1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

23

βέλτιον δεῖ ἐπάγειν. τὸν οἰωνιζόμενον, τὸν κλῃδονιζόμενον, τὸν ἄλλα τοιαῦτα πράττοντα, οὐδὲ ἁπλῶς ἐπιταγῆς, ἀλλὰ μετὰ πάσης ἐπιταγῆς. Ὁρᾷς πῶς βούλεται καὶ μετὰ αὐθεντίας, καὶ μετὰ ἐξουσίας πολλῆς ταῦτα αὐτὸν ἐπιτάττειν; Μηδείς σου περιφρονείτω, ἀλλὰ, Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι. Τί οὖν; μηδὲ τοὺς κακῶς πράττοντας, μηδὲ ἐκείνοις λοιδορεῖσθαι; Ἀλλὰ πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν. Ἀκούσωμεν τῆς παραινέσεως· Μηδένα, φησὶ, βλασφημεῖν. Καθαρὸν εἶναι δεῖ ἡμῖν τὸ στόμα ἀπὸ λοιδορίας. Εἴτε γὰρ ἀληθεῖς εἰσιν αἱ λοιδορίαι, οὐχ ἡμῶν ταῦτα λέγειν, ἀλλὰ τοῦ κριτοῦ ἐξετάζειν· Σὺ γὰρ, φησὶ, τί κρίνεις τὸν ἀδελφόν σου; εἴτε οὐκ ἀληθεῖς, ὅρα ὅσον τὸ πῦρ· ἄκουσον τοῦ λῃστοῦ λέγοντος πρὸς τὸν ἕτερον λῃστήν· Καὶ γὰρ καὶ αὐτοὶ ἐν τῷ αὐτῷ κρίματί ἐσμεν, τὸν αὐτὸν ἀγῶνα τρέχομεν. Ἐὰν ὀνειδίζῃς ἑτέροις, ταχέως καὶ αὐτὸς τοῖς αὐτοῖς περιπεσῇ. ∆ιὰ τοῦτο παραινεῖ ὁ μακάριος οὗτος λέγων· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Ἀμάχους εἶναι, φησίν. Ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραότητα πρὸς πάντας ἀνθρώπους, καὶ Ἕλληνας καὶ Ἰουδαίους, καὶ μοχθηροὺς καὶ πονηρούς. Ἐκεῖ μὲν γὰρ ἀπὸ τῶν μελλόντων φοβεῖ λέγων. Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ἐνταῦθα δὲ οὐκ ἀπὸ τῶν μελλόντων, ἀλλ' ἀπὸ τῶν παρελθόντων ἐντρέπει, τὸ αὐτὸ ποιῶν, δι' ὧν ἐπάγει, Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι· ὅπερ ἐν τῇ πρὸς Γαλάτας ποιεῖ γράφων· Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. Οὐκοῦν μηδενὶ ὀνειδίσῃς, φησί· τοιοῦτος γὰρ ἦς καὶ σύ. Ἦμεν γὰρ, φησὶ, ποτὲ καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. Ὥστε πρὸς πάντας τοιούτους εἶναι δεῖ, ἡμέρως ἔχειν. Ὁ γὰρ τοιοῦτος ὢν πρότερον, καὶ ἀπαλλαγεὶς, οὐκ ὀνειδίζειν ὀφείλει πρὸς τοιούτους, ἀλλ' εὔχεσθαι καὶ χάριτας ἔχειν τῷ καὶ αὐτῷ κἀκείνοις δόντι τὴν ἀπαλλαγὴν τῶν προτέρων κακῶν. Μηδεὶς καυχάσθω· πάντες γὰρ ἥμαρτον. Ὅταν οὖν ἐθέλῃς ὀνειδίσαι τινὰ κατορθῶν αὐτὸς, καὶ τὸν πρότερόν σου ἐννοῶν 62.692 βίον καὶ τὸ τοῦ μέλλοντος ἄδηλον τὴν ὀργὴν ἀναχαίτιζε. Εἰ γὰρ καὶ ἐκ πρώτης ἡλικίας ἐναρέτως ἔζησας, ἀλλ' ὅμως ἔχοις ἂν ἁμαρτήματα πολλά· εἰ δὲ οὐκ ἔχεις, ὡς νομίζεις, ἐννόησον ὅτι οὐ τῆς σῆς ἀρετῆς τοῦτο γέγονεν, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος· εἰ γὰρ μὴ τοὺς προγόνους ἐκάλεσε τοὺς σοὺς, καὶ αὐτὸς ἂν ἦς ἀπειθής. Ὅρα πῶς πᾶσαν κακίαν διεξῆλθεν. Οὐχὶ μυρία διὰ προφητῶν, διὰ πάντων ὁ Θεὸς ᾠκονόμει; μὴ ἠκούσαμεν; Ἦμεν γάρ ποτε, φησὶ, καὶ ἡμεῖς πλανώμενοι· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Πῶς; Οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὑτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου. Βαβαὶ, πῶς ἦμεν ἐν τῇ κακίᾳ βεβαπτισμένοι, ὡς μὴ δύνασθαι καθαρθῆναι, ἀλλ' ἀναγεννήσεως δεηθῆναι! τοῦτο γάρ ἐστι παλιγγενεσία. Καθάπερ γὰρ ἐπὶ οἰκίας σαθρῶς διακειμένης, οὐδεὶς ὑποστήριγμα τίθησιν, οὐδὲ συῤῥάπτει ταῖς παλαιαῖς οἰκοδομαῖς, ἀλλὰ μέχρι τῶν θεμελίων αὐτὴν καταλύσας, οὕτως ἄνωθεν ἀνίστησι καὶ ἀνακαινίζει· οὕτω καὶ αὐτὸς ἐποίησεν· οὐκ ἐπεσκεύασεν ἡμᾶς, ἀλλ' ἄνωθεν κατεσκεύασε· τοῦτο γάρ ἐστι, Καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου· ἄνωθεν ἐποίησε καινούς. Πῶς; διὰ τοῦ Πνεύματος. Καὶ πάλιν, ἑτέρως τοῦτο δεικνὺς, ἐπάγει· Οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν. Οὕτω πολλοῦ δεῖ ἡμῖν τοῦ ἐλέους. Ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι. Πάλιν χάριτι, οὐκ ὀφειλῇ. Κληρονόμοι γενηθῶμεν κατ' ἐλπίδα ζωῆς αἰωνίου. Ἅμα καὶ προτροπὴ εἰς ταπεινοφροσύνην ἐστὶ, καὶ ἐλπὶς ὑπὲρ τῶν μελλόντων. Εἰ γὰρ οὕτως ἀπεγνωσμένους,