1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

29

ἀλλήλους· οὗτοι δὲ εἶχον ψυχὴν μίαν· Ἦν γὰρ, φησὶν, ἁπάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ χάρις ἦν ἐπὶ πάντας αὐτοὺς, καὶ μετὰ πολλῆς ὠφελείας διῆγον. Ὁρᾷς ὅτι καὶ ἐντεῦθεν ἐκεῖνοι ἐκέρδαινον; Εἰπὲ δή μοι, τίνων ἂν ἠθέλησας εἶναι, τῶν τὰ αὐτῶν ῥιπτούντων καὶ οὐδὲν ἐχόντων, ἢ τῶν καὶ τὰ ἑτέρων λαμβανόντων; Ὅρα τὸν καρπὸν τῆς ἐλεημοσύνης· τὰ διαφράγματα καὶ τὰ κωλύματα ἀνῃρέθη, καὶ εὐθέως συνήφθησαν αὐτῶν αἱ ψυχαί· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ὥστε καὶ χωρὶς τῆς ἐλεημοσύνης τὸ τὰ χρήματα κενοῦν πολὺ ἔχει τὸ κέρδος. Ταῦτα δέ μοι εἴρηται, ἵνα οἱ κλῆρον παρὰ προγόνων μὴ διαδεξάμενοι, μὴ ἀλγῶσι μηδὲ κατηφιῶσιν, ὡς ἔλαττον τῶν πλου 62.699 τούντων ἔχοντες· μείζονα γὰρ ἔχουσιν, ἂν ἐθέλωσι. Καὶ γὰρ καὶ πρὸς ἐλεημοσύνην μετὰ πλείονος ἥξουσι τῆς εὐκολίας, καθάπερ ἡ χήρα, καὶ τῆς πρὸς τὸν πλησίον ἔχθρας οὐδεμίαν ἕξουσιν ἀφορμὴν, καὶ πάντων ἔσονται ἐλευθερώτεροι· οὐδεὶς ἀπειλῆσαι δυνήσεται τῷ τοιούτῳ δήμευσιν, ἀλλ' ἔστιν ἀνώτερος τοῦ παθεῖν κακῶς. Καὶ καθάπερ τοὺς γυμνοὺς φεύγοντας οὐδεὶς ἂν ταχέως κατάσχοι, τῶν δὲ πολλὰ περιβεβλημένων καὶ ἐπισυρομένων ῥᾳδίως ἄν τις ἐπιλάβοιτο· οὕτω καὶ ὁ πλούσιος, καὶ ὁ πένης ἐστίν. Ὁ μὲν γὰρ, κἂν ἁλῷ, εὐκόλως διαδρᾶναι δυνήσεται· ὁ δὲ, κἂν μὴ κατασχεθῇ, τοῖς ἑαυτοῦ σχοινίοις συμποδίζεται, φροντίσι μυρίαις, ἀθυμίαις, ὀργαῖς, παροξυσμοῖς. Ταῦτα πάντα καταχωννύει τὴν ψυχήν· καὶ οὐ ταῦτα μόνα, ἀλλὰ καὶ ἄλλα πολλὰ, ἅπερ ἀπὸ τοῦ πλούτου ἐπισυρόμεθα. Καὶ γὰρ μετριάζειν δυσκολώτερον τὸν πλούσιον ἢ τὸν πένητα, καὶ ἐν εὐτελείᾳ ζῇν, καὶ θυμοῦ ἀπηλλάχθαι δυσκολώτερον τοῦτον ἢ ἐκεῖνον. Οὐκοῦν πλείονα, φησὶν, ἕξει μισθόν; Οὐδαμῶς. ∆ιὰ τί, εἴ γε τὰ δύσκολα κατορθοῖ; Ὅτι αὐτὸς ἑαυτῷ τὰς δυσκολίας ἐπενόησεν· οὐ γὰρ ἐπιτέτακται πλουτεῖν, ἀλλὰ καὶ τοὐναντίον· ἑαυτῷ δὲ μυρία σκάνδαλα καὶ κωλύματα κατασκευάζει. Ἄλλοι δὲ οὐ μόνον τὰ χρήματα ἀποτίθενται, ἀλλὰ καὶ τοῦ σώματος τὸ πλέον κατατήκουσιν, ὡς στενὴν ὁδεύοντες ὁδόν· σὺ δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὔξεις τὴν κάμινον τῶν παθῶν, καὶ ἕτερα περιβάλλεις. Οὐκοῦν εἰς τὴν εὐρύχωρον ἄπιθι· ἐκείνη γάρ ἐστιν ἡ τοὺς τοιούτους δεχομένη· ἡ δὲ στενὴ τοὺς θλιβομένους, τοὺς ἐστενωμένους, τοὺς οὐδὲν βαστάζοντας, ἀλλ' ἢ ταῦτα τὰ φορτία, ἃ δι' αὐτῆς κομίζεσθαι δυνατὸν, ἐλεημοσύνην, φιλανθρωπίαν, χρηστότητα, ἐπιείκειαν. Ἂν ταῦτα βαστάζῃς, εὐκόλως δυνήσῃ εἰσελθεῖν· ἂν δὲ ἀπόνοιαν καὶ φλεγμονὴν ψυχῆς, καὶ τὸ τῶν ἀκανθῶν φορτίον, τὸν πλοῦτον, πολλῆς σοι δεῖ τῆς εὐρυχωρίας. Οὐδὲ γὰρ εἰς τὸν ὄχλον ἐμβῆναί σοι δυνατὸν, ὥστε μὴ ἑτέρους πλήττειν ἄνωθεν ἐπιφερόμενον, ἀλλ' ἔδει πολλῆς διαστάσεως ἐνταῦθα. Ὁ μέντοι ἀποφέρων χρυσίον καὶ ἀργύριον, τὰ τῆς ἀρετῆς λέγω κατορθώματα, οὐ μόνον φεύγοντας οὐκ ἔχει τοὺς πλησίον, ἀλλὰ καὶ πλησίον γινομένους καὶ συνδυάζοντας. Πλὴν εἰ ὁ πλοῦτος αὐτὸς ἄκανθά ἐστι, τί ἡ πλεονεξία; τίνος ἕνεκεν ταύτην ἀπάγεις ἐκεῖ; ἵνα μείζονα τὴν φλόγα ἐργάσῃ, φορτία ὑποτιθεὶς τῷ πυρί; οὐ γὰρ ἀρκεῖ τὸ τῆς γεέννης πῦρ; Ἐννόησον οἱ τρεῖς παῖδες πῶς περιεγένοντο τῆς καμίνου· ἐκείνην νόμισον γέενναν εἶναι· μετὰ θλίψεως ἐνέπεσον εἰς αὐτὴν δεδεμένοι καὶ συμπεπεδημένοι· ἀλλὰ πολλὴν εὗρον ἔνδον τὴν εὐρυχωρίαν· ἀλλ' οὐχ οἱ ἔξωθεν περιεστῶτες. δʹ. Τοιοῦτόν τι ἔσται καὶ νῦν, ἐὰν βουλώμεθα γενναίως καὶ ἀνδρείως ἵστασθαι πρὸς τοὺς ἐπαγομένους πειρασμούς· ἂν εἰς τὸν Θεὸν ἔχωμεν τὰς ἐλπίδας, ἐσόμεθα μὲν ἡμεῖς ἐν ἀσφαλείᾳ καὶ εὐρυχωρίᾳ, οἱ δὲ ἐμβάλλοντες ἡμᾶς ἀπολοῦνται· Ὁ γὰρ ὀρύσσων βόθρον, φησὶν, ἐμπεσεῖται εἰς αὐτόν. Κἂν τὰς χεῖρας δήσωσι, κἂν τοὺς πόδας, ἡ θλῖψις λῦσαι δυ 62.700 νήσεται. Ὅρα γὰρ τὸ θαυμαστόν· οὓς ἔδησαν ἄνθρωποι, τούτους ἔλυσε τὸ πῦρ. Καθάπερ γὰρ εἴ τις παραδοίη τινὰς τοῖς οἰκέταις τῶν φίλων, οὗτοι δὲ τὴν φιλίαν