1

 2

 3

 4

 5

 6

3

τὸ κῆτος ἤμεσεν, οὐχ εὑρὸν ἐν αὐτῷ τὴν οἰκείαν τροφὴν καὶ κατάλληλον· οἰκεία γὰρ τροφὴ καὶ κατάλληλος θανάτου τῆς ἁμαρτίας ἡ φύσις· ἐντεῦθεν ἐτέχθη, ἐντεῦθεν ἐῤῥιζώθη, ἐντεῦθεν καὶ τρέφεται. Καθάπερ οὖν ἐφ' ἡμῶν, ἐπειδὰν λίθον καταπίωμεν οὐκ εἰδότες, τότε μὲν πρῶτον ἐπιχειρεῖ πέψαι τοῦτον ἡ τοῦ στομάχου δύναμις· ἐπειδὰν δὲ εὕρῃ ἀλλοτρίαν αὐτῷ οὖσαν τροφὴν, ὁμιλήσασα ἐπὶ πλέον αὐτῷ τῇ πεπτικῇ δυνάμει, ἐκεῖνον μὲν οὐ διαφθείρει, τὴν δὲ ἑαυτῆς ἀπόλλυσιν ἰσχὺν, ὅθεν οὐδὲ τὴν προτέραν δύναται κατέχειν τροφὴν, ἀλλὰ ἀτονήσασα κἀκείνην αὐτῷ συνεξεμεῖ μετὰ πολλῆς τῆς ὀδύνης· οὕτω καὶ ἐπὶ τοῦ θανάτου γέγονε. Κατέπιε τὸν λίθον τὸν ἀκρογωνιαῖον, καὶ οὐκ ἴσχυσεν αὐτὸν πέψαι· ἠσθένησεν αὐτοῦ πᾶσα ἡ δύναμις· διὰ τοῦτο μετ' αὐτοῦ καὶ τὴν λοιπὴν, ἣν εἶχε, συνεξέβαλε τροφὴν, τῶν ἀνθρώπων συνεξεμέσας τὴν φύσιν. Οὐδὲ γὰρ ταύτην κατασχεῖν δυνήσεται λοιπὸν εἰς τέλος. ∆ιὰ τοῦτο καὶ αἱ στεῖραι προέδραμον, ἵνα ὁ τόκος πιστωθῇ· μᾶλλον δὲ οὐχ ἵνα ὁ τόκος πιστωθῇ μόνον, ἀλλ' ἐὰν ἀκριβῶς ἐξετάσωμεν, καὶ αὐτοῦ τοῦ θανάτου τὴν στείρωσιν τύπον οὖσαν εὑρήσομεν.

δʹ. Ἀλλὰ προσέχετε· λεπτὸν γὰρ τὸ ῥηθησόμενον· μέλλομεν γὰρ ἐρεῖν, πῶς

πρὸς τὴν πίστιν τῆς ἀναστάσεως ἡμᾶς ἡ μήτρα τῆς Σάῤῥας στειρωθεῖσα χειραγωγεῖ. Πῶς οὖν ἡμᾶς χειραγωγεῖ; Καθάπερ αὕτη νεκρὰ οὖσα ἐκ τῆς τοῦ Θεοῦ χάριτος ἀνέστη, καὶ σῶμα ἐβλάστησε ζῶν τὸ τοῦ Ἰσαάκ· οὕτω καὶ ὁ Χριστὸς νεκρωθεὶς ἠγέρθη τῇ οἰκείᾳ δυνάμει. Καὶ ὅτι οὐ βεβίασται τὸ εἰρημένον, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος. Εἰπὼν γὰρ περὶ τοῦ Ἀβραὰμ, ὅτι Οὐκ ἐνενόησε τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι, τοῦτ' ἔστιν, ἀπὸ τῶν νεκρῶν σωμάτων ζῶντα ποιῆσαι γεννηθῆναι υἱόν· εἶτα ἀπ' ἐκείνης εἰς ταύτην ἡμᾶς τὴν πίστιν χειραγωγῶν ἐπήγαγεν· Οὐκ ἐγράφη δι' ἐκεῖνον μόνον, ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι' ἡμᾶς. ∆ιὰ τί; Οἷς μέλλει, φησὶ, λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὸν Ἰσαὰκ ἀπὸ νεκρῶν σωμάτων ἤγειρεν· οὕτω καὶ τὸν Υἱὸν 51.368 ἀνέστησε, νεκρὸν γενόμενον. Βούλει καὶ ἑτέρου πράγματος μαθεῖν σύμβολον οὖσαν τὴν στείρωσιν; Ἤμελλεν ἡ Ἐκκλησία τὸ πλῆθος ἀποκυῆσαι τῶν πιστῶν· ἵν' οὖν μὴ ἀπιστῇς, πῶς ἡ ἄγονος, ἡ ἄκαρπος, ἡ στεῖρα ἔτεκε, προέλαβεν ἡ φύσει στεῖρα, προοδοποιοῦσα τῇ προαιρέσει στείρᾳ, καὶ ἡ Σάῤῥα τῆς Ἐκκλησίας ἐγένετο τύπος. Ὥσπερ γὰρ ἐκείνη στεῖρα οὖσα ἔτεκεν ἐν γήρᾳ, οὕτω καὶ αὕτη στεῖρα οὖσα ἔτεκεν ἐπ' ἐσχάτων τῶν καιρῶν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον Παύλου λέγοντος· Ἡμεῖς δὲ τῆς ἐλευθέρας τέκνα ἐσμέν. Ἐπειδὴ γὰρ ἡ Σάῤῥα τύπος ἐστὶ τῆς Ἐκκλησίας, ἡ ἐλευθέρα, διὰ τοῦτο ἐπήγαγεν, ὅτι Τῆς ἐλευθέρας τέκνα ἐσμέν. Καὶ πάλιν· Ἄρα, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Τί ἐστιν, Ἐπαγγελίας; Ὥσπερ ἐκεῖνον οὐκ ἔτεκε φύσις, οὐδὲ ἡμᾶς φύσις ἔτεκεν, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ. Καὶ πάλιν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· αὕτη δέ ἐστιν ἡ Ἐκκλησία. Προσεληλύθατε γὰρ Σιὼν ὄρει, φησὶ, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ Ἐκκλησίᾳ πρωτοτόκων.

Εἰ τοίνυν ἄνω Ἱερουσαλὴμ ἡ Ἐκκλησία ἐστὶ, τῆς δὲ ἄνω Ἱερουσαλὴμ τύπος ἐστὶν ἡ Σάῤῥα, καθὼς εἶπεν, ὅτι ∆ύο εἰσὶ, μία μὲν εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, εὔδηλον ὅτι τῆς ἄνω Ἱερουσαλὴμ τύπος ἐστὶν ἡ Σάῤῥα κατὰ τὸν τόκον καὶ τὴν στείρωσιν. εʹ. Οἶδα ὅτι λεπτότερα τὰ εἰρημένα· ἀλλ' ἐὰν λάβωμεν, οὐδὲν ἡμᾶς παραδραμεῖται τῶν λεγομένων. Οὗτοι μὲν οὖν μυστικώτεροι καὶ δογματικώτεροι οἱ λόγοι· εἰ δὲ βούλεσθε, καὶ ἠθικώτερον μετὰ τούτων ἐρῶ. Στεῖρα ἦν ἡ γυνὴ, ἵνα μάθῃς τοῦ ἀνδρὸς τὴν σωφροσύνην· ὅτι οὔτε ἐκείνην ἐξέβαλε, καίτοι οὐδενὸς τότε κωλύοντος