1

 2

 3

 4

 5

4

εἰσὶν ὁ δεῖνα καὶ ὁ δεῖνα ὁ ἵππος· καὶ περιεκτικὸν αὐτῶν εἶδος ὁ ἵππος ὁ ἁπλῶς. Πάλιν ὑποστάσεις εἰσὶ τόδε καὶ τόδε τὸ φυτὸν τῆς ἐλαίας· περιεκτικὸν δὲ αὐτῶν εἶδος ἡ ἁπλῶς ἐλαία. Ἰστέον οὖν, ὡς τὰ περιεκτικὰ τῶν ἀτόμων μόνον εἴδη λέγονται εἰδικώτατα οἷον ὁ ἄγγελος, ὁ ἄνθρωπος, ὁ ἵππος, ὁ κύων, ἡ ἐλαία, ὁ φοῖνιξ καὶ τὰ τοιαῦτα, τὰ δὲ περιεκτικὰ τῶν εἰδικωτάτων εἰδῶν μόνον γένη λέγονται καὶ εἴδη ὑπάλληλα οἷον τὸ ἀσώματον, τὸ σῶμα, τὸ ἄψυχον, τὸ ἀναίσθητον, τὸ φυτικόν, τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ ζῷον, τὸ λογικόν, τὸ ἄλογον, τὸ θνητόν, τὸ ἀθάνατον, τὸ δίπουν, τὸ τετράπουν, τὸ ἑρπυστικόν, τὸ πτηνὸν καὶ πάντα τὰ τοιαῦτα, τὰ περιέχοντα μὲν τὰ εἰδικώτατα εἴδη καὶ γένη αὐτῶν ὄντα καὶ συστατικαὶ αὐτῶν διαφοραί, περιεχόμενα δὲ ὑπὸ τοῦ γενικωτάτου γένους, ἥτις ἐστὶν ἡ οὐσία. Καὶ ἄλλως δὲ περὶ τῶν αὐτῶν διαληπτέον. Πάντα, ὅσα ἑνὶ προστάγματι θεοῦ ἐγένοντο, ἑνὸς γένους εἰσίν, οἷον προσέταξεν ὁ θεὸς γενέσθαι ἰχθύας, καὶ ἐγένοντο διαφοραὶ ἰχθύων πολλαί· πάντες οἱ ἰχθύες ἑνὸς γένους εἰσίν, ἑκάστη δὲ διαφορὰ ἰχθύων εἶδός ἐστιν. Πάλιν προσέταξεν ὁ θεὸς ἐξαγαγεῖν τὰ ὕδατα πετεινά, καὶ ἐγένοντο διαφοραὶ πολλαὶ πετεινῶν· πάντα τὰ πετεινὰ ἑνὸς γένους εἰσίν, ἑκάστη δὲ διαφορὰ τῶν πετεινῶν εἶδός ἐστι τοῦ γένους ἐκείνου τῶν πετεινῶν. Ὁμοίως καὶ ἐπὶ ἑρπετῶν καὶ κτηνῶν καὶ θηρίων καὶ βοτανῶν καὶ λαχάνων καὶ δένδρων. Λέγεται δὲ καὶ ἓν γένος ὅλων τῶν ζῴων καὶ ἓν γένος τῶν φυτῶν ὅλων καὶ ἓν γένος τῶν παντελῶς ἀψύχων καὶ μὴ ἐχόντων ὅλως αὐξητικὴν ἢ θρεπτικὴν δύναμιν καὶ πάλιν ἓν γένος τῶν ἀσωμάτων καὶ ἓν γένος τῶν σωμάτων· λέγεται δὲ καὶ πᾶσα ἡ κτίσις ἓν γένος, καὶ πολλὰ εἴδη ὑπὸ τὸ γένος τῆς κτίσεως αἱ διαφοραὶ τῶν κτισμάτων, καὶ πᾶσα ἡ οὐσία ἓν γένος. 8 Περὶ ἐνεργείας. Ἐνέργειά ἐστι κίνησις δραστικὴ τοῦ ποιοῦντος. Ἐνέργεια δὲ φυσική ἐστι κίνησις φύσεως δραστικὴ οἷον ἡ λογικὴ τοῦ νοῦ κίνησις, τὸ ζωτικόν, τὸ αἰσθητικόν, τὸ θρεπτικόν, τὸ αὐξητικόν, τὸ γεννητικὸν καὶ ἡ καθ' ὁρμὴν κίνησις, τουτέστιν αἱ κινήσεις τοῦ σώματος, καὶ τὸ φανταστικὸν καὶ τὸ μνημονευτικὸν τό τε θυμικὸν καὶ ἐπιθυμητικὸν καὶ θελητικὸν ἤγουν ὀρεκτικὸν καὶ τὰ τοιαῦτα. Πεντάτροπος δέ ἐστιν αὕτη· ἢ νοερὰ ὡς ἐπὶ ἀγγέλων καὶ πασῶν ἀσωμάτων οὐσιῶν ἁπλῇ προσβολῇ νοούντων· -ἢ λογικὴ ὡς ἐπὶ ἀνθρώπων τῶν ἐκ ψυχῆς ἀσωμάτου καὶ σώματος συντεθειμένων, οὐχ ἁπλῇ ἀλλὰ ποικίλῃ καὶ διαλογιστικῇ προσβολῇ νοούντων· -ἢ ζωτικὴ ὡς ἐπὶ ἀλόγων ζῴων αἴσθησιν μὲν ἐχόντων, μὴ λογιζομένων δὲ μηδὲ νοούντων· -ἢ φυτικὴ ὡς ἐπὶ ἀναισθήτων ἐχόντων δὲ θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν· -ἢ ἄζωος παντελῶς ὡς ἐπὶ γῆς καὶ λίθων τῶν μήτε ζωτικὴν μήτε θρεπτικὴν μήτε αὐξητικὴν δύναμιν ἐχόντων, μὴ ἀμοιρούντων δὲ φυσικῶν τινων ἐνεργειῶν. 9 Περὶ πάθους. Πάθος ἐστὶ φυσικὸν κίνησις φύσεως παθητικὴ τοῦ πάσχοντος. Ἥτις τῆς μὲν φύσεώς ἐστιν ἐνέργεια, πάθος δὲ τοῦ, περὶ ὃ ἡ ἐνέργεια, οἷον γένεσις, χαρά, λύπη, ἀγωνία, ἀδημονία, φόβος, ὄκνος, κόπος, ὕπνος, ἡδονή, πόνος, θυμός, ἐπιθυμία, τομή, ῥεῦσις καὶ φθορὰ καὶ τὰ τοιαῦτα. Ταῦτα καὶ τὰ τοιαῦτα πάθη φυσικά εἰσι καὶ ἀδιάβλητα οὐκ ἐφ' ἡμῖν ὄντα. Μόνη δὲ ἡ ἁμαρτία παρὰ φύσιν ἐστὶν ἑκούσιον καὶ αὐθαίρετον τῆς ψυχῆς πάθος κάκιστον καὶ φθορά. 10 Περὶ θελήματος. Θέλησίς ἐστι φυσικὴ λογικὴ ὄρεξις. Καὶ πάλιν θέλησίς ἐστι φυσικὴ λογικὴ καὶ