2
γένωνται περὶ τοὺς ἄλ λους. Εἰ γὰρ μὴ ἡμάρτανον αὐτοὶ, οὐδεμίαν συγ γνώμην εἶχον δοῦναι τοῖς ἁμαρτάνουσιν, ἀλλ' ἀπάν θρωποι γενόμενοι πάντας ἐκθερίζειν εἶχον τῆς Ἐκ κλησίας. Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, φέρε ἐξ αὐτῆς τῆς θεωρίας εἴπωμεν· Πέτρος ἔμελλε πιστεύεσθαι τὰς κλεῖς τῆς Ἐκκλησίας, μᾶλλον δὲ καὶ ἐπιστεύθη τὰς κλεῖς τῶν οὐρανῶν, καὶ ἤμελλε πιστεύεσθαι τὸ πλῆ θος τοῦ λαοῦ. Τί γάρ φησι πρὸς αὐτὸν ὁ ∆εσπότης; Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. Ἦν μὲν οὖν ὁ Πέτρος ἠρέμα πως καὶ ἀπότομος· εἰ δὲ καὶ ἔσχε τὸ ἀν αμάρτητον, ποίαν ἂν συγγνώμην οἱ παρ' αὐτοῦ διδα σκόμενοι ἐλάμβανον; Ἀλλὰ διὰ τοῦτο πραγματεύεται ἡ θεία χάρις ἁμαρτήματί τινι περιπεσεῖν αὐτὸν, ἵνα ἐξ ὧν αὐτὸς ἔπαθε, φιλάνθρωπος γένηται περὶ τοὺς ἄλλους. Καὶ βλέπε τίνα συγχωρεῖ περιπεσεῖν ἁμαρ τίᾳ· Πέτρον ἐκεῖνον, τὴν κορυφὴν τῶν ἀποστόλων, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὴν πέτραν τὴν ἀῤῥαγῆ, τὸν πρῶτον τῆς Ἐκκλησίας, τὸν λιμένα τὸν ἀκατα μάχητον, τὸν πύργον τὸν ἀσάλευτον. Πέτρος ἐκεῖνος ὁ λέγων τῷ Χριστῷ· Κἂν δέῃ με σὺν σοὶ ἀποθα νεῖν, οὐ μή σε ἀπαρνήσομαι· Πέτρος ὁ ἐκ θείας ἀποκαλύψεως τὴν ἀλήθειαν ὁμολογήσας· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· οὗτος εἰσελ θὼν ἐν τῇ νυκτὶ ἐκείνῃ ᾗ παρεδόθη ὁ Χριστὸς, καὶ στὰς ἐπὶ τῆς πυρκαϊᾶς θερμαινόμενος, καί τις, φησί, κόρη προσελθοῦσα λέγει αὐτῷ, Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς· ὁ δὲ Πέτρος· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Ἄρτι ἔλεγες· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν· νῦν ἀρνῇ καὶ λέγεις, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον; Ὦ Πέτρε, τοῦτό ἐστιν ὅλον ὃ ἐπηγγείλω; οὔπω βασάνους, οὔπω μάστιγας εἰδὼς, ἀλλ' ἁπλῶς μικρᾶς κόρης ῥῆμα ἀκούσας, εἰς ἄρνησιν ἐχώρησας. Ἀρνῇ, Πέτρε; οὔπω βασανιστήρια, οὔπω μάστιγες, οὔπω πληγαὶ, οὔπω θυμοὶ, οὔπω ἄρχον τες, οὔπω ξίφη ἠκονημένα, οὔπω διατάγματα κείμενα, οὔπω βασιλεῖς ἀπειλοῦντες, οὔπω θάνατοι προσδοκώμενοι, οὔπω φυλακαὶ καὶ κρημνοὶ καὶ θά λασσα, οὔπω οὐδὲν τῶν τοιούτων, καὶ ἤδη ἠρνήσω, Οὐκ οἶδα τὸν ἄνθρωπον; Πάλιν ἡ κόρη πρὸς αὐ τόν· Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς. Ὁ δὲ πρὸς αὐτήν· Οὐκ οἶδα τὸν ἄνθρωπον ὃν λέ γεις. Τίς ἐστιν ὁ λέγων σοι, ὅτι ἀρνῇ; Οὐδεὶς τῶν ἀναγκαίων, ἀλλὰ γυνὴ, καὶ αὐτὴ θυρωρὸς, ἀπεῤῥιμμένη, αἰχμάλωτος, μηδενὸς λόγου ἀξία, αὕτη λέγει, καὶ σὺ ἀρνῆσαι; Ὢ καινῶν πραγμάτων! κόρη τὸν Πέτρον ἐκεῖνον, πόρνη προσελθοῦσα τοῦ Πέτρου τὴν πίστιν ἐτάραξε· Πέτρος, ὁ στῦλος, ὁ πρό βολος, οὐκ ἐβάστασεν ἀπειλὴν κόρης, ἀλλὰ μόνον ἐλάλησε, καὶ ὁ στῦλος ἐσαλεύθη, καὶ αὐτὸς ὁ πρό βολος ἐχειμάζετο Τίνα εἶδες, Πέτρε, ὅτι ἀρνῇ; κόρην εὐτελῆ, καὶ εὐκαταφρόνητον θυρωρόν· ταῦτα εἶδες καὶ ἀρνῇ; Πάλιν οὖν τὸ τρίτον· Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς· ὅμως ἠρνήσατο 50.728 τὸ τρίτον. Καὶ οὕτω λοιπὸν ἐμβλέψας ὁ Ἰησοῦς εἰς ἀνάμνησιν αὐτὸν ἤνεγκε τῶν λεχθέντων· ὁ δὲ συνιεὶς ἤρξατο κλαίειν καὶ μετανοεῖν ἐπὶ τῇ ἁμαρτίᾳ.
Ἀλλ' ὅμως ὁ φιλάνθρωπος συνεχώρησεν αὐτῷ τὴν ἁμαρ τίαν· ᾔδει γὰρ ὅτι ὡς ἄνθρωπος ἀνθρώπινόν τι ὑπ έστη· ἀλλ', ὡς προεῖπον, διὰ τοῦτο ᾠκονομήθη. καὶ τῷ Πέτρῳ συνεχωρήθη ἁμαρτῆσαι, ἐπειδὴ ἔμελλε πι στεύεσθαι λαὸν πολὺν, ἵνα μὴ ἀπότομος ὢν καὶ ἀνα μάρτητος, ἀσύγγνωστος εἰς τοὺς ἰδίους ἀδελφοὺς ᾖ. Ὑπέπεσεν ἁμαρτίᾳ, ἵνα ἐννοῶν τὸ ἴδιον ἁμάρτημα καὶ τὸ τοῦ ∆εσπότου συγχώρημα, συγχω ρήσῃ καὶ τοῖς ἄλλοις φιλανθρωπίας χάριν κατὰ διοίκησιν θείαν Θεῷ ἁρμόζουσαν. Αὐτὸς γὰρ συνεχω ρήθη ἁμαρτῆσαι ὁ τὴν Ἐκκλησίαν μέλλων πι στεύεσθαι, ὁ στῦλος τῶν Ἐκκλησιῶν, ὁ λιμὴν τῆς πίστεως, Πέτρος ὁ διδάσκαλος τῆς οἰκουμένης συν εχωρήθη ἁμαρτῆσαι, ἵνα ἡ συγχώρησις τούτου ὑπό θεσις φιλανθρωπίας τοῖς ἄλλοις γένηται. Ταῦτα δέ μοι διὰ τί εἴρηται; Ὅτι καὶ ἡμεῖς οἱ ἱερεῖς οἱ ἐπὶ θρόνου καθήμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συνδε δέμεθα.