1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

∆ιὰ τοῦτο γὰρ οὐκ ἄγγελος, οὔτε ἀρχάγγε λος ἐπιστεύθη ἱερατεύειν (ἀναμάρτητοι γάρ εἰσιν), ἵνα μὴ διὰ ἀποτομίαν τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ἀθρόον κεραυνοβολῶσιν· ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπου ἐπιστεύθη τὸν θρόνον τοῦτον, καὶ αὐτὸς ἡδονῇ καὶ ἁμαρτίᾳ συνδεδεμένος, ἵνα ὅταν λάβῃ τινὰ ἁμαρ τάνοντα, ἐκ τῶν οἰκείων πλημμελημάτων φιλαν θρωπότερος γένηται πρὸς ἐκεῖνον τὸν ἁμαρτήσαντα. Εἰ γὰρ ἦν ἄγγελος ἱερεὺς, καὶ ἔλαβέ τινα πορνεύ σαντα, εὐθὺς ἀνῄρει αὐτὸν, αὐτὸς τῷ πάθει τούτῳ οὐ συμπεπλεγμένος. ∆ιὰ τοῦτο εἰ ἔλαβεν ἄγγελος τὴν ἐξουσίαν τοῦ ἱερατεύειν, οὐκ ἐδίδασκεν, ἀλλ' εὐ θέως ἀνῄρει διὰ τὸ ἐκεῖνον μὴ εἶναι τοιοῦτον, εἰς ὀρ γὴν αὐτὸν ἔφερε κατὰ τοῦ τοιούτου. Ἀλλὰ διὰ τοῦτο ἄνθρωπος ἐπιστεύθη, εἰδὼς τὰ πλημμελήματα ἑαυ τοῦ, καὶ ἐκ πείρας ἔχων, ἵνα συγγινώσκῃ τοῖς ἁμαρ τάνουσι, καὶ μὴ κινῆται διὰ τῆς ὀργῆς, καὶ σχο λάζῃ ἡ Ἐκκλησία διὰ τῆς συναγωγῆς.

βʹ. Τί δὲ μέχρι Πέτρου ἑστὼς τὴν ὑπόθεσιν ταύτην τοιαύτην εἴρηκα, καὶ οὐκ

ἀνέρχομαι μικρῷ τῷ λόγῳ ἐπὶ ἄλλο πρόσωπον; Φέρε μοι εἰς τὸ μέσον· λέγω δὴ Ἠλίαν, τὸν προφήτην ἐκεῖνον, τὸν ἐπίγειον ἄγγε λον καὶ ἐπουράνιον ἄνθρωπον, τὸν χαμαὶ βαδίζοντα καὶ τὰ οὐράνια ἡνιοχοῦντα, τὸν τρίπηχυν ἄνθρωπον καὶ ὑψηλοβατοῦντα, καὶ εἰς αὐτὰς ἀναπετασθέντα τοῦ οὐρανοῦ τὰς ἁψῖδας, τὸν τῶν ὑδάτων ταμίαν, οὗ ἡ γλῶττα θησαυρὸς ἐγένετο τῶν ὑδάτων καὶ κλεῖς τῶν οὐρανῶν· ὁ πένης καὶ πλούσιος, ὁ ἰδιώτης καὶ φιλόσοφος· πένης μὲν, ὅτι μηδὲν ἐκέκτητο, πλούσιος δὲ, ὅτι τὰ νέφη τοῦ ὑετοῦ ἐν τῇ γλώττῃ κατεῖχε. Καὶ αὐτὸς ἀπότομος ἦν περὶ τοὺς ἁμαρτάνοντας οὕτως ὡς εὔξασθαί ποτε ὑετὸν μὴ δοῦναι· καὶ τί λέγει; Ζῇ Κύριος, φησὶν, εἰ ἔσται ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου. Τί ποιεῖς, Ἠλία; τί ἀποφαίνῃ; κἂν εὖξαι τὸν ∆εσπότην, καὶ οὕτω πλήρωσον τὸν λόγον· Ζῇ Κύριος, εἰ ἔσται ὑε τὸς, εἰ μὴ διὰ στόματός μου.

Ποῦ εἰσὶν οἱ αἱρετικοὶ οἱ λέγοντες, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ εὔχεται; Ἄθλιε καὶ ταλαίπωρε καὶ ἀναίσχυντε· Ἠλίας ἀποφαίνεται, καὶ ὁ Υἱὸς εὔχεται; ὁ δοῦλος κελεύει, καὶ ὁ ∆εσπότης παρακαλεῖ; οὐδὲ ὡς τῷ Ἠλίᾳ χαρίζῃ αὐτῷ τὴν τι 50.729 μήν; οὐ θέλεις ὡς τῷ δούλῳ οὕτω καὶ τῷ ∆εσπότῃ τὴν ἰσομοιρίαν χαρίσασθαι; Οὐκ εὔχεται ἐκεῖνος, οὐ δὲ παρακαλεῖ, ἀλλὰ λόγον ἀληθείας προέβαλε, καὶ τὸν οὐρανὸν ἔκλεισεν. Εὖξαι πρῶτον, Ἠλία. Ἀλλὰ τί Ἠλίας; Οἶδα τὸν ἐμὸν ∆εσπότην, ὅτι ὑπακούει μου· ἀπὸ γὰρ ζήλου τοῦτο ποιῶ. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! εἶδες ∆εσπότην ὑπὸ εὐνοίας δούλου νενι κημένον; Καὶ γὰρ ὁ Ἠλίας ἀπὸ ζήλου πολλοῦ τοῦτο ἐποίησεν. Ἔβλεπε γὰρ πολλὰ ἄτοπα γινόμενα· ἔβλεπε πορνείαν μετὰ πολλῆς τῆς κακίας πολιτευομένην. Νὺξ γὰρ ἦν, δι' ὃ καὶ κατεῖχε τὴν οἰκουμένην ἅπασαν· νεφέλη πυκνοτάτη ἐκάλυπτε τὰ σύμπαντα. Πάντες γὰρ προέκοπτον ἐπὶ τὸ κακόν· οἰκουμενικὸν ἦν ναυά γιον, οὐχ ὑδάτων, ἀλλὰ ἀσελγείας· σωφροσύνη ἐκ ποδὼν, καὶ ἀκολασία ἐπομπεύετο· ἀρετὴ ἐδιώκετο, καὶ κακία ἐνηβρύνετο· βουνοὶ καὶ ὄρη, καὶ νάπαι, καὶ ὁδοὶ, καὶ ταμεῖα καὶ ὁ ἀὴρ ἐμολύνετο· ὁ ἥλιος ἐκα πνίζετο, ἡ γῆ ἐμιαίνετο, ὁ οὐρανὸς ἐξουθενεῖτο, ἡ κτίσις, πᾶσα ἐνόσει ἀπὸ εἰδωλολατρείας· ὡς ἐν νυκτὶ πάντες περιεπάτουν, οὐδενὶ προσέχοντες τῶν κτισμά των, λίθον ἔβλεπον, καὶ ὡς θεὸν προσεκύνουν· ξύλον ἔβλεπον, καὶ τοῦτο ὁμοίως θεὸν ἐνόμιζον. Νὺξ αὐτοὺς εἶχε πυκνοτάτη· τὸν κτίστην ἔβλεπον, καὶ τοῖς κτί σμασι προσεκύνουν. Ἠλίας μόνος ἦν τὸν λύχνον ἔχων τῆς ἀρετῆς, καθάπερ ἐπὶ κορυφῆς ὄρους τῆς φιλο σοφίας καθεζόμενος καὶ ἀσκῶν, μόνος μὲν ἔχων τὸν λύχνον τῆς εὐσεβείας, οὐδένα δὲ ὠφέλει τὸ φώτισμα διὰ τὸ κάρῳ αὐτοὺς κατακεῖσθαι, καὶ εἰδωλολατρείᾳ αὐτοὺς κατέχεσθαι.

Ἐμαίνετο οὖν ὁ Ἠλίας, ἐπρίζετο, ὠδύρετο, ῥήματα ἐλάλει, οὐδεὶς ἤκουε· παρεκά λει, οὐδεὶς ἠνέσχετο· λοιπὸν ἀπὸ ζήλου προσαγαγεῖν αὐτοὺς θέλει καὶ