1

 2

 3

 4

3

οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου, καὶ μὴ συγκαταδικάσῃς με ταῖς ἀνομίαις μου, μηδὲ κατὰ τὰς ἁμαρτίας μου ἀνταποδῷς μοι. Οἶδας τὸ πλῆθος τῶν ἀνομιῶν μου, ὅτι πολὺ καὶ ἀριθμῷ μὴ ὑποκείμενον· ἀλλ' οἶδα καὶ τὸ πέλαγος τῆς φιλανθρωπίας σου, ὅτι ἀνείκαστον καὶ ἀνίκητον. Σὺ γὰρ εἶ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ 63.926 κόσμου, ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς ἐπὶ τῆς γῆς, τοῦ ζητῆσαι τὸ πλανηθὲν πρόβατον καὶ ἀπολωλός· ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἐλέησον, ἐλέησον τὸ ποίημα τῶν χειρῶν σου· μὴ βδελύξῃ με τὸν ἀνάξιον, ἀλλ' οἰκτείρησον τὸ ποίημά σου, ὁ δι' ἐμὲ σταυρὸν ὑπομείνας, καὶ τὰ τῶν μωλώπων καταδεξάμενος στίγματα, ἀλλ' ἰασάμενος, ἐξάλειψον πάντα φαρμάκῳ συμπαθείας, καὶ σπόγγῳ φιλανθρωπίας σου· Πάντα γὰρ δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.

Κατάνυξόν μου τὴν πεπωρωμένην καρδίαν, ἐλάφρυνον τὸ βάρος τοῦ συνειδότος, δέξαι μου τὰ δάκρυα καὶ τὸν στεναγμὸν, ὡς τῆς πόρνης, ὡς τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου· δέξαι μου τὴν μικρὰν ταύτην ἐξομολόγησιν καὶ μετάνοιαν, ὁ προσδεξάμενος τοῦ λῃστοῦ τὴν εὐγνωμοσύνην ἐν τῷ σταυρῷ· δέξαι μου τὸν ἀπὸ τῶν χειλέων καρπὸν, ὡς θυσίαν ζῶσαν, εὐάρεστον, εἰς ὀσμὴν εὐωδίας. Παρακαλῶ, παρακλήθητι· δυσωπῶ, δυσωπήθητι. Ἥμαρτε καὶ Μανασσῆς ἐκεῖνος ὁ βασιλεὺς, ἀλλ' οὐκ ἀπώλετο μετανοήσας· ἥμαρτε καὶ ∆αυῒδ πρὸ ἐκείνου, ἀλλὰ τὴν ἁμαρτίαν ἀποκλαυσάμενος ἠλεήθη. Πολλὰ ἔχω τοιαῦτα παραδείγματα παρηγοροῦντα καὶ παραμυθούμενά μου τὴν ἀθυμίαν, ἀποδιώκοντα τὴν ἀπόγνωσιν ἀπ' ἐμοῦ, καὶ τρέφοντά μου τὴν ἐλπίδα τῆς σωτηρίας. Παρακάλεσόν μου καὶ σὺ τὴν καρδίαν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως· ψυχαγώγησον καὶ ἀγάθυνον, ἡ πηγὴ τοῦ ἐλέους καὶ τῶν ἀγαθῶν. Πολλὰ ἐποίησας ἀπὸ τοῦ αἰῶνος μεγάλα καὶ θαυμαστὰ, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· ἀλλ' εἰ ἐμὲ τὸν ἄσωτον σώσεις, εἰ ἐμὲ τὸν ἀνάξιον παραστήσεις, πλείω καὶ μείζω θαυμαστωθήσῃ· ὅτι τοσαύτη σου τῆς ἐλεημοσύνης καὶ τῆς φιλανθρωπίας ἡ δύναμις, ὥστε καὶ ἀπὸ βορβόρου μαργαρίτην ποιεῖν, καὶ ἀπὸ τοῦ εἶναι υἱὸν γεέννης, υἱὸν βασιλείας ἀποτελεῖν. Καὶ ἔτι κεκράξομαι πρὸς τὸν Κύριόν μου, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι· κυβέρνησον τὸ ὑπόλοιπόν μου τῆς ζωῆς κατὰ τὸ θέλημά σου· στήριξόν με εἰς τὸν φόβον σου· στερέωσόν με ἐν τῇ ἀγάπῃ σου, καὶ ἐν τῷ πλήθει τῆς χρηστότητός σου· χρηστόν μοι τέλος καὶ ἄξιον τῆς φιλανθρωπίας σου δώρησαι, καὶ τὰ ὀστᾶ καὶ τὰς ἁρμονίας μου καὶ πᾶσαν τὴν σύνθεσιν τῆς ὑποστάσεώς μου ἐν ἐλέει καὶ φιλανθρωπίᾳ σου ἔπιδε, καὶ εἰς ἀνέσεως καὶ εἰς ἀναπαύσεως τόπον τὴν ἀθλίαν μου ψυχὴν ὀδηγήσας, ἀποκατάστησον, ὅτι πολλαὶ μοναὶ παρὰ σοὶ ἑκάστῳ κατ' ἀξίαν διανεμόμεναι. Ἔτι δέομαι καὶ παρακαλῶ, δὸς δὴ, Κύριε, καὶ χάριν συνέσεως τῇ ἐμῇ ἀναξιότητι τοῦ διανοεῖσθαι τὰ σοὶ εὐάρεστα, κἀμοὶ συμφέροντα, καὶ μὴ μόνον διανοεῖσθαι, ἀλλὰ καὶ διαπράττεσθαι, τὸ μὴ συναρπάζεσθαι καὶ συναπάγεσθαι τοῖς ματαίοις, τὸ μὴ διαπράττεσθαι τὰ μὴ δέοντα, τὸ ἀκενοδόξως ταπεινοῦσθαι τοῖς ταπεινοῖς, καὶ τοῖς πάσχουσι συμπαθεῖν, καὶ τοῖς ἁμαρτάνουσι συγχωρεῖν. Οἶδα γὰρ ὡς, εἰ μὴ ἀφήσω, οὐκ ἀφεθήσομαι.

∆ιὰ τοῦτο, παρακαλῶ, συγχώρησον πάντα πᾶσι τοῖς ἁμαρτάνουσιν εἰς ἐμέ· οὐ γάρ εἰσιν οὗτοι αἴτιοι, ἀλλ' ἐγὼ ὁ ἄθλιος, ὁ μὴ ποιῶν τὸ θέλημά σου, καὶ μὴ φυλάττων τὰ προστάγματά σου. Τοὺς δὲ ἀγαπῶντας ἡμᾶς ἀντάμειψαι ταῖς πλουσίαις σου δωρεαῖς· τὸν δὲ πνευματικόν μου πατέρα, καὶ τοὺς ἀδελφοὺς, οὓς σὺ δέδωκας, εὔσπλαγχνε, κρίμασιν οἷς ἐπίστασαι σὺν ἐμοὶ φιλανθρώπως οἰκτειρήσας, ἐλέησον. Ταῦτά μου τῆς προσευχῆς τὰ ῥήματα ἔστωσαν ὑπερεντυγχάνοντά μου καὶ ζῶντος καὶ θανόντος· αὕτη ἡ ἐξομολόγησις καὶ τὰ δάκρυα ὡς θυμίαμα ἐνώπιόν σου 63.927 κατευθονθήτωσαν· ἐγὼ δὲ καθ' ἑκάστην ἀναμένω τοῦ θανάτου τὸ ἀπαραίτητον. Καὶ τὸ μὲν σῶμά μου τὸ ἄθλιον ταφῇ παραδοθὲν διαφθαρήσεται, καὶ εἰς τὰ ἐξ ὧν