1

 2

 3

 4

2

καὶ ἀδικία τί λογισθήσεται; Εἰ καὶ ὑπὲρ ἀργοῦ λόγου ἀπολογήσασθαι πρόκειται, ὑπὲρ τοσούτων ἐγὼ ἁμαρτημάτων τίνα εὐπρόσωπον ἕξω τὴν ἀπολογίαν; Οἵμοι ψυχή! ὅτι οὕτω τὰ καθ' ἡμᾶς προεχώρησε. Βραχὺς ὁ βίος καὶ εὐπερίστατος, ὀξέως παροδεύων καὶ πρὸς τὸν θάνατον παραπέμπων· αἰωνία τῶν ἀμαρτωλῶν ἡ τιμωρία, ὥσπερ καὶ ἡ τῶν δικαίων βασιλεία, καὶ ζωὴ ἀμφοτέρων μὴ κοπτομένη θανάτῳ. Τί οὖν ποιήσω; τί διαπράξωμαι; εἰς ποῖον χάος ἐμαυτὸν ἀκοντίσω; Φοβερὸς γὰρ καὶ ὁ θάνατος, καὶ μάλιστα τῶν ἁμαρτωλῶν, ἐπεὶ καὶ πονηρός· Θάνατος γὰρ ἁμαρτωλῶν πονηρός· φοβερὰ δὲ καὶ τὰ μετὰ θάνατον δείματα, φοβερώτερον δὲ πολλῷ μᾶλλον τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, ἐξ ὧν οὐκ ἔστιν ὁ ἐξελέσθαι δυνάμενος. Ὅταν οὖν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ ἀποδοῦναι ἐκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· 63.925 ὅταν θρόνοι τεθῶσι, καὶ ὁ ἀδέκαστος Κριτὴς φοβερὸς καμεῖται, καὶ ὁ ποταμὸς τοῦ πυρὸς ἕλκων ἔμπροσθεν, καὶ ἡ λαμπρότης καὶ ἡ χαρὰ τῶν δικαίων ἡτοιμασμένη, καὶ πᾶσαι αἱ τῶν ἀγγέλων μυριάδες, καὶ πάντες οἱ ἀπ' αἰῶνος ἄνθρωποι, καὶ πᾶσα ὁμοῦ ἡ κτίσις, ἥ τε ὁρωμένη καὶ ἡ νοουμένη ὑπότρομος παρίσταται· τί ἐγὼ τότε διαπράξωμαι αἰσχύνης πεπληρωμένος, ὑπὸ τοῦ συνειδότος κατεγνωσμένος, παῤῥησίας πάσης καὶ ἀπολογίας ἐστερημένος; Στεναγμοὶ πάντοθεν. Οἴμοι τῶν κακῶν! τί πρῶτον θρηνήσω; τί δεύτερον στενάξω; τί ἀπολοφύρωμαι; τὴν στέρησιν τῶν ἀγαθῶν, ἢ τὴν ὀδύνην τῶν ἀλγεινῶν; τὸ ἀπέραντον τῆς τιμωρίας, ἢ τὸν ἀπὸ Θεοῦ χωρισμόν; κλαῦσον, ἀθλία ψυχὴ, ἐνθυμουμένη ταῦτα, καὶ ὁποῖα μετὰ τὴν ἔξοδον ἀπαντήσεταί σοι, ὡς λίαν ἐπαχθῆ καὶ ἐπώδυνα, καὶ βόησον· Ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς ὁ αἰώνιος, ὁ Θεὸς τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν, μὴ ἐγκαταλίπῃς με, μὴ ὑπερίδῃς με, μὴ ἀποστήσῃς ἀπ' ἐμοῦ τὸ ἔλεός σου· Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Καὶ γὰρ οὕτως ἔχων καὶ οὕτω διανοούμενος οὐκ ἀπαγορεύω τῆς ἀγαθῆς ἐλπίδος, οὐδὲ ἀπογινώσκω τῆς σωτηρίας μου. Οἶδα γὰρ τοῦ ἐμοῦ ∆εσπότου τὸ εὐσυμπάθητον, οἶδα τοῦ φιλανθρώπου τὸ ἀμνησίκακον, καὶ ὅτι θελητὴς ἐλέους ἐστὶ, μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, θέλων δὲ πάντας σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ μάλιστα τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας. Οὐ γὰρ ἦλθες καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἱατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμι γῆ καὶ σποδὸς, σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. ∆ός μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου, ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ, ὅτι παρὰ σοῦ Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· ἵνα καὶ δεηθῶ ἀξίως καὶ ἱκετεύσω συμφερόντως.

Μὴ ἀποστραφῶ τεταπεινωμένος, κατῃσχυμμένος, ἀλλὰ τυχὼν ὧν ἤλπισα· καὶ οὕτως ἀπελεύσομαι χαίρων ἐν πληροφορίᾳ καρδίας μου. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου· ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων. Ὡς ἐπὶ τοῦ φοβεροῦ σου παριστάμενος βήματος, ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος, οὕτω παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμμένης καρδίας καὶ τεταπεινωμένης· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, συγχώρησόν μοι τῷ ἀχρείῳ καὶ ταπεινῷ, ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου ἐπὶ τὴν ἐμὴν ἀθλιότητα, ἐπίβλεψον ἐξ ἁγίων σου ὑψωμάτων ἐπὶ τὴν προσευχὴν τοῦ ταπεινοῦ δούλου σου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· ἄνες μοι, ἵνα ἀναψύξω, πρὸ τοῦ με ἀπελθεῖν, ὅθεν οὐκ ἔτι λοιπὸν ἐπιστρέψω. Ὡς ἄνθρωπος ἥμαρτον, ὡς Θεὸς συγχώρησον· σὺ γὰρ οἶδας, ∆έσποτα, τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως, καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Μνήσθητι ὅτι χοῦς ἐσμεν· μνήσθητι ὅτι σὺ μόνος καθαρὸς καὶ ἄχραντος καὶ ἀμίαντος, πάντες δὲ ἡμεῖς ἐν ἐπιτιμίοις· μνήσθητι τῶν ἀπ' αἰῶνος