1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

1

In sanctum pascha (sermo 7) [Sp.]

1 Χθὲς μέν, ἀδελφοί, περὶ τῆς προθεσμίας τοῦ ἁγίου πάσχα τινὰ ἐλαλοῦμεν καί, ἐπειδὴ ἔδοξέ τις ἀμφιβολία γίνεσθαι, ἐσημάναμεν ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι πρὸ πολλοῦ οὔτε τὴν ἀμφιβολίαν ἠγνοήσαμεν οὔτε τὴν προθεσμίαν, καὶ περὶ τούτων ἀρκούντως ἐρρήθη, εἴ γε ἐν μνήμῃ τῶν εἰρημένων τὴν δύναμιν ἔχετε· ἠπείγμεθα δὲ εἰπεῖν σήμερον τὴν αἰτίαν τῆς παρολκῆς καί, ἐπείπερ ἡ τοιαύτη διήγησις ἀπαιτεῖ ὅλου τοῦ πρὸς τὸ πάσχα τόπου τὴν θεωρίαν, βουλόμεθα, ἐὰν καὶ ὁ κύριος βούληται, ἀναλαβεῖν τὴν ὑπόθεσιν καὶ ὅση δύναμις ἐξειπεῖν τοῦ μυστηρίου τὰ 2 θεωρήματα.

Καὶ ἐπείπερ πολλὴ καταδρομὴ τῶν ἐναντίων γίνεται ἀγνοούντων τῆς ἀληθείας τὴν φύσιν καὶ αἱρετικοὶ ἀποσκιρτήσαντες φαίνονται καὶ Ἰουδαῖοι ἐπαγγέλλονται πάσχα τελεῖν, Χριστιανῶν δὲ μόνων τὸ μυστήριον τοῦτό ἐστιν καὶ ἡ τοῦ μυστηρίου τελετὴ παρ' ἡμῖν μετὰ ἀκριβείας συνίσταται, θέλω ἁπάντων τε ἐκείνων συντόμως μνησθῆναι καὶ ἀπαμφιάσαι τὴν σύγχυσιν ἀπὸ τοῦ καθ' ἡμᾶς μυστηρίου καὶ οὕτως ἑκάστου χρόνου εἰπεῖν τὴν διάνοιαν, καθὼς ἂν δῷ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ. 3 Πολλάκις γὰρ ἐθεασάμεθα λεγόντων τινῶν· Πῶς τὰ γενέθλια μὲν τοῦ σωτῆρος ἐν ὡρισμένῃ ἡμέρᾳ τελεῖται (γίνεται γάρ, ὡς πάντες ἴσμεν, πρὸ ὀκτὼ καλανδῶν ἰανουα ρίων κατὰ Ῥωμαίους), θεοφάνια δὲ ὡσαύτως (καὶ αὐτὰ γὰρ ἐπιτελεῖται ἡμέρᾳ ὡρισμένῃ τρισκαιδεκάτῃ τετάρτου μηνὸς κατὰ Ἀσιανούς), καὶ μαρτύρων δὲ ὡσαύτως μνήμην ἐπιτελοῦντες πρὸς ἡμέραν ὡρισμένην ἁρμόζομεν τὴν ἀνάμνη σιν, ἐπὶ δὲ τοῦ πάσχα οὐχ οὕτως ἐστὶν ὁ λόγος; Ὅτι οὐ μιᾶς οὐδὲ ἁπλῶς συμβαινούσης ἡμέρας ἐστὶ τὸ μυστήριον, ἀλλὰ πολλῶν προθεσμιῶν, <ὧν> μετὰ διανοίας συναγωγὴν εἰς τὸν τόπον παραλαμβάνομεν διὰ τὴν τῆς θεωρίας 4 ἀνάπτυξιν.

Τηροῦμεν γὰρ καὶ πρῶτον μῆνα, τοῦτον τὸν πρῶτον μῆνα ἀληθῶς τοῦ πρώτου χρόνου, ὃς ἐπ' ἐαρινῆς ἰσημερίας γνωρίζεται-ὁ γὰρ πρῶτον μῆνα τηρῶν ὀφείλει ἰδεῖν τὸν πρῶτον χρόνον, δι' ὃν καὶ πρῶτος μὴν ὀνομάζεται, πάλιν τε ὁ τὸν πρῶτον χρόνον παραλαμβάνων τὴν ἀρχὴν ὀφείλει τοῦ πρώτου χρόνου ἰδεῖν οὐκ ἄλλην τινὰ ἢ ἰσημερίαν ἐαρινήν, ὡς προϊὼν ἐπιδείξω-· ἐπειδὴ οὖν καὶ πρῶτον χρόνον τηροῦμεν καὶ ἰσημερίαν καὶ μετὰ τοῦτο καὶ σελήνης τεσσαρεσκαιδεκάτην καὶ σὺν τούτῳ τὴν τριήμερον, τουτέστι παρασκευὴν σάββατον κυριακήν, καὶ ἀδύνατόν ἐστιν ἑνὸς χρόνου τούτων λείποντος ἐπιτελεσθῆναι τὸ πάσχα, διὰ τοῦτο μὲν οὐ δυνάμεθα μίαν ἡμέραν ὡρισμένην πρὸς τὸ μυστήριον τοῦ πάσχα παραλαμβάνειν, ἀλλ' ὅλας ταύτας τὰς προθεσμίας συναγαγόντες ἀπαρτίζομεν τοῦ σωτηρίου πάθους τὴν θεωρίαν.

5 Βούλομαι οὖν, πρὶν εἰπεῖν τὴν αἰτίαν τῆς ἰσημερίας μυστικὴν οὔσαν καὶ τῆς τεσσαρεσκαιδεκάτης κατὰ σελήνην καὶ ταύτην τῷ μυστηρίῳ συμβαλλομένην καὶ πάλιν τῶν τριῶν ἡμερῶν τὴν αἰτίαν ἁρμόζουσαν πρὸς τὸ τέλος τοῦ μυστηρίου, πρῶτον εἰπεῖν τὴν ἔξω τῶν Ἰουδαίων συνήθειαν καὶ <τῶν> ταύτην ἀλόγως ἐπισυρομένων, εἶθ' οὕτω δια κρῖναι τοῦ ἐκκλησιαστικοῦ μυστηρίου τὴν καθαρότητα· καὶ γὰρ καὶ αἱρετικοὶ τούτου, εἰ καὶ ἐσφαλμένως, ἀλλ' ὅμως ἐξέχονται.

6 Οὔτε γὰρ Ἰουδαῖοι μίαν ἡμέραν ἐμπρόθεσμον πρὸς τὴν τοῦ πάσχα τελεσιουργίαν τηροῦσιν, ἀλλὰ καὶ τὸν <πρῶτον> μῆνα, ὡς οἴονται, τὸν καθ' ἥλιον, καὶ σελήνης τεσσαρεσκαι δεκάτην. Αὐτίκα γοῦν, εἰ συμβαίη τεσσαρεσκαιδεκάτην κατὰ σελήνην παρ' αὐτοῖς ἐμπεσεῖν μήπω ἐνστάντος πρώτου μηνός, ὑπερτίθενται ταύτην τὴν τεσσαρεσκαιδεκάτην καὶ ἐμβόλιμον τριακάδα κατὰ σελήνην ποιοῦντες ἄλλην τεσσα ρεσκαιδεκάτην διὰ τὸν ἡλιακὸν πρῶτον μῆνα παραλαμβά νουσιν, ἵνα