1

 2

 3

 4

 5

 6

3

ἄνωθεν κατενεγκὼν ἐπέστησεν αὐτοῦ ταῖς ἀγέλαις, ἀλλ' ἀπ' αὐτοῦ τοῦ ποιμνίου ἀναλαμβάνων ποιεῖ ποιμένας, ἀπ' αὐτῶν τῶν προβάτων τὸν ἀγελάρχην, ἵνα συγγνωμονικὸς ᾖ τοῖς ἀρχομένοις, καὶ τὴν οἰκείαν ἀσθένειαν ἐννοῶν, μὴ ἐπαίρηται κατὰ τῶν ποιμαινομένων, ἀλλ' ἔχῃ χαλινὸν καὶ ταπεινοφροσύνης ὑπόθεσιν τοῦ οἰκείου συνειδότος τὴν ἀνάγκην. Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἄκουσον Παύλου ταῦτα γράφοντος καὶ φιλοσοφοῦντος· τοῖς γὰρ Ἑβραίοις ἐπιστέλλων, οὕτως ἔφη· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται, ὥστε προσφέρειν δῶρα καὶ θυσίας, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν. Εἶδες πῶς ἄριστα τὴν αἰτίαν ἡμῖν εἴρηκε, δι' ἣν οὐκ ἄγγελοι οὐδὲ ἀρχάγγελοι, ἀλλ' ἄνθρωποι ταῖς Ἐκκλησίαις ἐφεστήκασιν, ἵνα δύνωνται συναλγεῖν τοῖς ὁμογενέσι, τὸ τῶν οἰκείων ἁμαρτημάτων συνειδὸς μέγιστον διδασκάλιον ταπεινοφροσύνης ἔχοντες; Καὶ γὰρ καὶ αὐτὸς περίκειται, φησὶν, ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν. Τοῦτο γοῦν καὶ νῦν γίνεται· καὶ γὰρ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ παρεστῶτες, καὶ τὴν φρικτὴν θυσίαν ἀναφέροντες, ὥσπερ ὑπὲρ τῶν τοῦ 63.464 λαοῦ πλημμελημάτων αἰτοῦμεν γενέσθαι συγχώρησιν, οὕτω καὶ ὑπὲρ τῶν ἡμετέρων αὐτῶν παρακαλοῦμεν καὶ δεόμεθα καὶ ἱκετεύομεν καὶ ὑπὲρ ἁπάντων τὴν θυσίαν ἀναφέρομεν ......

γʹ. Μή μοι τὸν πλεονέκτην, καὶ τὸν γαστρὸς δοῦλον, καὶ τὸν προδεδωκότα τῇ πονηρίᾳ τῆς φύσεως τὴν εὐγένειαν εἰς μέσον ἀγάγῃς, ἀλλὰ τοῦτον καὶ τοὺς κατ' ἐκεῖνον ἄνδρας, τοὺς τὸ ἀρχέτυπον διατηροῦντας, καὶ τὸν χαρακτῆρα τὸν βασιλικὸν οὐ λυμαινομένους, καὶ τότε εἴσῃ τί ποτέ ἐστιν ἄνθρωπος. Καὶ γὰρ καὶ οὗτος ἄνθρωπος ἦν, καὶ ἀπὸ γυναικὸς ἐτέχθη, καὶ γάλακτι ἐτράφη, καὶ γῆν ᾤκησε, καὶ ἀέρα ἀνέπνευσε, καὶ πάντα κοινὰ αὐτῷ ἦν πρὸς ἡμᾶς, κοινὰ τὰ τῆς φύσεως· ἀλλ' ἐπειδὴ τὰ τῆς προαιρέσεως ἐξαίρετα γέγονε, διὰ ταῦτα καὶ ταύτης χάριτος ἐξέλαμψε. Καίτοι οὐδὲ χρήματα αὐτῷ παρῆν, οὐ γένους περιφάνεια, οὐ πατρίδος μέγεθος, οὐ λόγων δεινότης, οὐ γλῶττα ἠκονημένη, οὐκ ἀνδραπόδων ἀγέλαι, οὐκ εὐνούχων ἑσμὸς, οὐκ οἰκία χρυσόροφος, οὐχ ἱμάτια σηρικὰ, οὐ τράπεζα τρυφὴν ἔχουσα, οὐκ ἄλλο τι τῶν δοκούντων εἶναι πολλοῖς μακαριστῶν, ἀλλὰ πενία ἡ ἐσχάτη· οὐδὲ γὰρ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, ἀλλὰ χήρας γυναικὸς, καὶ ταῦτα Σιδωνίας, προσαίτης ἐγίνετο, χεῖρα προτείνων, καὶ ἄρτον αἰτῶν· καὶ σπήλαιον ἦν αὐτῷ τὸ οἴκημα, καὶ δέρμα τὸ ἱμάτιον, καὶ ἡ τράπεζα γῆ, καὶ πρόγονοι ἄσημοί τε καὶ ἀνώνυμοι, καὶ πατρὶς εὐτελὴς, καὶ βίος ἀγροικώδης.

Ἀλλ' ὅμως οὐδὲν τούτων ἐγένετο κώλυμα τῷ ἀνδρὶ πρὸς εὐδοκίμησιν, ἀλλὰ καὶ βασιλέων ἁπάντων εὐπορώτερος ἦν, καὶ φιλοσόφων ἁπάντων καὶ ῥητόρων σοφώτερος, καὶ τῶν τὰ διαδήματα ἐχόντων περιφανέστερος, καὶ μᾶλλον εὐπατρίδης τῶν τὰς βασιλικὰς κεκτημένων πόλεις· τὴν γὰρ οἰκουμένην εἶχε πατρίδα, μᾶλλον δὲ καὶ αὐτὴ αὐτῷ μικρὰ πόλις ἦν, καὶ βοᾷ Παῦλος λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Καὶ γὰρ εἰς τὴν ἄνω πόλιν ἐτέλει, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. ∆ιὰ τοῦτό σοι πένητα καὶ ἄγροικον παρήγαγον εὐδοκιμοῦντα, ἵνα μηδεμίαν ἔχῃς πρόφασιν. Εἰ μὲν γὰρ πλούσιον παρήγαγον καὶ σοφὸν, ἠδύνασο λέγειν, ὅτι δὴ Ἐμὲ ἡ πενία καὶ ἡ ἀμαθία κωλύει γενέσθαι τοιοῦτον· νυνὶ δὲ εἰς οὐδεμίαν πρόφασιν τοιαύτην ἔχεις καταφυγεῖν· καὶ γὰρ καὶ πένης ἦν ἐκεῖνος, πάντων ἀνθρώπων πενέστερος, καὶ τὴν ἔρημον ᾤκει, καὶ ἐκ προγόνων ἄσημος καὶ ἐκ πατρίδος καὶ ἀπὸ τῶν ἄλλων ἁπάντων. Ἀλλ' ὅμως ὑπὲρ τὸν ἥλιον ἔλαμψε καὶ τότε καὶ νῦν, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἔπεισιν αὐτοῦ ἡ δόξα, καίτοι πρὸ τοσούτου χρόνου γεγονότος· ἀλλ' οὐκ ἔσβεσε τοῦ χρόνου τὸ πλῆθος αὐτοῦ τὴν μνήμην· καὶ μάλα εἰκότως. Τοιοῦτον γὰρ ἡ ἀρετὴ, πρᾶγμα ἀθάνατον, καὶ