1

 2

 3

 4

 5

2

ποιότης καὶ ἰδίωμα, οἷον διαφέρει ὁ ἄνθρωπος τοῦ ἀγγέλου, ὅτι ὁ μὲν ἄγγελος ἀθάνατός ἐστιν, ὁ δὲ ἄνθρωπος θνητός· τὸ ἀθάνατον καὶ θνητὸν διαφορὰ καὶ ποιότης καὶ ἰδίωμά ἐστιν. Πάλιν διαφέρει ὁ Ἀδὰμ τοῦ Σήθ, ὅτι ὁ μὲν Ἀδὰμ πατήρ ἐστι τοῦ Σήθ, ὁ δὲ Σὴθ υἱὸς τοῦ Ἀδάμ.Ἡ πατρότης οὖν καὶ ἡ υἱότης διαφοραί εἰσιν· ἐν τούτοις γὰρ διαφέρουσιν ἀλλήλων ὁ Ἀδὰμ καὶ ὁ Σήθ. Καὶ πάντα τὰ τοιαῦτα διαφοραὶ λέγονται καὶ ποιότητες καὶ ἰδιώματα, οἷον τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ δίπουν, τὸ τετράπουν, τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον, τὸ σιμὸν καὶ τὸ γρυπόν, τὸ λευκὸν καὶ τὸ μέλαν, τὸ μακρὸν καὶ τὸ κολοβὸν καὶ πάντα τὰ τοιαῦτα. 4 Περὶ οὐσιώδους καὶ ἐπουσιώδους διαφορᾶς ἤγουν φυσικῆς διαφορᾶς καὶ συμβεβηκότος. Πᾶν πρᾶγμα, ᾧτινι διαφέρει εἶδος ἑτέρου εἴδους καὶ οὐσία ἑτέρας οὐσίας, οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ λέγεται διαφορὰ καὶ ποιότης καὶ φυσικὸν ἰδίωμα καὶ ἰδίωμα φύσεως. Οἷον διαφέρουσιν ὁ ἄγγελος καὶ ὁ ἄνθρωπος ἀλλήλων κατὰ τὸ ἀθάνατον καὶ θνητόν· τὸ ἀθάνατον οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ διαφορὰ τοῦ ἀγγέλου ἐστὶ καὶ ἰδίωμα φυσικόν. Ὁμοίως καὶ τὸ θνητὸν τοῦ ἀνθρώπου. ∆ιαφέρουσι πάλιν ὁ ἄνθρωπος καὶ ὁ βοῦς ἀλλήλων, ὅτι ὁ μὲν ἄνθρωπος λογικός ἐστιν, ὁ δὲ βοῦς ἄλογος. Ἰδοὺ τὸ λογικὸν οὐσιώδης διαφορὰ καὶ συστατικὴ τοῦ ἀνθρώπου ἐστί, τὸ δὲ ἄλογον τοῦ βοός. Ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν εἰδῶν καὶ οὐσιῶν καὶ φύσεων καὶ μορφῶν. Πᾶν δὲ πρᾶγμα, ἐν ᾧ διαφέρει ὑπόστασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως, λέγεται ἐπουσιώδης διαφορὰ καὶ ποιότης καὶ ὑποστατικὸν ἰδίωμα καὶ χαρακτηριστικὸν ἰδίωμα, τοῦτό ἐστι τὸ συμβεβηκός· οἷον διαφέρει ἄνθρωπος ἑτέρου ἀνθρώπου, ὅτι ὁ μέν ἐστι μακρὸς ὁ δὲ κολοβός, ὁ μὲν λευκὸς ὁ δὲ μέλας· ὁ μὲν ὑγιαίνει ὁ δὲ νοσεῖ, ὁ μέν ἐστι πατὴρ ὁ δὲ υἱός. Ταῦτα καὶ τὰ τοιαῦτα πάντα ἐπουσιώδεις εἰσὶ διαφοραὶ καὶ ποιότητες καὶ ὑποστατικὰ καὶ χαρακτηριστικὰ ἰδιώματα καὶ συμβεβηκότα. Καὶ ἁπλῶς εἰπεῖν, ὅσα ἐν πάσαις ταῖς ὑπὸ τὸ αὐτὸ εἶδος ὑποστάσεσιν ὁμοίως θεωροῦνται καὶ ὧν ἄνευ ἀδύνατον συστῆναι τὴν οὐσίαν καὶ τὸ εἶδος, οὐσιώδης λέγεται διαφορά· Ὅσα δὲ ἔν τισι τῶν ὁμοειδῶν ὑποστάσεων εἰσίν, ἔν τισι δὲ οὔκ εἰσι, συμβεβηκότα καὶ ἐπουσιώδη εἰσί. 5 Περὶ χωριστοῦ καὶ ἀχωρίστου συμβεβηκότος. Τῶν συμβεβηκότων τὰ μέν εἰσι χωριστά, τὰ δὲ ἀχώριστα. Ἀχώριστα μέν, ἐν οἷς διαφέρει ὑπόστασις ἄλλης ὑποστάσεως, αὐτὴ δὲ ἑαυτῆς οὐ διαφέρει· οἷον ὁ δεῖνα ὁ ἄνθρωπος διαφέρει ἄλλου ἀνθρώπου, ὅτι αὐτὸς μὲν σιμός ἐστιν ἐκεῖνος δὲ γρυπός, ὅτι ὁ μὲν γλαυκὸς ὁ δὲ μελανόφθαλμος. Αὐτὸς δὲ ἑαυτοῦ οὐ διαφέρει· ὁ γὰρ σιμὸς πάντοτε σιμός ἐστι καὶ ὁ γρυπὸς πάντοτε γρυπός ἐστι, καὶ οὐκ ἐνδέχεται τὸν αὐτὸν ποτὲ μὲν σιμὸν εἶναι, ποτὲ δὲ γρυπόν. Ταῦτα δὲ λέγονται ἀχώριστα συμβεβηκότα, διότι, ἐπειδὰν γένωνται ἔν τινι, οὐκέτι χωρίζονται αὐτοῦ. Ὅμως δὲ συμβεβηκότα εἰσίν· ἐνδέχεται γὰρ καὶ μὴ εἶναι σιμὸν καὶ εἶναι ἄνθρωπον, καὶ μὴ εἶναι γρυπὸν καὶ εἶναι ἄνθρωπον· οὐ πᾶς γὰρ ἄνθρωπος σιμὸς οὐδὲ πᾶς ἄνθρωπος γρυπός, πᾶς δὲ ἄνθρωπος λογικός, καὶ ὁ μὴ ὢν λογικὸς οὐκ ἔστιν ἄνθρωπος. Χωριστὰ δέ εἰσιν, ὅσα καὶ ὁ αὐτὸς ἄνθρωπος ἤγουν ἡ αὐτὴ ὑπόστασις ποτὲ μὲν ἔχει, ποτὲ δὲ οὐκ ἔχει, οἷον τὸ νοσεῖν καὶ ὑγιαίνειν, τὸ καθέζεσθαι καὶ ἀνίστασθαι, τὸ χαίρειν καὶ λυπεῖσθαι καὶ τὰ τοιαῦτα. 6 Περὶ ὁμοουσίων καὶ ἑτεροουσίων. Ὁμοούσια καὶ ὁμοφυῆ καὶ σύμμορφα καὶ ὁμοειδῆ καὶ ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος καὶ ὑπὸ τὴν αὐτὴν οὐσίαν εἰσίν, οἷον Πέτρος, Παῦλος καὶ οἱ λοιποὶ