4
ὑπὲρ τὸν ἥλιον λάμπον. Ἀλλ', ὅπερ ἔφθην εἰπὼν (οὐ γὰρ δεῖ τῆς ὑποθέσεως ἐπιλαθέσθαι εἰς τὸ πέλαγος ἐξενεχθέντας τῶν ἐγκωμίων τοῦ προφήτου), καὶ οὗτος δείκνυσι τὰ ἐπὶ τοῦ Μωϋσέως εἰρημένα. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ὑπὸ τῶν κατορθωμάτων αὐτὸν ἐπαρθέντα, οὐ σφόδρα εἶναι τοῖς πολλοῖς συγγνωμονικὸν, ὅρα τί ποιεῖ ὁ Θεός· Ἀφίησιν αὐτὸν γυμνωθῆναι τῆς παρ' αὐτοῦ χάριτος, ὥστε δειχθῆναι αὐτοῦ τὴν ἀσθένειαν· μᾶλλον δὲ πρότερον ἀναγκαῖον δεῖξαι πῶς οὐ σφόδρα ἦν συγγνωμονικός. Ἐπειδὴ γὰρ ἔκλεισε τὸν οὐρανὸν, καὶ τὴν γῆν ἐποίησεν ἄγονον, καὶ λιμὸς ἦν, λιμὸς ἁπάντων ὁ πικρότατος, καὶ ἀνάλωτο ὕδατα, καὶ ἐξηράνθη βοτάνη πᾶσα, καὶ ἐπέλιπον ποταμοὶ, καὶ φοβερὸν τῆς γῆς τὸ πρόσωπον ἦν, θάνατον ἀπειλοῦν, καὶ πάντα ὁ λιμὸς 63.465 ἐπιὼν ἐπενέμετο, θάνατον ἐπάγων τὸν οἴκτιστον· οὐδὲ οὕτως ἐνεδίδου, ἀλλ' ἀπελθὼν ἐπὶ κορυφῆς ὄρους ἐκάθητο, τῇ χαλεπῇ ταύτῃ τηκεδόνι τῶν Ἰουδαίων τὸν δῆμον παραδούς.
Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς, καὶ ἡ ἄφατος ἀγαθότης, οὐκ ἠνείχετο τῆς αὐστηρότητος ταύτης· ἀλλ' ἐπειδὴ αὐτὸς αὐτὸν οἴκοθεν παρακαλέσαι οὐκ ἠβουλήθη λῦσαι τὸ δεινὸν, αὐτός τε αὖ πάλιν χωρὶς ἐκείνου τοῦτο ποιῆσαι οὐκ ἤθελεν, ὅρα τί γίνεται· πρότερον αὐτῷ κοινοῦται, καὶ τότε ἀφίησι τὸν ὑετόν. Εἶδες Θεοῦ καὶ ἐν τούτῳ ἀγαθότητα καὶ φιλανθρωπίαν καὶ εἰς τὸν ἅγιον τιμήν; Οὐδὲ γὰρ πρότερον ἀφῆκε τὰς ἡνίας τῶν ὄμβρων, ἕως ὅτε αὐτῷ διελέχθη καὶ εἶπε τὸ μέλλον ἔσεσθαι, καὶ κήρυκα αὐτὸν τῆς μελλούσης εὐπορίας ἀπέστειλεν. Ἐπειδὴ γὰρ δι' αὐτοῦ τὰ σκυθρωπὰ γέγονεν, ἠβουλήθη καὶ τῶν χρηστῶν αὐτὸν ἄγγελον γενέσθαι καὶ καταγαγὼν ἀπὸ τοῦ ὄρους, ἔπεμψεν ἀπαγγέλλοντα πανταχοῦ τῆς γῆς ἐκείνης τὴν τῶν ὄμβρων παρουσίαν καὶ τὴν τοῦ λιμοῦ λύσιν. Ἀλλ' ὅμως κατενεχθέντος δὴ τοῦ ὑετοῦ, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τῆς εὐθηνίας ἐπανελθούσης, ἀγαγὼν τοὺς ἱερεῖς τοῦ Βάαλ τοὺς τετρακοσίους, καὶ τοὺς τετρακοσίους ὀγδοήκοντα, κατέσφαξε, καὶ χειμάῤῥους ἀφῆκεν αἱμάτων.
δʹ. Τί οὖν ταῦτα πρὸς τὴν προκειμένην ὑπόθεσιν; Μὴ θορυβηθῇς, ἀγαπητέ·
πρὸς γὰρ αὐτὸ βαδιοῦμαι λοιπὸν τὸ πέρας τῶν εἰρημένων. Ἐπειδὴ γὰρ τὴν λαμπάδα κατήνεγκεν ἐκείνην, καὶ τὴν νίκην ἤρατο, καὶ λαμπρὸν τὸ τρόπαιον ἔστησε, καὶ τὴν σφαγὴν τῶν ἱερέων εἰργάσατο, ἀπῄει χαίρων, καὶ μέγα φρονῶν ἐπὶ τοῖς γεγενημένοις. Ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ τοῦ Ἀχαὰβ, πορνίδιον εὐτελὲς καὶ εὐκαταφρόνητον, λέγουσα· Τάδε ποιήσειάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, ἐὰν μὴ θῶ τὴν ψυχήν σου αὔριον ὡς ἑνὸς τῶν ἱερέων τούτων. Καὶ ἐφοβήθη, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαράκοντα. Τί οὖν; ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ τοῦ κόσμου παντὸς ὑπερορῶν, ὁ λιμοῦ τοσούτου καταφρονήσας, καὶ βασιλέως οὕτω τυραννικοῦ κατεξαναστὰς, ὁ κλείσας τὸν οὐρανὸν καὶ ἀνοίξας, ὁ νῦν μὲν ὑετὸν, νῦν δὲ λαμπάδα κατενεγκὼν, ὁ τὰς ἀνάγκας τῆς φύσεως καταπατήσας, ὁ ἀκατάπληκτος, ὁ πανταχοῦ θαῤῥῶν· οὗτος ἀθρόον, μετὰ τοσαῦτα κατορθώματα, μετὰ τηλικαύτην παῤῥησίαν, μιᾶς κόρης πορνευομένης ἀπειλὴν οὐκ ἤνεγκε τὴν διὰ ῥημάτων, ἀλλὰ λοιπὸν φυγὰς καὶ ἄπολις γίνεται, καὶ δραπετεύει πρὸς τὴν ἔρημον, καὶ τεσσαράκοντα ἡμερῶν ὁδὸν ἀναχωρεῖ. Τί ποτε ἄρα τὸ αἴτιον; Ἐγύμνωσεν αὐτὸν ὁ Θεὸς τῆς χάριτος, καὶ ἐδείχθη τῆς φύσεως ἡ ἀσθένεια· ἔδειξε τὸν προφήτην, ἔδειξε καὶ τὸν ἄνθρωπον, ἵνα μάθωσιν, ὅτι καὶ τὰ γενόμενα τότε τῆς χάριτος γέγονεν ἔργον. Ταῦτα δὲ ἐποίει συγγνωμονικόν τε αὐτὸν κατασκευάζων τοῖς πολλοῖς, καὶ τὴν ἐκ τῶν κατορθωμάτων ἐγγινομένην ἀπόνοιαν ὑποτεμνόμενος καὶ κωλύων. Ὅτι γὰρ μεγάλα περὶ ἑαυτοῦ ἐφρόνει καὶ ἐφαντάζετο, καὶ τῶν ἄλλων ἁπάντων κατεξανίστατο, αὐτὸν ὑμῖν τοῦτον παρέξομαι μάρτυρα.
Ἐπειδὴ γὰρ ἦλθε πρὸς αὐτὸν ὁ Θεὸς, καὶ ἠρώτα τὴν αἰτίαν τῆς αὐτόθι διατριβῆς, λέγων· Τί σοι ὧδε, Ἠλία; καὶ, Τί σοι ὧδε; ἠρώτα, οὐ μαθεῖν θέλων, ἀλλὰ