1

 2

 3

 4

 5

 6

5

ἡμῖν ἐκκαλύψαι τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτοῦ βουλόμενος· ἐπεὶ καὶ τὴν Χαναναίαν ὁ Χριστὸς ὅτε ἠρώτα, οὐχ ἵνα μάθῃ, ἀλλ' ἵνα ἡμᾶς διδάξῃ τὸν θησαυρὸν τὸν ἐναποκείμενον αὐτῇ τῆς πίστεως· ἐρωτᾷ τοίνυν αὐτὸν, τί δήποτε ἀφιγμένος εἴη τοσαύτην ὁδὸν, καὶ καταλιπὼν πόλεις καὶ δήμους, τὴν ἔρημον ἀσπάζεται, οὐχ ἵνα αὐτὸς μάθῃ, (πῶς γὰρ ὁ πάντα εἰδώς;) ἀλλ' ἵνα ἡμᾶς διδάξῃ διὰ τῆς 63.466 ἀποκρίσεως ἐκείνου τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτοῦ, καὶ ὅτι εἰκότως ἀφῆκεν αὐτὸν ὑπὸ τοῦ φόβου διασεισθῆναι, καὶ εἰς δειλίαν ἐμπεσεῖν· ἀφῆκεν, οὐκ ὤθησε· συνεχώρησεν, οὐκ ἐνήργησεν, ἀλλ' ἐγύμνωσεν αὐτὸν μόνον, καὶ ἠλέγχθη· ἐπειδὴ οὖν εἶπεν, Τί σοι ὧδε, Ἠλία; ἀκούσωμεν τί φησι· Τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Ὁρᾷς ὅτι πάντας ἐνόμιζεν ἀπολωλέναι, καὶ μόνον αὐτὸν ὑπολελεῖφθαι, καὶ μετ' αὐτὸν οὐδένα εἶναι ἕτερον· ὅπερ αὐτὸν κατὰ μικρὸν εἰς ἀπόνοιαν ἀγαγεῖν ἠδύνατο. ∆ιὰ δὴ τοῦτο ὁ Θεὸς τοῦτον ἐξαίρων αὐτοῦ τὸν λογισμὸν τὸν πεπλανημένον, φησί· Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βάαλ. Ἐπεὶ οὖν καὶ ἡνίκα τὸν αὐχμὸν ἐπήγαγε, παρέμενεν ἐπιτείνων τὴν κόλασιν, καὶ μετὰ ταῦτα περὶ ἑαυτοῦ μεγάλα ἐφαντάζετο, ἅτε δὴ μόνος ὢν ἐπὶ τῆς γῆς τοιοῦτος· ἀφίησιν αὐτὸν αἰσθέσθαι τὴν οἰκείαν ἀσθένειαν, διδάσκων τὸ πλῆθος τῶν διασωθέντων, δι' ἀμφοτέρων τούτων καθαιρῶν αὐτοῦ τὴν διάνοιαν, καὶ πείθων μετριάζειν πανταχοῦ, καὶ συγγνωμικὸν εἶναι, καὶ τῷ ζήλῳ κεραννύναι φιλανθρωπίαν.

εʹ. Εἰ δὲ βούλει καὶ ἐπὶ τῆς Καινῆς αὐτὰ ταῦτα ἰδεῖν, πάλιν σοι τοὺς

κορυφαίους καὶ πύργους καὶ προβόλους, καὶ τὰ κεφάλαια τῶν ἐν τῇ Καινῇ εἰς μέσον ἀγαγεῖν πειρασόμεθα. Ὥσπερ Μωϋσέα καὶ Ἠλίαν, οὕτω Παῦλον καὶ Πέτρον ἐπὶ τῆς Καινῆς δείκνυνται. Καθάπερ γὰρ τούτων ἑκάτερος ὁ μὲν Αἰγυπτίου ἑνὸς, ὁ δὲ πόρνης μιᾶς ἀπειλὴν δείσαντες ἐφυγαδεύθησαν· οὕτω δὴ καὶ Πέτρος ἡ κρηπὶς, ὁ θεμέλιος, ὁ στῦλος, μετὰ μυρία παραγγέλματα, μετὰ τὰ τοσαῦτα θαύματα, μετὰ τὴν τοσαύτην φιλοσοφίαν, οὐδὲ βασιλίδος, οὐδὲ ἀνδρὸς, ἀλλὰ θυρωροῦ κόρης ἀπειλὴν ἔδεισε· καὶ ἦν τοῦ προτέρου πολλῷ χαλεπώτερον. Οἱ μὲν γὰρ δείσαντες ἔφυγον μόνον, οὗτος δὲ καὶ πτῶμα ἔπεσε χαλεπώτατον, ὅπερ ἅπαντες ἴσασιν· ἐπειδὴ γὰρ ἐγυμνώθη τῆς χάριτος, ἐδείχθη καὶ ἡ τούτου ἀσθένεια, ἐρήμη γενομένη τῆς τοῦ Θεοῦ κηδεμονίας. Ἀφῆκε δὲ ὁ Θεὸς αὐτὸν πεσεῖν, ἐπειδὴ καὶ τοῦτον ἔμελλεν ἄρχοντα ποιεῖν τῆς οἰκουμένης ἁπάσης· ἵνα τῶν οἰκείων ἀναμιμνησκόμενος πτωμάτων, τῶν ἐφεξῆς γινομένων συγγινώσκῃ τοῖς ὑποσκελιζομένοις.

Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἄκουσον αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· Σίμων, Σίμων, ποσάκις ἐζήτησεν ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου. Ταύτην μοι δὸς τὴν ἀμοιβὴν, φησὶ, τῆς περὶ σὲ βοηθείας· εἰ γὰρ μὴ τῆς ἐμῆς ἀπέλαυες προνοίας, οὐκ ἂν ἤρκεσας καθ' ἑαυτὸν ἐνεγκεῖν ἐκείνου τὴν ἔφοδον. Ἐννοῶν τοίνυν τὰ σὰ, γίνου καὶ τοῖς ἄλλοις συγγνωμονικός· τὸ γὰρ, Στήριξον, τοῦτό ἐστιν αἰνιττομένου· τοὺς σαλευομένους στήριξον συγκαταβαίνων, χεῖρα ὀρέγων, φιλανθρωπίαν ἐπιδεικνύμενος πολλήν. Καὶ ὁ Παῦλος ὁ λέοντος παντὸς θρασύτερος ὢν, ἡ ἀκατάπληκτος ψυχὴ, τὸ αὐτὸ τοῦτο ἔπαθε. Καὶ ὅρα πῶς δείκνυσιν ἑαυτὸν συνεχῶς δεόμενον τῶν τῆς ταπεινοφροσύνης φαρμάκων· Κορινθίοις γὰρ ἐπιστέλλων φησίν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου 63.467 ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς. Ἠλπίκαμεν δὲ ὅτι καὶ ῥύσεται.