1

 2

 3

 4

 5

 6

6

ἕκαστος εἰ εἶπεν, ὅτι Ἁμαρτωλός εἰμι, ὅτι Κατῃσχυμμένος εἰμὶ, καὶ διὰ τοῦτο οὐκ ὀφείλω προσελθεῖν, οὐκ ἂν ἤνυσέ τι πλέον. Ἀλλ' ἐπειδὴ ἕκαστος τούτων οὐ πρὸς τὸ μέγεθος εἶδε τῶν ἁμαρτημάτων, ἀλλὰ πρὸς τὸν πλοῦτον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐθάῤῥει, καὶ κατετόλμησε, καὶ ἁμαρτωλὸς ὢν ᾐτεῖτο ὑπὲρ τὴν ἀξίαν τὴν ἑαυτοῦ, καὶ ἤνυσεν ἕκαστος ἅπερ ἠθέλησε. Ταῦτ' οὖν μνημονεύωμεν ἅπαντα καὶ φυλάττωμεν, καὶ εὐχώμεθα διηνεκῶς, μετὰ νήψεως, μετὰ τοῦ θαῤῥεῖν, μετὰ χρηστῶν ἐλπίδων, μετὰ σπουδῆς πολλῆς. Μεθ' ὅσης ἕτεροι σπουδῆς κατεύχονται τῶν ἐχθρῶν, μετὰ τοσαύτης 51.372 ἡμεῖς σπουδῆς καὶ ὑπὲρ τῶν ἐχθρῶν, καὶ ὑπὲρ τῶν ἑαυτῶν ἀδελφῶν εὐξώμεθα, καὶ πάντως ἐπιτευξόμεθα τῶν συμφερόντων ἁπάντων. Φιλάνθρωπος γὰρ ὁ διδοὺς, καὶ οὐχ οὕτως ἡμεῖς ἐπιποθοῦμεν λαβεῖν, ὡς ἐκεῖνος ἐπιποθεῖ δοῦναι. Ταῦτ' οὖν ἅπαντα εἰδότες, κἂν εἰς ἔσχατον κακίας πυθμένα κατενεχθῶμεν, μηδὲ οὕτως ἀπογνῶμεν τῆς ἑαυτῶν σωτηρίας, ἀλλὰ μετὰ ἀγαθῆς ἐλπίδος προσίωμεν, πείσαντες ἑαυτοὺς ὅτι πάντως ληψόμεθα ἅπερ αἰτοῦμεν, ἂν κατὰ τοὺς ὑπ' αὐτοῦ κειμένους νόμους αἰτῶμεν. Τῷ δυναμένῳ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, Χριστῷ τῷ παμβασιλεῖ Θεῷ ἡμῶν πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.