1

 2

 3

 4

3

ἐφρύαξαν ἔθνη20», ποιμένος ἐνδημοῦντος ἐμφράξαι φάρυγγα ἄπληστον, ἵνα μὴ πάλιν ὁ ὄφις ἀρχαίαν δάκῃ πλευράν;

18 «20Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη20»; Ἐν τῷ τῆς γαστρὸς ἱστῷ ἐξυφάνας τὸ τῆς θεότητος ἔνδυμα, ἐνέδυσεν τὸν κόσμον ἀφθαρσίας ἱμάτιον. «20Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη20»; Ἄνω ἀμήτωρ Υἱὸς καὶ κάτω ἀπάτωρ ὂν βρέφος· οὐ γὰρ ἄνθρωπος προέκοψεν εἰς Θεὸν, ἀλλὰ Θεὸς ἀνεδέξατο ἄνθρωπον.

19 «20Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά20»; Ἐφρύαξαν ἔθνη τὰ ἑλληνικά, ἐμελέτησαν λαοὶ Ἰουδαϊκοὶ κενά. Τί φρυάττετε καὶ οὐ φρίττετε καὶ μελετᾶτε κενὰ καὶ οὐκ ἐνθυμεῖσθε ὅτι ἐκ παρθένου προελήλυθεν Υἱὸς ὁ ὑπάρχων τῆς τεκούσης δημιουργός;

20 Ὁ νόμος προεδήλωσεν καὶ οἱ προφῆται προανεφώνησαν καὶ οὐ σιωπῇ ἐγένετο τὸ τοιοῦτο μυστήριον. Καὶ ὑμεῖς μελετᾶτε «20κενὰ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ20».

21 Εἰ μὲν ἠγνόεις τὸ πρᾶγμα, παράνομε Ἰουδαῖε, δικαίως καὶ ἐζήτεις τὸν τρόπον· οὐκ ἤκουσας πάλαι Ἠσαΐου ἐν προφήταις κράζοντος· «20Ἀκούσατε δὴ, οἶκος ∆αυίδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχει ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ∆ιὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σήμειον· ἰδοῦ ἡ παρθένος ἐν γαστρὶ λήμψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.20»

22 Καὶ σὺ παρακαλύπτων τὴν ἀψευδῆ τοῦ προφήτου φωνὴν μελετᾷς 20κενὰ κατὰ τοῦ Χριστοῦ·20 Ἰδοῦ ἡ παρθένος ἔτεκεν καὶ πάλιν παρθένος ἔμεινεν, ἰδοῦ ἡ παρθένος ἡ τὸν ἀχώρητον χωρητῶς ἀφιλονείκως ἐν τῇ κοιλίᾳ χωρήσασα, ἰδοῦ ἡ παρθένος ἡ τὸ πῦρ τῆς θεότητος ἀγκάλαις ὑποδεξαμένη καὶ ὡς βάτος μὴ φλεγομένη, ἰδοῦ ἡ παρθένος ἡ τὴν προκόσμιον εἰκόνα τοῦ Θεοῦ ὡς στήλη βαστάσασα καὶ ἀσάλευτος διαμείνασα.

23 Ἰδοῦ ἡ παρθένος ἡ ὑπὸ 20ἀγγέλων ἀνατραφεῖσα20, αὐξηθεῖσα, σφραγισθεῖσα, μνηστευθεῖσα. φυλαχθεῖσα, ἁγιασθεῖσα, νυμφευθεῖσα καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ γενεαλογηθεῖσα. «20Τοῦ γὰρ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν20». Οὕτως; Πῶς ἦν ἡ γέννησις Ἰησοῦ Χριστοῦ; Παρθένος τις ἦν ἐκ φυλῆς Ἰουδᾶ, τὸ δαυιτικὸν κατάγουσα γένος, πατρὸς Ἰωακεὶμ, μητρὸς Ἄννας, ἀπὸ Βηθλεὲμ τῆς κώμης, ἥτις οἶκος ἄρτου ἑρμηνεύεται.

24 Ὑπῆρχεν ἡ παῖς γένει βασιλικῷ καὶ πασῇ ἀρετῇ ἐκεκόσμητο, τὸ ἐκ δαυιτικῆς ῥίζης διασώζουσα κάλλος, καθαρὰ καὶ ἄσυλος χώρα· αὐτὴ ὑπῆρχεν ἐν οἴκῳ τῶν γεννητόρων εὐγενῶς τρεφομένη, παλάτιον περιηνθισμένον, σφραγῖδι βασιλικῇ φυλαττομένη, λαμπὰς θεοπτίαν φέρουσα τῷ παντὶ κατέλαμπε κόσμῳ, ὡς δέσποινα ὑπεροπτεύετο τὸ ἐν γυναιξὶν αἰδέσιμον ἐμφανίζουσα.

25 20Ἐν ναῷ Κυρίου ὡς περιστερὰ20 ἀφωρισμένη, ὁσίῳ ἀνδρὶ μνηστεύεται τῷ Ἰωσὴφ, περὶ τὸ δαυιτικὸν ἀγχιστεύοντι γένος. ∆έχεται οὖν τὴν οἰκείωσιν τῆς μνηστείας ὁ Ἰωσὴφ καὶ ὡμολόγησεν τὸ συνάλλαγμα, ἠγνοηκὼς τοῦ μέλλοντος τὸ ἀντάλλαγμα.

26 Τί γάρ φησιν; «20Εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου». Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν20 ἐλογίσατο μήτε ἀνακρῖναι, ἐπειδὴ Θεοῦ συνέργεια ἦν, μήτε παραδειγματίσαι διὰ τὸ εὐγενὲς καὶ ὑπερβάλλον τῆς κόρης, μήτε ἀναγγεῖλαι τινὶ διὰ τὴν ἐπισκιάσασαν δύναμιν, ἀλλ' 20ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.

27 Ἄγγελος20 δὲ 20Κυρίου κατ' ὄναρ20 φαίνεται λέγων αὐτῷ· «20Ἰωσὴφ, υἱὸς ∆αυὶδ, τί ἀπολῦσαι λάθρα20 ζητεῖς τὴν πάλαι ὑπὸ τῶν προφητῶν προαναφωνηθεῖσαν ἀμνάδα; Τί 20ἀπολῦσαι λάθρα20 ζητεῖς τὴν ἀσύλητον χώραν καὶ οὐράνιον ὑποδεξαμένην καρπόν; Τί 20ἀπολῦσαι λάθρα20 ζητεῖς τὴν τὸ πῦρ τῆς θεότητος ἀμειώτως χωρήσασαν καὶ ξένην τοῦ ἐπὶ τοῦ Σινὰ Θεοῦ παρουσίαν ἐμφανίζουσαν;