1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

ἐπάγει ὅτι σκότος ἦν καὶ φῶς οὐδέπω ἦν, "καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς"· τοῦτο τὸ φῶς πρῶτον ἐγένετο σκότους τὰ πάντα κατειληφότος. "Εἶπεν" οὖν "ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα"· ἔχεις πρώτην ἡμέραν καὶ πρώτην νύκτα. Τί γάρ; πῶς εἶπεν ὅτι "καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ 21 ἀνὰ μέσον τοῦ σκότους", ὃ διέταξεν εἰς νύκτα; Τὸ γὰρ ἀνὰ μέσον εἰς τὰ δύο ἄκρα ποιεῖ. Ἐπειδὴ γὰρ πάντα ὅσα ἐδημιούργει ὁ θεὸς ἐν ὡρισμένῃ ἐδημιούργει φύσει, εἰκότως καὶ ἡμέραν καὶ νύκτα τὰς πρώτας ἐν ὡρισμένῃ καὶ ἴσως ἐχούσῃ παρῆγε περιγραφῇ· καὶ ἀπαρτίσας τὸ μέτρον ἑώρα κάλλιστα ἔχειν, εἶθ' οὕτω, καθὰ ἤδη φθάσας εἶπον, τῇ κινήσει λοιπὸν ἀφῆκε τὴν ἀνωμαλίαν ἐργάζεσθαι. Εἰ μέντοι πρώτη στάσις ἐν ἴσῳ γέγονεν, τοίνυν ἡ ἰσημερία ἀρχὴ τοῦ πρώτου χρόνου, ὡς ἀποδέδεικται.

22 Εἶτα μετὰ ἰσημερίαν, σκόπει ὃ λέγω, τετάρτῃ ἡμέρᾳ γίνεται ἥλιος καὶ σελήνη-ἔξω τῆς ἰσημερίας εἰσὶν οἱ φωστῆρες-, ἕκτῃ ἡμέρᾳ πλάττει τὸν ἄνθρωπον· καὶ ἔπειτα τῇ ἑβδόμῃ καταπαύει ἀπὸ πάντων τῶν ἔργων, τῇ ἐπιούσῃ, ἥτις ἐστὶ καὶ πρώτη, οἷα τελειωθὲν λοιπὸν τὸ σύμπαν ἀφῆκεν ἐν τάξει φέρεσθαι. Τήρει· δεῖ γὰρ, τούτων τηρουμένων καὶ τῆς σῆς μνήμης παραστάσης, εὐδοκιμῆσαι τὸν ἑρμηνεύοντα λόγον.

23 Ἐποίησεν οὕτω τὸν ἄνθρωπον ὁ θεός, καὶ ὡς θεὸς ἀγαθὸς τοσοῦτον καὶ τηλικοῦτον ἐποίησεν ἄνθρωπον. Μὴ γὰρ ὅρα αὐτοῦ τὴν ἀβελτερίαν, ἀλλὰ τὴν πρώτην φαντάζου κατά στασιν· καὶ γὰρ "κατ' εἰκόνα" αὐτὸν ἑαυτοῦ ἐποίησεν. Καὶ ἵνα δείξῃ αὐτοῦ τὴν φύσιν τοῖς ἄστροις ἁμιλλωμένην, ἐμφαίνει ὅτι καὶ γυμνὸν ἔθηκεν ἐν τῷ παραδείσῳ στολῆς οὐ χρῄζοντα. Οὐδέπω γὰρ ὕβρις συνεληλύθει τῇ ὄψει, ἵνα καὶ σκέπης δέηται ἄνθρωπος, ἀλλ' ἡ γραφὴ μαρτυρεῖ ὅτι ἐποίησε τὸν ἄνθρωπον "καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ", καὶ ὅτι γυμνοὶ ἦσαν "καὶ οὐκ ᾐσχύ νοντο", ἀλλ' ὥσπερ ἥλιος καὶ σελήνη τῇ ἑαυτῶν γυμνώσει ἐγκαλλωπίζονται, οὕτω δὴ καὶ οὗτοι ἠφείθησαν τῇ φυσικῇ εὐπρεπείᾳ ἐνωραΐζεσθαι.

24 Τοσαύτην οὖν εὐεργεσίαν εἰς τοῦτον εἰσενεγκάμενος ὁ θεὸς καὶ ἁβροδίαιτον αὐτὸν ἐν παραδείσῳ καταστησάμενος τῶν τε παρ' ἑαυτοῦ χαρίτων πλουσίως αὐτῷ μεταδοὺς καὶ τὴν αὐτοῦ αἴσθησιν κατὰ τὸ δίκαιον ἐπιζητεῖ καὶ ὑπακοῇ τιμᾶσθαι τὴν χάριν ἐδίκαζεν· καὶ ἐπειδὴ εἶδεν ὅτι ἀδύνατον αὐτῷ συμφυλαχθῆναι τὴν δωρεὰν <εἰ> μὴ καταφυγῇ καὶ τιμῇ τῇ πρὸς τὸν δεδωκότα θεόν, νόμον αὐτῷ φρουρὸν ὁρίζει τῆς φύσεως, ἵνα μνήμῃ καὶ βοηθείᾳ τοῦ νομοθέτου οἷα ἀγαθοῖς τισι φαρμάκοις φυλάττηται, καὶ ἀθανασίαν μὲν αὐτῷ τηρουμένου νόμου κατεπαγγέλλεται, θάνατον δὲ παραβάντι.

25 Ἀλλὰ τούτων οὕτως ἐχόντων, γέγονε τὰ γενόμενα, καὶ φθόνῳ τοῦ διαβόλου πεισθεὶς παραβῆναι τὸν νόμον ὁ ἄνθρωπος φθαρτὸς γίνεται καὶ ἔξω τίθεται τοῦ παραδείσου, καὶ λοιπὸν εἰς πλῆθος δοὺς βίον τε κτηνώδη ἔζη καὶ ἀθείας τε καὶ ἀκολασίας δοχεῖον ἐγίνετο· καὶ διὰ τοῦτο προφῆται ἐβόων καὶ περὶ τῆς πρώτης αὐτοῦ ἀξίας καὶ μετὰ ταῦτα ἀναξιό τητος· "Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρα συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς".

26 Τούτων δὴ οὕτως ἐχόντων καὶ ἀπολλυμένης τῆς φύσεως, βουληθεὶς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ σὺν πατρικῇ γνώμῃ ἐπαναγαγεῖν τὸν ἄνθρωπον καὶ τῆς ἐπηρτημένης δίκης ἐξαρπάζειν αὐτόν, καὶ καιρὸν τῆς βοηθείας καὶ τρόπον ἐπινοεῖ, καιρὸν μὲν ἵν' εὐκαίρως ἐπιστῇ πρὸς τὴν ἴασιν, τρόπον δὲ ἵνα κατάλληλος αὐτὸς πρὸς τὴν ἐκκαθάρσεως ἀποκατάστασιν γένηται, καὶ δὴ γενόμενος ἄνθρωπος μετὰ τοῦ μεῖναι θεὸς τὸ παγκόσμιον πάθος ὑπέμεινεν. Εἶπον πολλάκις περὶ τούτου τοῦ θύματος, πολλὰ ἔλεγον πρῴην, ἐξ αὐτῶν τῶν Ἰουδαίων πρὸς Ἰουδαίους καὶ ἐξ αὐτῶν τῶν Ἑλλήνων πρὸς Ἑλλήνας τὰς ἀποδείξεις ποιούμενος, καὶ ἀποτρόπαιον