1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

μὲν κακῶν ἐκεῖνον ἐάσας εἶναι πρόξενον, τῶν δὲ ἀγαθῶν ἑαυτόν· ἀλλ' ἐξεδέχετο τὴν τοῦ δούλου παράκλησιν. Εἶτα οὐδὲ οὕ τως ἐκεῖνος ἐκάμπτετο, ἀλλὰ ἀπονοίᾳ τινὶ κεχρη μένος οὕτως ἐβάδιζε τὴν ὁδὸν, ἀσπλαγχνίαν περιβε βλημένος, οὐδενὸς λόγον ποιούμενος· ὥσπερ εἶπον γὰρ ἀπὸ ζήλου ἐμέθυε.

Τί ἀπονενόησαι, Ἠλίᾳ; τί τοσαύτην ἐνεδύσω ἀπανθρωπίαν; ἔκδεξαι ὀλίγον, καὶ ἐλεγχθήσῃ καὶ αὐτὸς ὑπὸ ἁμαρτίαν ὤν. ∆ιὰ τὴν ἁμαρτίαν τῶν ἐνοικούντων αὐχμὸν ἐκάλεσας, καὶ οὐ ρανὸν ἔκλεισας, καὶ γῆν ἐχαλίνωσας, καὶ τὸν δρόμον τῆς φύσεως ἐκράτησας, καὶ οὐδὲ ἀξιῶσαι βούλει περὶ τῶν γεγενημένων; μετ' οὐ πολὺ καὶ αὐτὸς ἐλεγχθήσῃ ὑπὸ ἁμαρτίαν ὢν, καὶ φιλανθρωπίας τυχὼν παρὰ τοῦ ∆εσπότου σου, ἵνα φιλανθρωπότερος γένῃ περὶ τοὺς συνδούλους σου.

γʹ. Σήμερον δὲ ὑπὲρ τῶν αὐτῶν διὰ τοῦτο ἐξῆλθον τὸν λόγον εἰπεῖν, ὅτι διὰ

τοῦτο οὐκ ἐγένετο ἄγγελος ἱερεὺς, ἀλλ' ἄνθρωπος ἐξ ἀνθρώπου, ἵνα μὴ παρὰ ἀναμαρτήτου ἀναιρῶνται οἱ ἁμαρτάνοντες. Εἰ γὰρ ἄγγελος ἦν μὴ ἁμαρτάνων ὁ ἱερεὺς, τοὺς ἁμαρτά νοντας παραχρῆμα ἂν ἐκόλαζεν, ἀλλὰ διὰ τοῦτο ἄν θρωπος γέγονεν, ἵνα συγγινώσκῃ τῷ ὁμοιοπαθεῖ, ὑπόμνησιν λαμβάνων ἐκ τῶν ἰδίων παθῶν τοῖς ὁμο φύλοις. Εἶτα παρηγάγομεν, ὅτι καὶ τοὺς μεγάλους, οἷς ἔμελλε πιστεύειν λαὸν πολὺν, συνεχώρησεν ἁμαρ τίᾳ ὑποπεσεῖν, καὶ συγγνώμην αὐτοῖς δοῦναι ἵνα μετὰ ταῦτα καὶ αὐτοὶ ἐξ ὧν ἐπαιδεύθησαν φιλαν θρωπότεροι γένωνται. Καὶ Πέτρον παρήγαγον τὸν τοιοῦτον ἀπόστολον, συγχωρηθέντα μὲν ἁμαρτῆσαι, μετανοίᾳ δὲ ἐξαλείψαντα τὴν ἁμαρτίαν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ∆εῦρο δὴ καὶ ἐπὶ τὸν Ἠλίαν ἐπανέλ θωμεν, καὶ δείξωμεν αὐτοῦ τὸ πέλαγος τῶν κατορ θωμάτων, ὅτι Θεὸς μὲν ἠθέλησε φιλανθρωπεύσασθαι, Ἠλίας δὲ οὐκ ἐφιλανθρωπεύσατο· καὶ ἤθελε δοῦναι ὑετὸν, ἀλλ' ἐζήτει ἀξίωσιν παρὰ τοῦ δούλου. Τί οὖν; Παρῆλθεν ὁ Ἠλίας ὅλην τὴν ὁδὸν, καὶ ἦλθεν εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ εἶδε γυναῖκα χήραν τινὰ ξυλευομένην. Ἀλλ' ὅμως βλέπε τοῦ Ἠλίου τὴν φιλοσο-φίαν καὶ τὴν πίστιν. Πάλιν ἄλλο πέλαγος αὐτὸν δι εδέξατο ἀρετῆς. Οὐκ εἶπε τῷ Θεῷ· Πρὸς τίνα με πέμπεις; τοσού τους με ποιεῖς κινδύνους ὑπομεῖναι, καὶ πρὸς χήραν με πέμπεις εἰς ἔσχατον λιμόν; μὴ γὰρ οὐκ εἰσὶν ἄλ λοι ἄνδρες εὐπορώτεροι, δυνάμενοι τὴν πενίαν μου παραμυθήσασθαι; ἀλλὰ τοσαύτην γῆν βαδίζω, ἵνα πρὸς χήραν ἀπαντήσω, εἰς αὐτὴν τὴν συμφορὰν τῶν κακῶν, καὶ οὐ μόνον χήραν, ἀλλὰ καὶ πενιχράν; Ἐννόησον πῶς οὐδὲν τούτων εἶπεν ὁ θεράπων· ἐθάῤ ῥει γὰρ τῷ ἑαυτοῦ ∆εσπότῃ τῷ ἐκ τῶν ἀδυνάτων δυνατὰ ποιοῦντι. Ἄπελθε, φησὶν, εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ ἰδοὺ μία χήρα ξυλευομένη. Τί οὖν ἐπιβαίνεις ἔτι, Ἠλία; τί δὲ προστρέχεις τῇ χήρᾳ; εἶδες τὰ προπύλαια τῆς πενίας, μὴ ἐρώτα τὰ πάθη τῆς μετριότητος· εἶδες τὴν εἴσοδον τῆς πενίας, μη δὲν ἐρώτα περὶ τῶν ἔνδον. Ποῦ ἐπεισέρχῃ, Ἠλία; εἶδες ξυλευομένην, καὶ τραφῆναι ζητεῖς παρ' αὐτῆς; Ἀλλ' ὅμως ἔχων ἐνέχυρον τοῦ ∆εσπότου τὸν λόγον, ἀπῄει διαλεγόμενος τῇ χήρᾳ. Καὶ τί φησι; ∆ός μοι μικρὸν ὕδωρ, ἵνα πίω.

Ὁρᾷς σοφίαν τοῦ Ἠλίου; πῶς οὐκ εὐθέως ἐπὶ τὸ ἰσχυρότερον ἀπῆλ θεν, ἀλλ' ἐπὶ τὸ εὐτελέστερον; οὐκ εἶπε, ∆ός μοι ἄρτον, ἀλλὰ ∆ός μοι ὕδωρ. Πρῶτον ὕδωρ ζητεῖ, στο χαζόμενος, ὅτι ἂν εὐπορήσῃ ὕδατος, δύναται καὶ ἄρτου εὐπορῆσαι. ∆ός μοι, φησὶ, μικρὸν ὕδωρ· Ἀπελθοῦσα δὲ ἡ χήρα ἤνεγκεν αὐτῷ, καὶ ἔπιε· καὶ οὕτω θαρσήσας φησί· Λήψῃ δή μοι καὶ ψωμὸν ἄρ του, καὶ φάγομαι. Ἡ δὲ εἶπε πρὸς αὐτόν· Ζῇ Κύ ριος, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, ὃ ποιήσομεν καὶ φαγόμεθα ἐγώ τε καὶ τὰ παιδία μου, καὶ ἀποθανούμεθα. Τί οὖν ὁ Ἠλίας; Ἄπελθε, φησὶ, καὶ ποίησόν μοι ἐγκρυφίαν κατα μόνας, καὶ φάγω, καὶ οὕτω ποιήσεις τοῖς τέκνοις σου, καὶ φάγονται.

Τί ποιεῖς, Ἠλία; ἔστω, ἄρτον 50.732 θέλεις, τί καὶ καταμόνας καὶ ἐν πρώτοις ζητεῖς; οὐ γὰρ ὀφείλεις εὐχαριστῆσαι, ἵνα μετὰ τῶν τέκνων φά γῃς; σὺ θέλεις φαγεῖν