1

 2

 3

 4

3

πνεύματος σκάλλωμεν κατὰ τὸν προφήτην τὸν λέγοντα· Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. Πρῶτον οὖν τοῦ γράμματος ἐθεωρήσαμεν στίχον, τὸν δεύτερον ἐλάβομεν, ἔτι τὸν τρίτον θεωρήσωμεν· Ἐγὼ δὲ εἶπον, φησίν, ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Θεώρει μοι πάντα ἄνθρωπον ἑαυτῷ ὑπογράφοντα πολλὰ ἔτη ζωῆς, βουλόμενον οἰκοδομεῖν καὶ καταφυτεύειν καὶ τὰ τέκνα αὐτοῦ ἐκτρέφειν καὶ κατὰ τῶν ἀδικούντων δὲ αὐτὸν ἐντυγχάνειν καὶ ἐπαγγελλόμενον τοὺς ἐχθροὺς ἀμύνασθαι, φυλακίζειν, δεσμεύειν, ἐξορίζειν ἢ καὶ ἄλλο τι ποιεῖν χαλεπώτερον καὶ μετ' οὐ πολὺ αὐτῇ τῇ νυκτὶ ἢ μετὰ δύο ἢ τρεῖς ἡμέρας ἀποθνήσκοντα, καὶ ὄψῃ, πῶς πᾶς ἄνθρωπος ψεύστης· ἃ γὰρ ἐπηγγείλατο, οὐκ ἐποίησεν. Ἀλλὰ πᾶς μὲν ὁ 356 τὸν βίον τοῦτον ἀγαπῶν ἄνθρωπος ψεύστης ἐστίν, ὁ δὲ τὸν βίον τοῦτον ἐν ἀρεταῖς μεταδιώκων οὐκ ἔστι ψεύστης· οὐ γάρ ἐστιν ἄνθρωπος ὁ τοιοῦτος, ἀλλὰ θεός, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν τοῦ ἐνοικοῦντος ἐν αὐτῷ χάριν, οἷος ἦν Παῦλος καὶ Πέτρος, οἵτινες εἶχον ἐν αὐτοῖς λαλοῦντα Χριστόν· οὗτοι γὰρ οὐκ ἦσαν ψεῦσται, ἀλλ' ἀληθεῖς· οὐδὲ γὰρ ἦσαν ἄνθρωποι, πνεῦμα γὰρ εἶχον θεῖον λαλοῦν ἐν αὐτοῖς.

Τούτοις οὐκ ἔμελε περὶ χρημάτων, οὐ περὶ κτήσεων· πῶς γὰρ ἂν τούτοις ἔμελεν, ὁπότε ἔλεγεν αὐτοῖς· Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν; Οὔτε ἠπείλουν ἀμύνασθαι ἐχθρούς· οὐδὲ γὰρ εἶχον ἐχθρούς. Ἐφύλαττον γὰρ τὸ τοῦ κυρίου πρόςταγμα λέγοντος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. Οὗτοι ἔτη πολλὰ ἑαυτοῖς οὐχ ὑπέγραφον ζωῆς· ἕκαστος γὰρ αὐτῶν ἔλεγε· Καθ' ἡμέραν ἀποθνήσκω νὴ τὴν ὑμετέραν καύχησιν. Ἄκουε τοῦ ἀποστόλου λέγοντος· Ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν. Ὅσον γὰρ ἐν τῷ φαινομένῳ, ὡς πλάνοι ἐσμέν· ἄνθρωποι γὰρ φαινόμενοι· ὅσον δὲ ἐν τῷ κηρύγματι τῆς καρδίας καὶ τῆς πολιτείας, ἀληθεῖς ἐσμεν. Καὶ ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν. Ὅσον γὰρ ἐν τῇ ἡμετέρᾳ προθέσει, καθ' ἑκάστην ἡμέραν ἀποθνήσκομεν, ὅσον δὲ τῇ τοῦ κυρίου πίστει, ζῶμεν. Εἶτα μετὰ τοῦτο· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης, ἐπάγει· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Θεωρήσας ὁ προφήτης τὴν ἐξ 357 ἀρχῆς τοῦ κυρίου δωρεὰν δεδομένην καὶ ἀπορῶν πρὸς τὴν ἀνταπόδοσιν τῶν παρὰ θεοῦ δεδωρημένων αὐτῷ ἀγαθῶν λέγει· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Οὐρανὸν δι' ἐμὲ ἐτάνυσε φωτοφόροις ἄστροις αὐτὸν διαθείς, ἥλιον δι' ἐμὲ ἔπηξε χρυσοειδέσιν ἀκτῖσιν αὐτὸν περιυφήνας, σελήνην δι' ἐμὲ ἐθεμελίωσε νυκτοπόρον τὰ ἀμαυρὰ τῆς νυκτὸς αὐγάζουσαν, πλωτήρων καὶ ὁδοιπόρων ἡνίοχον, γῆν δι' ἐμὲ ἥπλωσε παντοίοις δένδρεσι καρποφόροις καὶ ἀκάρποις καταπυκνώσας, βοτάναις ἀνθοφόροις αὐτὴν κατακοσμήσας, ὑδάτων πλήθη ἰχθυοτόκων εἰς μίαν συναγωγὴν συνέκλεισε, πηγὰς ὑδάτων ἁλμυροφόρους καὶ γλυκυφόρους ἴαμα τῆς δίψης τοῖς ἀνθρώποις ἐξ οἰκείων λαγόνων πηγάζειν ἡτοίμασεν.

Πρὸς οὖν πάσας ταύτας τὰς εὐεργεσίας ἀπορῶν ὁ προφήτης βοᾷ λέγων· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἀλλ' ἔτι βαθύτερον καὶ πνευματικώτερον ἐννοήσας ὁ προφήτης ∆αυὶδ καὶ θεωρήσας τὰς ἐν Χριστῷ μελλούσας εὐεργεσίας τῷ ἀνθρώπῳ δίδοσθαι ὡς ἤδη παρούσας αὐτὰς κηρύττων λέγει· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ἔπλασέ τε καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρήγαγεν, εἰκόνι με ἰδίᾳ τετίμηκε, δόξαν μοι ἀγγελικὴν περιέθηκε καὶ διὰ τῆς παραβάσεως τῷ θανάτῳ παραλυθέντα με ἐλθὼν πάλιν ἀνεκαλέσατο· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι· Τὸν κατ' ἐμοῦ δράκοντα ὄφιν ἐθανάτωσε, πύλας χαλκᾶς τοῦ θανάτου ἐν τῷ ᾅδῃ αὐτὸς γενόμενος συνέκλασε καὶ μοχλοὺς σιδηροῦς συνέτριψε· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἐκ τρυφῆς παραδείσου ἐκβληθέντα με εἰςήνεγκε πάλιν οὐ τῇ ἐμῇ δικαιοσύνῃ, ἀλλὰ τῇ αὐτοῦ χάριτι,