1

 2

 3

 4

 5

 6

 7

 8

8

τὸ πρόσωπόν σου· μὴ τεχνάσῃς κόσμον περίεργον καὶ ὀλέθριον· μὴ προθῇς, ὡς ἐν ἀγορᾷ, τὴν ὄψιν σου τοῖς ἐμπόροις τῶν αἰσχρῶν ἡδονῶν· μὴ πέμψῃς τοὺς ὀφθαλμοὺς, ὡς θηρατὴς, κατὰ τῶν ἑκουσίως ἀγρευομένων· μὴ χρήσῃ τοῖς χείλεσιν, ὡς βέλεσι, κατὰ τῶν τιτρωσκομένων ἡδέως· μὴ ποιήσῃς τὸ στόμα σου θάνατον· μὴ κατακρίνῃς τὰς χεῖρας ἀσέμνοις περιπλοκαῖς· μὴ καταδικάσῃς τοὺς πόδας δρόμοις αἰσχροῖς· μὴ ἀνατρέψῃς τὸν καλόν σου δρόμον δρόμοις κακοῖς· μὴ σκορπίσῃς τῆς ἁγνείας τοὺς μαργαρίτας, οὓς ἀπόνως ἐξέλεξας· μὴ γένῃ πάλιν φθορᾶς ἐργαστήριον· μὴ παλινδρομήσῃς πρὸς τὴν ἀρχαίαν σου ἀπάτην· μὴ τὴν προτέραν ἀναλάβῃς σκηνήν· μὴ οἰκοδομήσῃς κακῶς ἃ κατέλυσας καλῶς· μὴ δέξῃ σύμβουλον τὸν ὄφιν, ἵνα μὴ γυμνωθῇς ὡς ἡ Εὔα· μὴ καταλείπῃς ἡδονῇ τὴν πηγὴν τῆς πίστεως, ἵνα μὴ ῥίψῃ κατὰ σοῦ τὸν ἰὸν ὁ δράκων ὁ πολύμορφος· μὴ κοιμηθῇς τῆς ἡδυπαθείας τὸν ὕπνον, ἵνα μὴ κινήσῃς καθ' ἑαυτῆς τὸν δίκαιόν μου θυμόν· μὴ μετὰ τοσοῦτον μύρον, βόρβορον ἐπιχέῃς ἑαυτῇ· μὴ γένῃ πάλιν ὃ ἦς· ἅπαξ ἐκαθαρίσθης, ἅπαξ ἐχωνεύθης· μεῖνον σωφροσύνης ἄγαλμα νεουργὸν, ἵνα μὴ χωνευθῇς τῷ πυρί. Πορεύου εἰς εἰρήνην· ἀπάγγελλε τοῖς ἀπαντῶσι, πῶς ἀγαθός εἰμι καὶ φιλάνθρωπος· ἐπιδείκνυε τοῖς ἀγνοοῦσι τὸν ἀποσμήξαντά σου τὸν ῥύπον· γενοῦ λοιπὸν σαγήνη ζωῆς. Ἕως τῆς παρούσης ἡμέρας τοὺς νέους πρὸς ἀπώλειαν ἤγρευες· ἀπὸ τῆς παρούσης ἡμέρας πάντας ἀνθρώπους πρὸς σωτηρίαν ἁλίευε· βόα πρὸ τοῦ Παύλου, ὡς πρὸ τοῦ Παύλου σαγηνευθεῖσα· Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς παρεγένετο ἐν κόσμῳ ἁμαρτωλοὺς σῶσαι, ὧν πρώτη εἰμὶ ἐγώ.

Ταύτης τὴν μετάνοιαν ζηλώσωμεν ἅπαντες, ἵνα τὴν ἴσην παῤῥησίαν κτησώμεθα· λύσωμεν τὰς ἀδικίας, ὡς ἐκείνη τὰς τρίχας· τοιαῦτα δάκρυα ῥάνωμεν, ἵνα τοιαῦτα φάρμακα λάβωμεν· οὕτω φιλήσωμεν τὸν ∆εσπότην, ἵνα οὕτω φιληθῶμεν παρ' αὐτοῦ· κρατήσωμεν καὶ ἡμεῖς πίστεως χερσὶ τὸν ἡδέως κρατούμενον, καὶ μηδέποτε καταλείπωμεν αὐτὸν, ἕως ἂν αὐτοῖς τοῖς πράγμασιν εἴπῃ καὶ πρὸς ἡμᾶς· Ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι. Θαρσεῖτε, τέκνα· ἡ πίστις ὑμῶν σέσωκεν ὑμᾶς. Καὶ τὴν πίστιν ἐκείνης ταῖς ἡμετέραις ἐννοίαις ἐγγράψωμεν, δόξαν ἀναπέμποντες τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.