1

 2

 3

 4

 5

 6

4

νόμου, οὔτε ἑτέραν λαβὼν, τῇ ἐλευθέρᾳ ἐπεισήγαγεν· ὃ δὴ πολλοὶ ποιοῦσι προφάσει παιδοποιίας, τὴν ἀσέλγειαν τὴν ἑαυτῶν πληροῦντες, καὶ τὰς μὲν ἐκβάλλοντες, τὰς δὲ εἰσάγοντες· οἱ δὲ καὶ παλλακίδας ἐφοπλίζοντες, καὶ μυρίων τὰς οἰκίας πληροῦντες πολέμων. Ἀλλ' οὐκ ἐκεῖνος ὁ δίκαιος οὕτως, ἀλλ' ἔμενε στέργων τὴν κληρωθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ γυναῖκα, καὶ παρεκάλει τὸν τῆς φύσεως ∆εσπότην διορθῶσαι τῆς φύσεως τὰ δεσμὰ, καὶ οὐκ ὠνείδισε τῇ γυναικί. Καὶ πόθεν, ὅτι οὐκ ὠνείδισεν; Ἐξ αὐτῆς τῆς Γραφῆς. Εἰ ὠνείδισεν, εἶπεν ἂν ἡ Γραφὴ καὶ τοῦτο, καὶ οὐκ ἐσιώπησε· καὶ γὰρ τὰ κατορθώματα λέγει τῶν δικαίων, καὶ τὰ ἐλαττώματα, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν. Ὅτε γοῦν πρὸς τὸν υἱὸν αὐτοῦ ἡ νύμφη ἡ Ῥαχὴλ ἀπωδύρετο, κἀκεῖνος ἐπέπληξεν, ἀμφότερα τέθεικε, καὶ οὐκ ἀπέκρυψεν ἡ Γραφή. Ἐπειδὴ γὰρ εἶπε, ∆ός μοι τέκνα, εἰ δὲ μὴ, ἀποθανοῦμαι, τί φησιν ἐκεῖνος; Μὴ Θεὸς ἐγὼ, ὃς ἐστέρησέ σε καρποῦ κοιλίας; ∆ός μοι τέκνα. Γυναικώδης ἡ αἴτησις καὶ ἀλόγιστος. Τῷ ἀνδρὶ λέγεις, ∆ός μοι τέκνα, παραδραμοῦσα τὸν τῆς φύσεως ∆εσπότην; ∆ιὰ τοῦτο καὶ ἐκεῖνος πληκτικώτερον ἀποκρινάμενος κατέστειλεν αὐτῆς τὴν ἄλογον αἴτησιν, καὶ ἐδίδαξε παρὰ τίνος δεῖ αἰτεῖν. Ἀλλ' οὐχ οὕτως, οὔτε αὐτὸς οὐδὲν τοιοῦτον εἶπεν, οὔτε ἐκείνη πρὸς τοῦτον ἀπωδύρατο καὶ ἐθρήνησεν. Ἐντεῦθεν σωφροσύνην παιδευόμεθα καὶ πίστιν. Τὸ 51.369 μὲν γὰρ δεηθῆναι τοῦ Θεοῦ, τὴν πίστιν αὐτοῦ δείκνυσι· τὸ δὲ μὴ ἐκβαλεῖν τὴν γυναῖκα, τὴν σωφροσύνην ἡμῖν καθίστησι φανεράν· τὸ δὲ μήτε ὀνειδίσαι, μήτε ἀπογνῶναι, καὶ τὴν ὑπομονὴν καὶ τὴν φιλοσοφίαν καὶ τὴν πολλὴν ἐπιείκειαν καὶ τὴν φιλοστοργίαν τὴν πρὸς τὴν γυναῖκα δήλην ποιεῖ. Οὐδὲ γὰρ, καθάπερ πολλοὶ ποιοῦσι νῦν ἐν ταῖς τοιαύταις περιστάσεσιν εἰς μαγγανείας καὶ γοητείας καταφεύγοντες, τὰ περιττὰ ταῦτα καὶ ἀνόνητα καὶ βλαβερὰ, καὶ ψυχὴν ἀπολλύντα, ἐκεῖνος ἐποίησεν, ἀλλὰ ἅπαντα ταῦτα ἀφεὶς, καὶ πάντων τῶν ἀνθρωπίνων καταγελάσας, πρὸς τὸν τῆς φύσεως ∆εσπότην τὸν δυνάμενον ταῦτα διορθοῦν μόνον ἀνέδραμεν.

ςʹ. Ἀκούσατε ταῦτα, ἄνδρες, παιδεύθητε, γυναῖκες, μιμησώμεθα τὸν δίκαιον

ἅπαντες. Μηδὲν ἔστω γυναικὶ ἀνδρὸς τιμιώτερον, μηδὲν ἀνδρὶ γυναικὸς ποθεινότερον. Τοῦτο πάντων ἡμῶν συγκρατεῖ τὴν ζωὴν, τὸ ὁμονοεῖν γυναῖκα πρὸς ἄνδρα· τοῦτο συνέχει τὸν κόσμον ἅπαντα. Καθάπερ γὰρ τοῦ θεμελίου σαλευθέντος, πᾶσα ἡ οἰκοδομὴ καταφέρεται· οὕτω καὶ γάμων στασιαζόντων, ἅπας ὁ βίος ἡμῶν ἀνατρέπεται. Ὅρα γάρ· ὁ κόσμος ἐκ τῶν πόλεων συνέστηκεν, αἱ πόλεις ἐκ τῶν οἰκιῶν, αἱ οἰκίαι ἐξ ἀνδρῶν καὶ γυναικῶν. Ἂν τοίνυν ἐπεισέλθῃ πόλεμος μεταξὺ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, εἰς τὰς οἰκίας εἰσῆλθεν ὁ πόλεμος· τούτων δὲ ταραττομένων, καὶ αἱ πόλεις ἀνάστατοι γίνονται· πόλεων δὲ στασιαζουσῶν, καὶ τὴν οἰκουμένην πᾶσαν ἀνάγκη ταραχῆς ἐμπεπλῆσθαι, καὶ πολέμου, καὶ μάχης. ∆ιὰ τοῦτο ὁ Θεὸς πολλὴν ἐποίησε τοῦ πράγματος τούτου τὴν πρόνοιαν· διὰ τοῦτο οὐκ ἀφίησιν ἐκβαλεῖν γυναῖκα, ἀλλ' ἢ ἐπὶ πορνείᾳ μόνον. Τί οὖν ἂν λοίδορος ᾖ, φησὶν, ἂν δαπανηρὰ καὶ πολυτελὴς, καὶ μυρία ἕτερα ἐλαττώματα ἔχῃ; Φέρε πάντα γενναίως, καὶ μὴ ἐκβάλῃς διὰ τὰ ἐλαττώματα, ἀλλὰ διόρθωσον τὰ ἐλαττώματα. ∆ιὰ τοῦτο κεφαλῆς ἐπέχεις χώραν, ἵνα εἰδῇς θεραπεύειν τὸ σῶμα. Καὶ γὰρ τὸ σῶμα τὸ ἡμέτερον, κἂν μυρία ἔχῃ τραύματα οὐκ ἀποτέμνομεν τὴν κεφαλήν. Μὴ τοίνυν μηδὲ τὴν γυναῖκα ἀποτέμνῃς ἑαυτοῦ· ἐν τάξει γὰρ ἡμῖν ἐστι τοῦ σώματος ἡ γυνή. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· Οἱ ἄνδρες οὕτως ὀφείλουσιν ἀγαπᾷν τὰς γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Καὶ πρὸς τὰς γυναῖκας δὲ ὁ αὐτὸς νόμος ἡμῖν· ὡς τὴν ἑαυτῆς φίλει κεφαλὴν, ὦ γύναι· καὶ εἰ τιμᾷς, οὕτω τίμα τὸν ἄνδρα· οὐ γὰρ εἰκῆ τοσοῦτον ὑπὲρ τοῦ πράγματος ποιούμεθα λόγον. Οἶδα ὅσων ἀγαθῶν αἴτιόν ἐστι, τὸ γυναῖκα πρὸς ἄνδρα μὴ διχοστατεῖν· οἶδα ὅσων κακῶν ἐστιν ὑπόθεσις, ὅταν οὗτοι πρὸς ἑαυτοὺς διαστασιάζωσι. Τότε γὰρ οὐ πλοῦτος, οὐκ εὐπαιδία, οὐ πολυπαιδία, οὐκ