1

 2

 3

 4

 5

 6

5

ὅπως διελύθη; ὅπως ἄκυρα αὐτοῦ γέγονε τὰ μηχανήματα; Ἐπειδὴ γὰρ ἀπήλασαν τὸν δαίμονα, παρεσκεύασεν εἰς τὸ δεσμωτήριον αὐτοὺς ἐμβληθῆναι, νομίζων ἐμποδίζειν τὸν δρόμον τοῦ κηρύγματος διὰ τούτου. Ἀλλ' ἰδοὺ καὶ τὸ δεσμωτήριον ἐμπορίας αὐτοῖς ὑπόθεσις γεγένηται πνευματικῆς.

δʹ. Ἄρα καὶ ἡμεῖς, ἂν νήφωμεν, οὐ μόνον ἐν ἀνέσει ὄντες, ἀλλὰ καὶ ἐν

θλίψεσι, κερδαίνειν δυνάμεθα, καὶ τότε μᾶλλον, ἢ ἐν ἀνέσει. Ἡ γὰρ ἄνεσις, ὡς ἐπὶ τὸ πλεῖστον, ῥᾳθυμοτέρους ἐργάζεται· ἡ δὲ θλίψις νήφειν παρασκευάζουσα, ἀξιοῦσθαι ποιεῖ καὶ τῆς ἄνωθεν ῥοπῆς, καὶ μάλιστα, ὅταν διὰ τὴν εἰς τὸν Θεὸν ἐλπίδα τὴν ὑπομονὴν ἐπιδεικνύμεθα καὶ τὴν καρτερίαν ἐν πάσαις ταῖς ἐπαγομέναις θλίψεσι. Μὴ τοίνυν ἀλγῶμεν, ἐπειδὰν θλιβώμεθα, ἀλλὰ μᾶλλον χαίρωμεν· τοῦτο γὰρ ἡμῶν ἡ τῆς εὐδοκιμήσεως ὑπόθεσις. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν, Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ἀλλ' ἴδωμεν τὴν ζέουσαν ψυχὴν τῶν ἁγίων τούτων. Ἐπεὶ οὖν ἤκουσαν τοῦ δεσμοφύλακος λέγοντος, Τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; ἆρα ὑπερέθεντο; ἆρα ἀνεβάλοντο; ἆρα ἠμέλησαν πρὸς τὴν κατήχησιν; Οὐδαμῶς· ἀλλὰ τί πρὸς αὐτὸν ἐκεῖνοι; Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ, καὶ πᾶς ὁ οἶκός σου.

Ὅρα κηδεμονίαν ἀποστολικήν. Οὐκ ἀρκοῦνται τῇ αὐτοῦ σωτηρίᾳ, ἀλλὰ δι' ἐκείνου βούλονται καὶ τοὺς προσήκοντας αὐτῷ πάντας σαγηνεῦσαι εἰς τὸν τῆς εὐσεβείας λόγον, καιρίαν διδόντες τῷ διαβόλῳ τὴν πληγήν. Καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Ἐντεῦθεν παιδευόμεθα μηδέποτε ἐν τοῖς πνευματικοῖς μηδὲ τὸ τυχὸν ἀναβάλλεσθαι, ἀλλὰ πάντοτε καιρὸν ἐπιτήδειον ἡγεῖσθαι τὸν παραπίπτοντα. Εἰ γὰρ νυκτὸς οὔσης οἱ ἅγιοι οὗτοι ὑπερθέσθαι οὐκ ἠνέσχοντο, ποίαν ἕξομεν ἀπολογίαν ἡμεῖς, ἐν ἑτέρῳ καιρῷ παρατρέχοντες πνευματικὸν κέρδος; Εἶδες ἐκκλησίαν τὸ δεσμωτήριον γινόμενον; εἶδες τὸ καταγώγιον τῶν δημίων, εὐκτήριον οἶκον ἐξαίφνης ἀποδειχθέντα, καὶ τὴν μυσταγωγίαν ἐκεῖ τελουμένην; 51.171 Τοσοῦτόν ἐστι τὸ νήφειν, καὶ μηδέποτε παρατρέχειν τὰ πνευματικὰ κέρδη, ἀλλὰ πάντα καιρὸν ἐπιτήδειον ποιεῖσθαι πρὸς τὴν τοιαύτην ἐμπορίαν. Καλῶς ἄρα ἔλεγεν ὁ μακάριος οὗτος γράφων, Ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ταύτην τὴν ῥῆσιν, παρακαλῶ, καὶ ἡμεῖς ἐγκεκολαμμένην ἔχοντες τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, μηδέποτε ἀσχάλλωμεν, ἐπειδὰν λυπηροῖς τισι κατὰ τὸν βίον τοῦτον περιπέσωμεν, ἢ περιστάσεσιν, ἢ ἀῤῥωστίαις σωματικαῖς, ἢ ἑτέροις τισὶ λυπηροῖς πράγμασιν· ἀλλὰ πολλῇ κεχρημένοι τῇ φιλοσοφίᾳ, ἀντέχωμεν πρὸς πάντα πειρασμὸν, εἰδότες ὅτι, ἂν νήφωμεν, πανταχόθεν κερδαίνειν δυνάμεθα, καὶ μᾶλλον ἀπὸ τῶν πειρασμῶν ἢ ἀπὸ τῶν ἀνέσεων· καὶ μηδέποτε ἀλύωμεν, ἐννοοῦντες ὅσον τῆς ὑπομονῆς τὸ κέρδος, ἀλλὰ μηδὲ ἀπεχθῶς ἔχωμεν πρὸς τοὺς ἐπάγοντας ἡμῖν τοὺς πειρασμούς. Εἰ γὰρ κἀκεῖνοι τὸν οἰκεῖον σκοπὸν πληροῦντες τοῦτο ποιοῦσιν, ἀλλ' ὁ κοινὸς ∆εσπότης συγχωρεῖ, βουλόμενος ἡμᾶς καὶ διὰ τούτων ἐμπορεύσασθαι τὴν πνευματικὴν ἐμπορίαν, καὶ τῆς ὑπομονῆς λαβεῖν τὸν μισθόν. Ἐὰν οὖν δυνηθῶμεν εὐχα 51.172 ρίστως ἐνεγκεῖν τὰ ἐπαγόμενα, οὐ μικρὸν μέρος τῶν πεπλημμελημένων ἡμῖν διαλύσομεν.

Εἰ γὰρ τὸν θησαυρὸν τοῦτον καὶ τῆς οἰκουμένης διδάσκαλον, καθ' ἑκάστην ἡμέραν κινδύνοις περιπίπτοντα ὁρῶν ὁ ∆εσπότης ἠνείχετο, οὐ περιορῶν τὸν οἰκεῖον ἀθλητὴν, ἀλλὰ τὰ σκάμματα αὐτῷ μακρότερα κατασκευάζων, ἵνα τοὺς στεφάνους αὐτῷ λαμπροτέρους ἀπεργάσηται, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μυρίων γέμοντες ἁμαρτημάτων, καὶ διὰ ταῦτα πολλάκις τοῖς πειρασμοῖς περιπίπτοντες, ἵνα τὴν ὑπὲρ τούτων δίκην ἐνταῦθα δόντες, μικρᾶς γοῦν φιλανθρωπίας ἀξιωθῶμεν, ἐπὶ τῆς φοβερᾶς ἐκείνης ἡμέρας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀπολαύσαντες; Τοῦτο δὲ