1

 2

 3

 4

 5

3

κατὰ μέρος ἄνθρωποι καὶ πάντες οἱ βόες καὶ πάντες οἱ κύνες, ὁμοίως καὶ τὰ λοιπά. Ἑτεροούσια δὲ καὶ ἑτεροφυῆ καὶ ἑτερόμορφα καὶ ἑτεροειδῆ καὶ ἑτερογενῆ εἰσι τὰ ὑπὸ ἄλλο καὶ ἄλλο εἶδος καὶ ἄλλην καὶ ἄλλην οὐσίαν ὄντα οἷον ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ κύων καὶ τὰ τοιαῦτα. 7 Περὶ γένους καὶ εἴδους. Τὸ γένος εἰς εἴδη διαιρεῖται οἷον τὸ ζῷον ἢ λογικὸν ἢ ἄλογον· ἰδοὺ τὸ μὲν ζῷον γένος ἐστὶ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου, τὸ δὲ λογικὸν καὶ τὸ ἄλογον εἴδη εἰσὶν τοῦ ζῴου. Πάλιν τὸ λογικὸν διαιρεῖται εἰς θνητόν, ἄνθρωπον, καὶ ἀθάνατον, ἄγγελον. Τὸ λογικὸν γένος ἐστὶ τοῦ θνητοῦ καὶ τοῦ ἀθανάτου, τὸ δὲ θνητὸν καὶ τὸ ἀθάνατον εἴδη τοῦ λογικοῦ. Ἵνα οὖν σαφέστερον γένηται τὸ λεγόμενον, ἄνωθεν τὸν λόγον ποιησώμεθα. Γένος ἐστὶ γενικώτατον τὸ πρῶτον γένος, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ ἔχειν ἐπάνω ἕτερον γένος, εἰδικώτατον δὲ εἶδος τὸ ἔσχατον καὶ ὑποβεβηκὸς εἶδος, ὅπερ εἶδος ὂν οὐκ ἔστι γένος διὰ τὸ μὴ ἔχειν ἕτερα εἴδη ἐξ αὐτοῦ τεμνόμενα. Εἰσὶ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη τε καὶ εἴδη, γένη μὲν τῶν ὑποκάτω, εἴδη δὲ τῶν ἐπάνω, ἅτινα καλεῖται ὑπάλληλα. Οἷον γενικώτατον γένος ἐστὶν ἡ οὐσία· οὐ γὰρ ἔχει ἐπάνω αὐτῆς ἄλλο γένος, διὸ οὐδέ ἐστιν εἶδος. Αὕτη διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον, τὸ σῶμα τέμνεται εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον τέμνεται εἰς αἰσθητικὸν καὶ ἀναίσθητον, τὸ αἰσθητικὸν εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον. Ἔστιν οὖν τὸ μὲν ἀσώματον λογικὸν καὶ ἀθάνατον· ἀσώ ματον δὲ ἐνταῦθα λέγω οὐσίαν οἷον ψυχήν, ἄγγελον, δαίμονα· ἕκαστον τούτων εἰδικώτατον εἶδός ἐστιν. Σῶμα δὲ ἔμψυχον αἰσθητικὸν τὸ ζῷον, ζῷον δὲ λογικὸν θνητὸν ἄνθρωπος, ὅς ἐστιν εἰδικώτατον εἶδος, ζῷον δὲ ἄλογον ὑλακτικὸν κύων, ὅς ἐστιν εἰδικώτατον εἶδος. Εἶτα σῶμα ἔμψυχον ἀναίσθητον τὸ φυτόν. Σῶμα παντελῶς ἄψυχον γῆ, ἀήρ, ὕδωρ, πῦρ, ὧν ἕκαστον εἰδικώτατον εἶδος ὑπάρχει. Πρὸς δὲ πλείονα σαφήνειαν οὕτω λέγομεν. Ἡ οὐσία, ἥτις περιέχει ὑπερουσίως μὲν τὴν ἄκτιστον θεότητα, γνωστικῶς δὲ καὶ περιοχικῶς πᾶσαν τὴν κτίσιν, γενικώτατόν ἐστι γένος. Αὕτη ἢ ἀσώματός ἐστι καὶ νοερὰ καὶ ἀθάνατος ὡς θεός, ἄγγελος, ψυχή, δαίμων, -ἢ σῶμα ἄψυχον ὡς πῦρ, ἀήρ, ὕδωρ, γῆ, -ἢ σῶμα φυτικὸν ὡς ἄμπελος, φοῖνιξ, ἐλαία καὶ τὰ τοιαῦτα, -ἢ σῶμα ἔμψυχον αἰσθητικόν, τουτέστι ζῷον, ὡς ἵππος, κύων, ἐλέφας καὶ τὰ τοιαῦτα, -ἢ σύνθετος ἐκ σώματος καὶ ἀσωμάτου ψυχῆς ὡς ἄνθρωπος. Τούτων ἡ μὲν οὐσία ὡς πρώτη καὶ καθολικωτέρα καὶ περιεκτικὴ πάντων γενικώτατόν ἐστι γένος. Τούτου δὲ τοῦ γενικωτάτου γένους εἴδη εἰσὶ τὸ ἀσώματον, τὸ ἄψυχον σῶμα, τὸ φυτικὸν σῶμα, τὸ ἔμψυχον καὶ αἰσθητικὸν σῶμα, τουτέστι τὸ ζῷον. Ταῦτα λέγονται εἴδη καὶ γένη ὑπάλληλα· εἴδη γάρ εἰσι τῆς οὐσίας ὡς ἐξ αὐτῆς τεμνόμενα. Ἕκαστον δὲ αὐτῶν διαιρεῖται εἰς ἕτερα εἴδη καὶ περιεκτικὸν καὶ καθολικώτερον αὐτῶν ἐστι· περιέχει γὰρ ἡ μὲν ἀσώματος οὐσία θεόν, ἄγγελον, ψυχήν, δαίμονα, τὸ δὲ ἄψυχον σῶμα γῆν, ὕδωρ, ἀέρα, πῦρ, τὸ δὲ φυτικὸν σῶμα ἄμπελον, ἐλαίαν, φοίνικα καὶ τὰ τοιαῦτα, τὸ δὲ ἔμψυχον καὶ αἰσθητικὸν ἤτοι τὸ ζῷον ἵππον, βοῦν, κύνα καὶ τὰ τοιαῦτα, ἔτι δὲ καὶ τὸν ἐξ ἀσωμάτου ψυχῆς καὶ σώματος συντεθειμένον ἄνθρωπον. Ἔστιν οὖν ὑπόστασις μὲν καὶ ἄτομον καὶ πρόσωπον πατήρ, υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· περιεκτικὸν δὲ αὐτῶν εἶδος ἡ ὑπερούσιος καὶ ἀκατάληπτος θεότης. Ἔτι ὑποστάσεις εἰσὶ Μιχαήλ, Γαβριὴλ καὶ οἱ λοιποὶ κατὰ μέρος ἄγγελοι· εἶδος δὲ περιεκτικὸν αὐτῶν ἡ ἀγγελικὴ φύσις. Ἔτι ὑποστάσεις εἰσὶ Πέτρος, Παῦλος, Ἰωάννης καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι· περιεκτικὸν δὲ αὐτῶν εἶδος ἡ ἀνθρωπότης. Αὖθις ὑποστάσεις