1

 2

 3

 4

 5

 6

3

θαῤῥεῖν ὅτι οὐδὲν ἀηδὲς πείσονται. ∆ιά τοι τοῦτό τινας μὲν καὶ ἐναφίησι τοῖς δεινοῖς, ἀποῤῥήτῳ τινὶ σοφίᾳ χρώμενος, τινὰς δὲ καὶ ἐξαρπάζει, ἵνα διὰ πάντων μάθῃς αὐτοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, καὶ ὅτι μείζους αὐτοῖς τὰς ἀμοιβὰς ταμιευόμενος, συγχωρεῖ πολλάκις ἐπιτείνεσθαι τὰ δεινά. Οὕτως οὖν καὶ ἐνταῦθα ποιεῖ. Μετὰ γὰρ τὴν τοσαύτην θαυματουργίαν καὶ τὴν εὐεργεσίαν, 51.168 ἣν ἐπεδείξαντο ἀπελάσαντες τὸν ἀναίσχυντον ἐκεῖνον δαίμονα, συνεχώρησε καὶ μαστιχθῆναι καὶ εἰς δεσμωτήριον ἐμβληθῆναι. Ἐντεῦθεν γὰρ μάλιστα διεδείκνυτο καὶ ἡ τοῦ Θεοῦ δύναμις. ∆ιὸ καὶ ὁ μακάριος οὗτος ἔλεγεν· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμοὶ ἡ δύναμις τοῦ Χριστοῦ. Καὶ πάλιν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, ἀσθένειαν τοὺς πειρασμοὺς λέγων τοὺς ἐπαλλήλους. Ἀλλ' ἴσως ἄν τις διαπορήσειεν ἐνταῦθα, τίνος ἕνεκεν ἀπήλασαν τὸν δαίμονα οὐδὲν ἐναντίον αὐτοῖς λέγοντα, ἀλλὰ μᾶλλον καὶ καταδήλους αὐτοὺς ποιοῦντα· ἐπὶ πολλὰς γὰρ ἡμέρας ἐβόα λέγων, ὅτι Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. Μὴ ξενισθῇς, ἀγαπητέ· καὶ τοῦτο γὰρ τῆς συνέσεως ἦν τῆς ἀποστολικῆς καὶ τῆς τοῦ Πνεύματος χάριτος. Εἰ γὰρ καὶ μηδὲν αὐτοῖς ἐναντίον ἔλεγεν, ἀλλ' ἵνα μὴ ἐντεῦθεν ἀξιόπιστος γενόμενος ὁ δαίμων, καὶ ἐν τοῖς ἄλλοις ὑποσύρειν δύνηται τοὺς ἀφελεστέρους, διὰ τοῦτο ἐπιστομίσας αὐτὸν ἀπήλασεν, οὐ συγχωρήσας αὐτῷ τὰ ὑπὲρ τὴν ἀξίαν φθέγγεσθαι. Τοῦτο δὲ ἐποίει, ἀκολουθῶν τῷ οἰκείῳ ∆εσπότῃ· ἐπεὶ καὶ ἐκείνῳ προσιόντες ἔλεγον, Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ· καὶ ὅμως ταῦτα λέγοντας αὐτοὺς ἀπήλαυνεν. Ἐγίνετο δὲ τοῦτο εἰς κατηγορίαν τῶν ἀναισχύντων Ἰουδαίων, ὅτι ἐκεῖνοι μὲν καθ' ἑκάστην ἡμέραν θαύματα ὁρῶντες καὶ μυρία παράδοξα γινόμενα, ἠπίστουν, οἱ δὲ δαίμονες ἐπεγίνωσκον, καὶ Υἱὸν αὐτὸν τοῦ Θεοῦ ὡμολόγουν.

γʹ. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου. Ἵνα τοίνυν μάθητε

ὅπως τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, ἀναγκαῖον πᾶσαν ὑμῖν ἀναγνῶναι ταύτην τὴν ἱστορίαν, ἵνα καὶ ἐντεῦθεν γνῶτε, ὅπως μετὰ τὰς πληγὰς, μετὰ τὸ δεσμωτήριον, εἰς ἀγαθὸν ἅπαντα αὐτοῖς μετέβαλεν ἡ τοῦ Θεοῦ χάρις. Ἀλλ' ἴδωμεν πῶς τοῦτο δείκνυσιν ὁ μακάριος Λουκᾶς λέγων· Παραγγελίαν δὲ τοιαύτην εἰληφὼς ὁ δεσμοφύλαξ ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Σκόπει πῶς ἐπιτείνεται τὰ δεινὰ, ἵνα καὶ ἡ ὑπομονὴ τῶν ἀποστόλων λαμπροτέρα γένηται, καὶ ἡ ἄφατος τοῦ Θεοῦ δύναμις κατάδηλος ἅπασι καταστῇ. Ἄκουε δὲ καὶ τὸ ἑξῆς. Ἐπάγει γὰρ, Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν. Ὅρα ψυχὴν ἐπτερωμένην, ὅρα διάνοιαν νήφουσαν· μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὸ εἰρημένον. Οὐ γὰρ εἰκῆ καὶ τὸν καιρὸν ἡμῖν ἐπεσημήνατο, εἰπὼν, Κατὰ δὲ τὸ μεσονύκτιον, ἀλλὰ βουλόμενος δεῖξαι, ὅτι, ὅτε τοῖς ἄλλοις ἅπασιν ἡδὺς ὁ ὕπνος ἐφίσταται καὶ κοιμίζει τὰ βλέφαρα, μάλιστα δὲ τοὺς ἐν ὀδύναις πολλαῖς καθεστῶτας εἰκὸς κατὰ τὸν καιρὸν ἐκεῖνον τοῦ ὕπνου καθέλκεσθαι, τότε τοίνυν, φησὶν, ὅτε πάντοθεν περιεγένετο ἡ τοῦ ὕπνου τυραννὶς, τότε ἐκεῖνοι Προσευχόμενοι ὕμνουν τὸν Θεὸν, τῆς περὶ αὐτὸν ἀγάπης μέγιστον δεῖγμα τοῦτο ποιούμενοι.

Καθάπερ γὰρ ἡμεῖς ὑπὸ ἀλγημάτων σωματικῶν ἐνοχλούμενοι, τὴν τῶν γνησίων συνουσίαν ἐπιζητοῦμεν, ἵνα ἐκ τῆς πρὸς ἐκείνους διαλέξεως τὴν ἐπίτασιν τῆς ὀδύνης παραμυθησώμεθα· οὕτω καὶ οἱ ἅγιοι οὗτοι τῷ πόθῳ τῷ περὶ τὸν ∆εσπότην πυρούμενοι, καὶ τοὺς ἱεροὺς ὕμνους ἀναφέροντες, οὐδὲ αἴσθησιν ἐλάμβανον τῶν ὀδυνῶν 51.169 ἐκείνων, ἀλλ' ὅλοι τῆς ἱκετηρίας ἐγίνοντο, καὶ τὴν θαυμαστὴν ἐκείνην ὑμνῳδίαν ἀνέφερον, καὶ λοιπὸν ἐκκλησία ἐγένετο τὸ δεσμωτήριον, καὶ ὁ τόπος ἅπας ἡγιάζετο διὰ τῆς ὑμνῳδίας τῶν ἁγίων ἐκείνων. Καὶ