2
κατατρυφήσωμεν τῆς κατ' αὐτὴν ἱστορίας, ὥσπερ οὖν κατετρύ 61.728 φησεν αὕτη τοῦ Χριστοῦ. Ἠρώτησέ τις τῶν Φαρισαίων τὸν Ἰησοῦν, ἵνα φάγῃ μετ' αὐτοῦ. Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου, ἀνεκλίθη. Τίς εἶδε βασιλέα παρὰ στρατιώτου καλούμενον; τίς εἶδε δεσπότην παρὰ δούλου τρεφόμενον; τίς εἶδε τοσοῦτον ὕψος εἰς τοσαύτην ταπεινότητα κατερχόμενον; Ὢ τῆς ὑπερβαλλούσης ἐκπλήξεως! ὢ τῆς θείας συγκαταβάσεως! Οὐκ εἶπε πρὸς τὸν καλέσαντα Φαρισαῖον· Σὺ καλεῖς ἐπ' ἄριστον ἐμὲ, τὸν καλοῦντα πάντας ἀνθρώπους εἰς τὸ οὐράνιον ἄριστον; σὺ καλεῖς ἐπ' ἄριστον ἐμὲ τὸν πέντε ἄρτοις δῆμον ὁλόκληρον κορέσαντα; σὺ καλεῖς ἐπ' ἄριστον ἐμὲ τὸν διδόντα τροφὴν πάσῃ σαρκί;
Οὐκ εἶπε τούτων οὐδὲν ὁ Σωτήρ· ἀλλὰ σιγῇ καθίσας εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. Ἤδει γὰρ ποῖον ἄριστον ἔμελλεν ἀριστᾷν· ᾔδει πῶς ἤμελλε προστρέχειν αὐτῷ ἡ πόρνη, καὶ σώζεσθαι· καὶ τὸ βλέμμα πανταχοῦ περιέπεμπε, τὴν θήραν περισκοπῶν, καὶ μονονουχὶ πρὸς τοὺς ἀνακειμένους βοῶν. Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ἔχετε μετ' ὀλίγον κατιδεῖν· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, τὴν σωτηρίαν τῆς μελλούσης προσιέναι μοι γυναικός. Ἡ ἐμὴ γὰρ τροφὴ, ἡ τῶν ἀνθρώπων ἐπιστροφή· ἡ ἐμὴ τροφὴ, ἡ τῶν ἐμῶν δούλων ζωή· ἡ ἐμὴ εὐωχία, τῶν ἁμαρτωλῶν ἡ μεταμέλεια· ἡ ἐμὴ τέρψις, τῶν κατακρίτων ἡ λύσις· ἡ ἐμὴ ἑστίασις, τῶν αἰχμαλώτων ἡ λύτρωσις. Ταῦτα τοῦ Σωτῆρος ἐπὶ τῆς στιβάδος λαλοῦντος τῷ βλέμματι καὶ τῷ σχήματι, Ἰδοὺ, φησὶ, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός. Συνέδραμε τῷ σκοπῷ τοῦ οὐρανίου βασιλέως ἡ ἄγρα· ὁ θηρατὴς εὐτρεπὴς ἀνεκέκλιτο, καὶ τὸ θήραμα πρὸς τὸν θηρατὴν κατηπείγετο. Καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός. ∆ύο χαλεπὰ κακίας γνωρίσματα. Εἰπὲ ἡμῖν, εὐαγγελιστὰ, τὴν προσηγορίαν αὐτῆς, γράψον τὸ ὄνομα τῆς γυναικὸς, μάθωμεν πῶς ὠνομάζετο.
Προσηγορίαν εἶχε τὴν ἁμαρτίαν, καὶ τὸ ὄνομα τὸ πονήρευμα. Αὕτη ἰδοῦσα, ὅτι ἀνέκειτο ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου ὁ Ἰησοῦς, εἶπεν ἐν ἑαυτῇ· Ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ βρύων φιλανθρωπίαν, καὶ πηγάζων οἰκτιρμούς· ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ λαλῶν καὶ διδοὺς ἰάσεις, καὶ φθεγγόμενος θεραπείας· ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ παρὰ τῶν ἀγγέλων ὑμνούμενος, καὶ τοῖς ἀνθρώποις ἐνδιαιτώμενος, ὡς εἷς ἐξ αὐτῶν· ἔνδον ἐστὶν ὁ Χριστὸς ὁ τῷ Πατρὶ σύνθρονος, καὶ τῷ Φαρισαίῳ ὁμοῤῥόφιος· ἔνδον ἐστὶν ὁ Χριστὸς, ὁ τρέφων ἅπαντας τῇ θεότητι, καὶ τρεφόμενος τῇ ἀνθρωπότητι· ἔνδον ἐστὶν ὁ Χριστὸς, καὶ Φαρισαϊκῆς τραπέζης ἀνέχεται, ὁ πᾶσαν τράπεζαν πληρῶν παντὸς ἀγαθοῦ· καὶ ὅλως κατηξίωσεν εἰς τὴν τοῦ Φαρισαίου σκηνὴν εἰσελθεῖν· ὅλως ἠνέσχετο συνεστιαθῆναι τῷ ἁμαρτωλῷ ὁ ἀναμάρτητος. Χρηστὰς ἔχω περὶ τῶν ἐμῶν κακῶν ἐλπίδας. Ὁ γὰρ περὶ τὸν Φαρισαῖον τοιοῦτος φανεὶς, πάντως ἔσται καὶ περὶ ἐμὲ χρηστὸς καὶ φιλάνθρωπος. Εὗρον, ὡς ἠβουλόμην, τὸ κοινὸν ἱλαστήριον, εὗρον τὸν εὑρίσκοντα τοὺς ζητοῦντας αὐτὸν, εὗρον τὸν ἐπιζητοῦντα τοὺς ποθοῦντας αὐτὸν, εὗρον τὸν ἐπιτρέχοντα τοῖς ἐπιτρέχουσι καὶ προαπαντῶντα τοῖς προσιοῦσιν αὐτῷ, εὗρον συναγωνιζόμενόν μοι καὶ τὸν καιρὸν καὶ τὸν τόπον. Εἰσέλθω πρὸς τὴν καθαρὰν πηγὴν ἡ βεβορβορωμένη τῇ ἡδυπαθείᾳ· μὴ διαμένω ἐῤῥυπωμένη, τοιαύτης φανείσης πηγῆς· λούσομαι δωρεὰν ἑαυτήν· οὕτω γὰρ βούλεται ἡ πηγή. Εἰσέλθω πρὸς τὸ ἀΐδιον φῶς, ἡ καὶ ταῖς ἡμέραις ὡς νυξὶ κεχρημένη· ἴδω τὸ οὐράνιον φῶς ἐν φωτί· εἰσέλθω πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης, ἡ τῆς ἀδικίας τὸν ζόφον ἐπαγομένη.
Τίς γὰρ φωτὶ προσομιλῶν οὐ μεταλαμβάνει φωτός; Εἰσέλθω πρὸς τὸν βασιλέα τῶν 61.729 οὐρανῶν, τὸν δι' ἐμὲ πρὸς ἐμὲ παραγενόμενον, καὶ τοῦτον καταλαμβάνοντα τὸν οἶκον, καὶ πάλαι τὴν ἐμὴν, ὡς ἔοικε, περιμένοντα πρόοδον· εἰσέλθω πρὸς τὸν οὐράνιον ἰατρὸν, ἡ παρὰ πάντων ἀπεγνωσμένη· εἰσέλθω πρὸς τὸν οὐράνιον ἰατρὸν, ἡ ἐν ὑγιείᾳ νοσοῦσα· οὕτω γάρ με ἰδὼν, δύναται τοῖς ἐμοῖς πάθεσιν ἐπιθεῖναι φάρμακον, πᾶσαν ὀδύνην κοιμίσαι δυνάμενον. Ὑποδείξω τῷ εἰδότι τὰ