ἐν πᾶσι, καὶ μηδεμίαν διδόναι τοῖς δεσπόταις λαβὴν, μηδὲ ἐν τῷ τυχόντι), ἐπ 62.688 άγει καὶ τὴν αἰτίαν δικαίαν, δι' ἣν ὀφείλουσι τοιοῦτοι εἶναι οἱ οἰκέται. Ποίαν δὲ ταύτην; Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ