1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

Πάντα οἴχεται, πάντα ἀπέσβη, πάντα ἐκ βάθρων ἦρται <καὶ> δύναντος τοῦ ἡλίου εἰς πένθος μετέβαλεν.

48 Ἐπειδὴ οὖν ταῦτα μεγάλων μυστηρίων χάριν ἐπράττετο ἐπὶ τοῦ σωτῆρος πάσχοντος, διὰ τοῦτο καὶ ἡμεῖς καθ' ἕ καστον πάσχα τοῦ μυστηρίου τὴν σημασίαν ἀνανεοῦσθαι πειρώμενοι καὶ τὰς προθεσμίας συνάγομεν ὅση δύναμις, καὶ παραλαμβάνομεν καὶ τὴν τεσσαρεσκαιδεκάτην, οὐ μόνον διὰ τὰς λοιπὰς θεωρίας τὰς εἰρημένας καὶ τὰς μὴ ῥηθείσας, ἀλλὰ καὶ διὰ τὸ δῦναι τὸν ἥλιον μεσημβρίας, ἵνα φαίνηται οὐ τέχνης ἑλληνικῆς ἀλλὰ δίκης ἔργον τὸ σκότος, ὡς πολλάκις ἐρρήθη, οὐχ ὑποδραμούσης σελήνης ἀλλὰ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ καὶ οὕτως, ὡς ἄν τις εἴποι, κινουμένης γινόμενον, ἵνα ᾖ σημεῖον τοῦ συμβεβηκότος θαύματος ἡ τεσσαρεσκαιδεκάτη τοῖς πᾶσιν αἰώνιον, - παραλαμβάνομεν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν διὰ τὰς προρρηθείσας αἰτίας, καὶ ὁλόκληρον τοῦ μυστηρίου τὴν θεωρίαν τῇ τῶν προθεσμιῶν συνδρομῇ ἐκτελοῦντες καὶ τὴν τῶν Ἰουδαίων ἄνοιαν καὶ τὴν τῶν μὴ τοῦτον τὸν τρόπον ἀσμενιζόντων αἱρετικῶν μανίαν ἀποπεμπόμεθα, καὶ χαρα κτῆρα ὁλοτελῆ τῆς τοῦ παντὸς ἀνακεφαλαιώσεως ἐπὶ τῇ τοῦ πάσχα ἱερᾷ τελετῇ προβαλλόμεθα. Ἐν ὅλαις γὰρ ταῖς προθεσμίαις ταύταις τοῦ Χριστοῦ παθόντος, ἀνάγκη καὶ ἡμᾶς ὡσαύτως ποιεῖν τὸ πάσχα ὅση δύναμις, καί, εἴ τι ἂν τούτων λείποι, σκάζει κινδυνωδῶς ἡ μίμησις.

49 Ἐπεὶ οὖν ἀρκούντως περὶ τούτων ἀκήκοας, ἀναγκαῖον ἂν εἴη λοιπὸν καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν νῦν ἡ τοῦ πάσχα παράτασις γίνεται, ὅπερ ἀρξάμενος τοῦ λόγου ἐπήγγελμαι. Εἰρήκαμεν, ἄδελφε, ὅτι δεῖ ἐπὶ τῷ πάθει καὶ τὴν ἐαρινὴν ἰσημερίαν καὶ τὴν τεσσαρεσκαιδεκάτην κατὰ σελήνην, οὐ πρὸ ἰσημερίας, καὶ τὴν παρασκευὴν καὶ τὸ σάββατον καὶ τὴν κυριακὴν συλλαμβάνειν. Ἐὰν οὖν ποτε συμβαίῃ τὴν τεσσαρεσκαιδεκάτην κατὰ σελήνην πρὸ ἰσημερίας ἐμπίπτειν, ἐκείνην μὲν ἀκυροῦμεν, ἄλλην δὲ ζητοῦμεν τὴν ὀφείλουσαν μετ' ἰσημερίαν γενέσθαι, καὶ συμβαίνει ἐν τούτῳ μῆνα ἐμβόλιμον παρεμπίπτειν εἰς γένεσιν τῆς μετ' ἰσημερίαν τεσσαρεσκαιδεκάτης.

50 Νῦν δέ, ἄδελφε, εἰς τοῦτο τὸ προκείμενον ἡμῖν πάσχα ἡ τεσσαρεσκαιδεκάτη ὡς πρὸ δύο ἡμερῶν τῆς ἰσημερίας ἐμπίπτει καὶ ἄκυρος γίνεται· διὸ ζητοῦμεν τελέσαι τὸν μῆνα τῆς σελήνης καὶ τὴν ἐπιοῦσαν τεσσαρεσκαιδεκάτην παραλαβεῖν, ἵνα ἐν ταύτῃ τὸ πάθος κατὰ μίμησιν τοῦ σωτῆρος ἀπεργασώμεθα· μηνὸς οὖν ἐμβολίμου χρῄζομεν.

51 Ἀλλ' ὥσπερ ἐθεασάμεθα ὅτι, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην πρὸ ἰσημερίας ἐὰν ἐμπέσῃ, οὐ ταύτης ἀλλὰ τῆς μετ' ἰσημερίαν ἁρμοζόντως δεόμεθα, οὕτω πάλιν, κατὰ σελήνην τεσσαρεσκαιδεκάτῃ τῆς κυριακῆς συνελθούσης, οὐκ ἄγομεν ταύτην τὴν κυριακὴν ἀναστάσιμον, ἀλλὰ τῆς ἑξῆς κυριακῆς χρῄζομεν, ὅτι ἡ μὲν τεσσαρεσκαιδεκάτη πάθους ἐστίν-ἐν γὰρ ταύτῃ πέπονθεν ὁ Χριστὸς τῇ παρασκευῇ συνελθούσῃ καί, ὥσπερ τὴν παρασκευὴν ἀναστάσιμον οὐ γνωρίζομεν, οὐδὲ τὴν τεσσαρεσκαιδεκάτην συζυγοῦσαν αὐτῇ-, ἡ δὲ ὀφείλουσα ἐπὶ τῇ ἀναστάσει ὁρίζεσθαι κυριακὴ καθαρὰ παθητικῆς ἡμέρας ὑπάρχειν τέτακται. Ἐὰν οὖν συμπέσῃ αὐτῇ ὁ παθητικὸς τῆς τεσσαρεσκαιδεκάτης ἀριθμός, ταύτην ἀφέντες τὴν ἑξῆς ὡς καθαρὰν πάθους μεταδιώκομεν. Προκειμένου γὰρ ἡμῖν τοῦ κατὰ τὸν σωτῆρα ἐπὶ τῷ πάθει καὶ τῇ ἀναστάσει μιμήματος, ἀεί ποτε τὴν κυριακήν, ἣν μέλλομεν ἐπὶ τῇ ἀναστάσει ὁρίζειν, ἐλευθέραν πάθους ὡς ὁ δεσπότης διαφυλάττομεν, ἐπὶ τὰς πρὸ ταύτης τὸ πάθος λαμβάνοντες. Ἐπειδὴ τοῦτο τεθέασαι, πρόσχες λοιπὸν ὃ λέγω. 52 Πρὸ δύο ἡμερῶν νῦν ἐμπίπτει, ὡς ἔφην, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην τῆς ἰσημερίας· ἀνάγκην ἔχομεν ταύτην μὲν παρεῖναι, τὴν δὲ μετὰ ταύτην τεσσαρεσκαιδε- κάτην ὡς μετ' ἰσημερίαν ἐκδέχεσθαι· ἀλλ' αὐτὴ πάλιν ἡ ἁρμόζουσα