βίον εἰσήλθοσαν, ὡς ὁ λόγος ἤδη φθάσας ἐγνώρισεν, φαίνεται πάντως ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος οὐκ εἶχε τὸ καταναγκάζον αὐτὸν αἰσθητῆς ἅπτεσθαι βρώσεως. καὶ τί χρὴ πολλὰ λέγειν; εἴ γε τροφῆς ἦν ἐνδεὴς ὁ ἄνθρω190 πος ἀπ' ἀρχῆς, ως τινες ὑπειλήφασι, καὶ πεινῶν ἂν ἐξ ἀνάγκης ἦν καὶ ῥιγῶν καὶ κοιμώμενος. εἰ δὲ τοιοῦτος ἐκεῖνος ἦν, εὔδηλον πάντως ὅτι θνητὸς ἦν ἀπ' ἀρχῆς καὶ φθαρτός· ἀδύνατον γὰρ ἄφθαρτον διαμένειν, ὡς ὁ ∆αμασκηνὸς Ἰωάννης φησί, τὸν αἰσθητῆς βρώσεως ἐν μετουσίᾳ γενόμενον. ἀλλ' ἄφες αὐτούς· ἡ γὰρ ἀναγεγραμμένη ἁγία σύνοδος οὕτω περὶ τοῦ πρώτου ἀνθρώπου φρονεῖν οὐδαμοῦ συγχωρεῖ. διέξεισι γὰρ οὕτω κατὰ λέξιν εἴ τις λέγει τὸν Ἀδὰμ θνητὸν πλασθῆναι παρὰ θεοῦ καὶ μὴ μετὰ τὴν ἁμαρτίαν ἐλθεῖν εἰς φθοράν, ἤτω ἀνάθεμα.» καὶ περὶ μὲν τούτων οὕτως. Φυτεύεται δὲ ὅμως ἐν παραδείσῳ καὶ τοιοῦτον φυτόν, ἀφ' οὗ κεκώλυται μὴ φαγεῖν ὁ Ἀδάμ. τίνος ἕνεκεν; ὡς ἐντεῦθεν ἐπιγινώσκειν τὸν τοσούτων ἀγαθῶν παροχέα, καὶ ὡς ὑπὸ δεσπότην αὐτός ἐστι, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, καὶ μὴ τοιοῦτον παθεῖν ἐξ ἀπονοίας ὁποῖον ἔπαθεν ὁ πεσὼν Ἑωσφόρος, τὴν δοθεῖσαν αὐτῷ λαμπρότητα μὴ δυνηθεὶς ἐνεγκεῖν. ἀλλὰ γὰρ τίνα τὰ μετὰ ταῦτα; παραβαίνει τὴν ἐντολήν, ἅπτεται τοῦ φυτοῦ, γυμνοῦται τηνικαῦτα, φθορᾷ περιπίπτει, τοῦ παραδείσου ἐκβάλλεται, γινώσκει τὴν Εὔαν, γεννᾷ τρεῖς υἱούς, τὸν Καῒν τὸν Ἀβὲλ καὶ τὸν Σήθ. Πρόσεχε δέ, ἀγαπητέ, καὶ μὴ συναρπάζου τοῖς οὕτω 191 λέγουσιν εἴπερ ᾔδει ὁ θεὸς τὸν Ἀδὰμ τὴν ἐντολήν τε παραβαίνοντα καὶ τοῦ παραδείσου τηνικαῦτα ἐκπίπτοντα, τί δήποτε παρήγαγεν αὐτόν; ἢ γὰρ ἔδει μὴ παραγαγεῖν αὐτόν, ἢ παραχθέντα κωλῦσαι τῆς ἀπηγορευμένης ἐκείνης βρώσεως.» ἄφες αὐτούς, εἴγε τὰ τοιαῦτα φρονοῦσι, πείθου δὲ μᾶλλον τῷ θειοτάτῳ Γρηγορίῳ τῷ Νύσσης οὕτω λέγοντι ὅτι μὲν ἐκτραπήσεται τοῦ ἀγαθοῦ τὸ ἀνθρώπινον, οὐκ ἠγνόησεν ὁ τὰ πάντα εἰδὼς θεός. οὐκ ἐκώλυσε δέ· ὥσπερ γὰρ τὴν παρατροπὴν ἐθεάσατο, οὕτω τὴν ἀνάκλησιν αὐτοῦ πάλιν τὴν πρὸς τὸ ἀγαθὸν κατενόησε. τί οὖν; ἄμεινον ἦν καθόλου μὴ ἀγαγεῖν τὴν φύσιν ἡμῶν εἰς γένεσιν, ἐπειδὴ τοῦ καλοῦ διαμαρτόντα προέγνω τὸν ἄνθρωπον, ἢ παραχθέντα καὶ νενοσηκότα πάλιν πρὸς τὴν ἐξ ἀρχῆς χάριν διὰ μετανοίας ἐπανακαλέσασθαι; πάντως τὸ δεύτερον. ἄλλως τε διὰ τὴν αὐτοῦ ἀγαθότητα παραγαγεῖν ὁ θεὸς ἠθέλησε τὸ ἀνθρώπινον, ὁμολογουμένως δὲ προεῖδε καὶ τὴν γενησομένην αὐτοῦ παρεκτροπήν. εἴπερ οὖν οὐ παρήγαγε διὰ τοῦτο τὸν ἄνθρωπον, ἐνίκα δὲ λοιπὸν ἡ κακία ἡμῶν, ὡς ὁ ∆αμασκηνὸς Ἰωάννης φησί, τὴν ἀγαθότητα τοῦ θεοῦ. πάντα μὲν οὖν καλὰ ποιεῖ ὁ θεός, ὅσα δὴ καὶ ποιεῖ, ἕκαστος δὲ ἡμῶν ἐξ οἰκείας προαιρέσεως ἐκκλίνει πρός γε τὸ καλὸν ἢ τὸ κακόν. εἰ γὰρ καὶ συνέφερε τῷ ἀνθρώπῳ εἰ οὐκ ἐγεννήθη» φησὶν ὁ κύριος, ἀλλ' οὐ τὴν οἰκείαν 192 δημιουργίαν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως ἐπιγενομένην τῷ κτίσματι αὐτοῦ κακίαν. ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία ἄχρηστον αὐτῷ τὴν τοῦ δημιουργοῦ εὐεργεσίαν ἐποίησε, ὥσπερ οὖν καὶ ἐφ' ἡμῶν αὐτῶν ἔστιν ἰδεῖν. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. εὐεργετῆσαι θέλων ὁ βασιλεὺς τῶν ὑπὸ χεῖρά τινα μεγίστην αὐτῷ ἐγχειρίζει ἀρχήν. καὶ ὃς αὐτίκα πρὸς τὸ ὕψος ἀπιδὼν τῆς ἀρχῆς, καὶ μὴ δυνάμενος ἐνεγκεῖν, ἐπαίρεται καθ' ἑαυτόν, ἡσυχῇ καθῆσθαι οὐκ ἀνέχεται, φαντάζεται τὰ ὑπὲρ αὐτόν, τυραννίδι κέχρηται καὶ εἰς ἀποστασίαν χωρεῖ. τί τὸ ἐπὶ τούτοις; ἄχθεται ὁ βασιλεὺς οὐ μικρῶς ἐπὶ τῷ πράγματι, δυσχεραίνει. τί τοῦτο; λέγει· πῶς ὁ ἀχάριστος τὴν ἐπελθοῦσαν αὐτῷ δόξαν εἰς ἀδοξίαν μετέστρεψε; καὶ θέλει μὲν μὴ καθελεῖν τὸν ἀγνώμονα, καταφρονῆσαι δὲ ὅμως τῆς τυραννίδος οὐ δύναται. χειροῦται τὸν ἀποστάτην λοιπόν, τῆς ἀξίας ἀπογυμνοῖ καὶ δριμείαις ὑποβάλλει ποιναῖς, ἐνίοτε δὲ καὶ τῆς παρούσης ὑπεξάγει ζωῆς. συνέφερε λοιπὸν αὐτῷ μὴ δέξασθαι παρὰ βασιλέως ἀρχήν, εἴπερ ἀπονοίας αὐτοῦ τοιαῦτα παθεῖν