1

 2

 3

 4

 5

 6

2

φάρμακα τὰ πνευματικά. Τί οὖν ἐστιν ὅ φησιν; Ἐπειδὴ πολλοὶ πανταχόθεν οἱ πειρασμοὶ περιεστοιχίζοντο τοὺς τότε τῇ πίστει προσιόντας, καὶ ἐπάλληλα ἦν τὰ παρὰ τοῦ ἐχθροῦ μηχανήματα, καὶ συνεχεῖς αἱ ἐπιβουλαὶ, καὶ οὐκ ἠρέμουν οἱ τῷ κηρύγματι πολεμοῦντες, τοὺς μὲν εἰς δεσμωτήρια ἐμβάλλοντες, τοὺς δὲ εἰς ἀπαγωγὰς, τοὺς δὲ εἰς μυρία ἕτερα βάραθρα καθέλκοντες· διὰ τοῦτο καθάπερ στρατηγὸς ἄριστος, ὁρῶν μετὰ πολλοῦ θυμοῦ πνέοντα τὸν ἀντίπαλον, περιιὼν τοὺς οἰκείους πανταχόθεν διεγείρει, νευροῖ, ἀλείφει, θαρσαλεωτέρους καθίστησι, προθυμοτέρους ποιεῖ πρὸς τὸ τὰς χεῖρας ἀντᾶραι κατὰ τοῦ πολεμίου, καὶ μὴ δεδοικέναι τὰς ἐκείνου καταδρομὰς, ἀλλὰ στεῤῥῷ τῷ φρονήματι ἐξ ἐναντίας ἱσταμένους καὶ αὐτὴν αὐτοῦ συγκόπτειν, εἰ οἷόν τε, τὴν ὄψιν, καὶ μὴ καταπλήττεσθαι τὴν πρὸς αὐτὸν ἀντίστασιν τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ μακάριος οὗτος, ἡ οὐρανομήκης ψυχὴ, διεγεῖραι βουλόμενος τῶν πιστῶν τὰ φρονήματα, καὶ κάτω κείμενον, ὡς εἰπεῖν, αὐτῶν τὸν λογισμὸν ἀνορθῶσαι ἐπειγόμενος, οὕτως ἤρξατο λέγων· Οἴδαμεν 51.167 δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ὁρᾷς τὴν σύνεσιν τὴν ἀποστολικήν;

Οὐκ εἶπεν, Οἶδα, ἀλλ', Οἴδαμεν, καὶ αὐτοὺς εἰς συγκατάθεσιν ἐφελκόμενος τῶν λεγομένων, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Σκόπει ἀκρίβειαν ῥημάτων ἀποστολικῶν. Οὐκ εἶπεν, Οἱ ἀγαπῶντες τὸν Θεὸν διαφεύγουσι τὰ δεινὰ, ἐλευθεροῦνται τῶν πειρασμῶν· ἀλλ', Οἴδαμεν, φησὶ, τουτέστι, πεπείσμεθα, πεπληροφορήμεθα, δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας τὰς ἀποδείξεις εἰλήφαμεν· Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.

βʹ. Πόσην οἴεσθε δύναμιν ἔχειν τὴν βραχεῖαν ταύτην λέξιν; Πάντα, φησὶ,

συνεργεῖ εἰς ἀγαθόν· μὴ γάρ μοι τὰ χρηστὰ ἐνταῦθα εἴπῃς, μηδὲ τὴν ἄνεσιν καὶ τὴν ἄδειαν μόνον λογίσῃ, ἀλλὰ καὶ τὰ ἐναντία, τὰ δεσμωτήρια, τὰς θλίψεις, τὰς ἐπιβουλὰς, τὰς καθημερινὰς ἐφόδους, καὶ τότε ὄψει μετὰ ἀκριβείας τοῦ ῥήματος τὴν δύναμιν. Καὶ ἵνα μὴ μακράν που ἀγάγω τὴν ὑμετέραν ἀγάπην, εἰ βούλεσθε, μικρά τινα τῶν τῷ μακαρίῳ τούτῳ συμβάντων εἰς μέσον ἀγάγωμεν, καὶ ὄψεσθε τοῦ ῥήματος τὴν ἰσχύν. Ἐπειδὴ γὰρ περιιὼν πανταχοῦ, σπείρων τὸν τῆς εὐσεβείας λόγον, τὰς ἀκάνθας ἀνασπῶν, καὶ τὴν ἀλήθειαν ἐν τῇ ἑκάστου ψυχῇ καταφυτεύειν ἐπειγόμενος, γενόμενος κατά τινα πόλιν τῆς Μακεδονίας, καθὼς ὁ μακάριος Λουκᾶς, ὁ τὸ τῶν Πράξεων βιβλίον συνθεὶς, ἡμῖν διηγήσατο, παιδίσκην τινὰ πνεῦμα πονηρὸν ἔχουσαν, καὶ σιγᾷν οὐκ ἀνεχομένην, ἀλλὰ περιιοῦσαν καὶ πανταχοῦ καταδήλους αὐτοὺς διὰ τοῦ δαίμονος ποιεῖν βουλομένην, μετὰ πολλῆς τῆς ἐξουσίας, λόγῳ καὶ ἐπιτάγματι, καθάπερ τινὰ μαστιγίαν ἀπελάσας, ἠλευθέρωσεν ἐκείνην τοῦ πονηροῦ δαίμονος· δέον τοὺς τὴν πόλιν ἐκείνην οἰκοῦντας, ὡς εὐεργέτας λοιπὸν καὶ σωτῆρας βλέπειν τοὺς ἀποστόλους, καὶ παντὶ θεραπείας τρόπῳ περὶ αὐτοὺς χρησαμένους ἀμείψασθαι τῆς τοσαύτης εὐεργεσίας, οἱ δὲ τοῖς ἐναντίοις ἀμείβονται. Καὶ ἄκουε τίσιν αὐτοῖς ἀμείβονται. Ἰδόντες, φησὶν, οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσήγαγον αὐτοὺς τοῖς στρατηγοῖς, καὶ πολλὰς ἐπιθέντες ἐκείνοις πληγὰς, ἔβαλον εἰς φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς.

Εἴδετε πονηρίας ὑπερβολὴν τῶν τὴν πόλιν ἐκείνην οἰκούντων; εἴδετε τῶν ἀποστόλων ὑπομονὴν καὶ καρτερίαν; Μικρὸν ἀναμείνατε, καὶ ὄψεσθε καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Σοφὸς γὰρ ὢν καὶ εὐμήχανος, οὐκ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις λύει τὰ δεινὰ, ἀλλ' ὅταν αὐξηθῇ πάντα τὰ παρὰ τῶν ἐναντίων, καὶ δειχθῇ διὰ τῶν πραγμάτων τῶν αὐτοῦ ἀθλητῶν ἡ ὑπομονὴ, τότε καὶ τὴν οἰκείαν ῥοπὴν ἐπιδείκνυται· ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι διὰ τοῦτο ἐπιπηδῶσι τοῖς κινδύνοις, διὰ τὸ