1

 2

 3

 4

 5

 6

 7

 8

3

ἕλκη, καὶ λαβῶ τὸ φάρμακον, Εἰσέλθω πρὸς τὴν μόνην ζωὴν, ἡ διὰ τῆς φαυλοτάτης ζωῆς ἐμαυτὴν ἀποσχοινίσασα τῆς ζωῆς· εἰσέλθω πρὸς τὸν φιλάνθρωπον δικαστὴν ἡ κατάκριτος. Πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως λύσω τὰς εὐθύνας, πρὸ τῆς φοβερᾶς κρίσεως διαφύγω τὴν κρίσιν, πρὸ τοῦ φρικτοῦ βήματος ὑποκλέψω τὰς μάστιγας· πρὶν ἴδω τὸν Χριστὸν δικαστικῶς ἀποφαινόμενον, ἴδω φιλανθρώπως διαλεγόμενον· πρὶν φοβηθῶ κολάζοντα, κολακεύσω παρόντα. Οὐ πρώτη τὴν πρὸς αὐτὸν ὁμιλίαν τολμῶ· ἤδη καὶ ἄλλη, ὡς ἤκουσα, γυνὴ Σαμαρεῖτις, ἐν νόμῳ παράνομος, συνέτυχεν ἐπὶ τῆς πηγῆς τῇ πηγῇ, καὶ ἀπῆλθε θεογνωσίαν ἀντλήσασα. Καὶ πάλιν ἑτέρα τις γυνὴ τῶν Χαναναίων γένους, τοῦ καταράτου καὶ δουλικοῦ σπέρματος ἐλεύθερον βλάστημα, ἐν ἐντυχίᾳ εἰσελθοῦσα κατὰ δαίμονος τυραννοῦντος αὐτῆς τὴν μονογενῆ, ἀνέστρεψε λαβοῦσα τὴν ἐξουσίαν κατὰ τοῦ δαίμονος, καὶ γέγονεν ἡ μήτηρ τῇ θυγατρὶ ἰατρὸς, καὶ ὁ δαίμων ὁ ἀπηνὴς οὗτος καὶ βάρβαρος οὐκ ἐτόλμησεν οὐκέτι πλησιάσαι τῇ κόρῃ, φοβηθεὶς τῆς τοῦ Χριστοῦ φωνῆς τὸ διάταγμα. Μιμήσωμαι τοίνυν κἀγὼ ταύτην, καὶ γένωμαι παρὰ τὸν πάντα χαριζόμενον καὶ δυνάμενον καὶ ἑλόμενον· χρήσωμαι τῇ συνηθείᾳ τῆς ἀναιδείας πρὸς τὸ ἐμοὶ συμφέρον· ἐπισταθῶ τῷ Σωτῆρι ἑστιωμένῳ αὐτόκλητος, καθάπερ πόλιν ὑπὸ πολλῶν εὐωχουμένων ἔχουσα μορφήν· λύσω τὰς κόμας, καὶ θρηνήσω τὴν ἐμαυτῆς ἀθλιότητα· χαλάσω τὰ πολύπλοκα δίκτυα, ἵνα θηράσω τὸν ἔλεον ἀφειδῶς χορηγοῦντα· κλαύσω καλῶς ἅπαξ, ἡ γελάσασα πολλάκις κακῶς· κλαύσω νῦν ἐπὶ τοῦ φιλανθρώπου κριτοῦ, ἵνα μὴ κλαύσω τὸ τελευταῖον ἀνόνητα· θρηνήσω νῦν ὀλίγον, ἵνα μὴ θρηνήσω τότε πολλά· κατακλύσω τοῦ Χριστοῦ τοὺς πόδας τοῖς δάκρυσιν, ἵνα μοι ἀποκλύσῃ τὰς ἐμὰς ἀνομίας τοῖς ῥήμασιν· ἀπομάξω τοῖς πλοκάμοις τὰ δάκρυα, ἵνα προσγένηταί τις ἐκ τούτου καὶ τούτοις ἁγιασμός· καταφιλήσω τὰ ἄχραντα ἴχνη, ἅπερ καὶ τὸ πέλαγος κατεφίλησεν, ἵνα τοῖς σώφροσι φιλήμασιν ἀποπτύσω τὸν ἐκ τῶν ἀσελγῶν φιλημάτων ἰόν· περιπτύξομαι τὰ θεῖα μέλη, τὰ παρθενικὰ, τὰ ἐκ παρθένου, ἵνα τοῖς ἐμοῖς μέλεσι τοῖς κατακρίτοις ἐξ ἐκείνων τῶν ἁγίων μελῶν ἐποχετεύσω δικαιοσύνης σταγόνα τινά.

Ἐπικαμφθήσεται πρὸς ταῦτα ὁ εὔσπλαγχνος· ἐλεήσει προσπίπτουσαν, ἢν ἁμαρτάνουσαν οὐκ ἐκόλασεν· ἐλεήσει γονυπετοῦσαν, ἣν ἄτακτα χορεύουσαν εὐεργετῶν διετέλεσεν· ἐλεήσει σωθῆναι βουλομένην, ἣν ἀπολλυμένην εὑρὼν ἔφερε πράως. Οὐ φέρει δάκρυα γνήσια παριδεῖν, οὐ δύναται καὶ περὶ ἐμὲ μὴ φανῆναι, ὅπερ πέφυκεν, εὔσπλαγχνος· μεγάλα δύναται παρ' αὐτῷ ἐκ τοῦ βάθους τῆς ψυχῆς ἀνερχόμενος στεναγμός· μεγάλην παῤῥησίαν ἔχει πρὸς αὐτὸν ἡ μετάνοια· λαλήσει πάντως καὶ πρὸς ἐμὲ ἥμερόν τι καὶ γαληνὸν, καὶ πρέπον αὐτοῦ τῇ θεότητι. Ταῦτα ἐμελέτησεν ἡ σοφὴ, ταῦτα ἔπραξεν ἡ πιστή. Καὶ τῷ γυναικείῳ περιβολαίῳ στολισαμένη, παρθενικῶς, ἀλλ' οὐ πορνικῶς, καὶ οὕτω κρύψασα πᾶσαν αὐτῆς τὴν μορφὴν τὴν πρὸ τούτου πᾶσι προκειμένην, ὡς ἐν θεάτρῳ, καὶ περισκοπήσασα πανταχόθεν ἀσφαλῶς, ἵνα μή τι σχῆμα πορνικὸν συνεισέλθῃ αὐτῇ πρὸς τὸν Κύριον κατηγοροῦν αὐτὴν, εἰσέδραμεν εἰς τὸ τοῦ Φαρισαίου δωμάτιον, καὶ τοῖς δεσποτικοῖς παραστᾶσα ποσὶν, ἐπλήρου τὴν προμελετηθεῖσαν βουλήν. Κομίσασα γὰρ, φησὶν, ἀλάβαστρον μύρου, καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω, κλαίουσα ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ, λαλοῦσα τῇ σιωπῇ, καὶ βοῶσα τῇ σιγῇ, καὶ φθεγγομένη τῇ ψυχῇ πρὸς τὸν εἰδότα ψυχῶν ὀδυνωμένων ἀκούειν, καὶ μὴ φθεγγομένων στομάτων, τοιαύτην ἱκεσίαν, ὡς εἰκὸς, τοῖς δάκρυσι γράφουσα· Ἐῤῥίφθην ὡς πρόβατον ἀπολωλός· ἀλλ' ἐπέγνων σε ∆εσπότην, τὸν ἐμὸν ποιμένα καὶ Κύριον· ἐγενόμην θηριάλωτος βουληθεῖσα, ἀλλ' ἔλαβον αἴσθησιν ἐκφυγεῖν τῶν πικρῶν δηγμάτων τοῦ λύκου· ἐναυάγησα πολλάκις ἐθέλουσα, ἀλλ' ἐσώθην ἐκ τοῦ ναυαγίου, κρατήσασα τὴν σὴν παρουσίαν, ὡς ἄγκυραν. Ἀλλ' οὐκ ἔχω παῤῥησίαν·