ὀξώδη ἢ ἐλαιώδη, τεφρώδη, καὶ ὅσα τοιαῦτα· τὰ πάντα γὰρ τῆς ποιότητος ἐκεῖθεν μετέχουσιν ἀφ' ἧς γῆς διέρχονταί τε καὶ ἀνέρχονται. οὕτω μὲν οὖν καὶ τὰ θερμὰ ὕδατα διὰ πυρώδους γῆς διερχόμενα, ὡς ὁ μέγας φησὶ Βασίλειος, ἢ στενοχωρούμενα καὶ βίᾳ ῥηγνύμενα, τὴν ζέσιν ἐκεῖθεν ἐφέλκονται. αἱ μέντοι μεγάλαι πηγαὶ διὰ τοῦτο καὶ μᾶλλον ἐν ὄρεσι γίνονται, ὅτι μέχρι καὶ αὐτῆς τῆς τοῦ ὄρους γίνεται κορυφῆς ἡ ἀπὸ τοῦ βάθους ὁλκὴ καὶ ἀναθυμίασις, καὶ μᾶλλον εἰ σομφῶδες τύχῃ τὸ ὄρος εἶναι καὶ πρὸς τὴν ὁλκὴν ἐπιτήδειον. εἶτα καταρρέον ἔνθεν κἀκεῖθεν τὸ ὕδωρ, καὶ ἔν τινι τόπῳ συρρεῦσαν, τὴν γῆν ἐκεῖσε ῥήγνυσι καὶ οὕτω μετὰ βίας ἐξέρχεται. ἀένναος δὲ ἡ πηγή, ὅτι καὶ διηνεκὴς ἡ ἀπὸ τοῦ βάθους παρὰ τοῦ ἡλίου ὁλκή. 32 καὶ μαρτυροῦσι τῷ λόγῳ τὰ μέγιστα τῶν ὀρῶν, ὅ τε Καύκασος, ὁ Παρνασσός, ἡ Πυρήνη, καὶ ὅσα τοιαῦτα· μέγιστοι γὰρ ἐκεῖθεν ῥέουσι ποταμοὶ τὰς ἀρχὰς ἔχοντες ἀπὸ τῶν μεγάλων πηγῶν. καὶ τί χρὴ πολλὰ λέγειν; πάσης ποταμῶν ῥύσεως καὶ ἀμπώτιδος, καὶ τῶν ὅσα φυσικὰς ἔχει τὰς κινήσεις καὶ τὰς ἀρχάς, πάντων αἴτιος ὁ ἥλιός ἐστι, παρὰ θεοῦ τὴν παντοδαπῆ ταύτην λαβὼν ἐνέργειαν. ὅρα γὰρ ὅτι φυσικῇ δυνάμει καὶ περιουσίᾳ θερμότητος ἑλκτικός ἐστι τῆς ἐν τῷ βάθει ὑγρότητος. ὅθεν ἔαρος καὶ θέρους πλησιάζων ἡμῖν ἀνέλκει τὴν ἐν τοῖς δένδροις ἰκμάδα καὶ ἔγκαρπα ταῦτα ποιεῖ. αὐτοῦ τὸ θέρος, αὐτοῦ τὸ μετόπωρον ὅ τε χειμὼν καὶ τὰ λοιπά. Ὁ μέντοι Νεῖλος, ἀγαπητέ, κατὰ τὴν θερινὴν ὥραν αὔξεται· παντὸς γὰρ νέφους ὑπ' ἀνέμων ἐλαυνομένου μέχρι τῆς κεκαυμένης ζώνης, κἀντεῦθεν ὑετοῦ λάβρου ῥηγνυμένου, ὀργᾶται Νεῖλος καὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται· τῆς γὰρ οἰκείας ὄχθης ἐξέρχεται καὶ καταθαλαττίζει τὴν Αἴγυπτον. καὶ γλυκὺς μὲν ὁ Νεῖλος (ἐξ ὄμβρων γάρ), χλιαρὸς δὲ ὡς ἐκ θερμότητος ἀρξάμενος. κατὰ τοῦτο καὶ αὔρας οὐκ ἀναδίδωσιν, ὡς οἱ λοιποὶ ποταμοί· τῶν γὰρ νεφῶν ἐλαυνομένων, ὡς εἴρηται, ὑπὸ τῶν ἐτησίων ἀνέμων, ἡ ἐμπεριεχομένη τούτοις ἀτμὶς ὑπὸ τοῦ κατὰ τόπους πυρώδους ἅπασα ἐξικμάζεται, καὶ τούτου χάριν ὁ Νεῖλος αὔρας οὐκ ἀναδίδω33 σιν. εἰ δέ, καθάπερ τινὲς ᾠήθησαν, ἀπὸ χιόνος τηκομένης αὐξόμενος ἦν, αὖραι ἂν ἐκεῖθεν δαψιλεῖς ἀνεπέμποντο. τὸ μέντοι κατὰ τὸν Νεῖλον, ἀγαπητέ, θαῦμα, καθά φησιν ὁ θεῖος Ἀναστάσιος, πρὸς πίστωσιν τῆς ἀρχαίας κοσμοποιίας γίνεσθαι συνεχώρησεν ὁ θεός· τίς καὶ γὰρ ὁρῶν τὸν Νεῖλον καταθαλαττίζοντα τὴν Αἴγυπτον καὶ αὖθις ἀποκαθιστάμενον, οὐκ ἂν καὶ τῆς ἡμέρας ἐκείνης πίστιν λάβῃ καθ' ἣν εἰς μίαν συναγωγὴν τοῦ ὕδατος ἐπισυναχθέντος ἐφάνη ἡ ξηρά. Ἀλλὰ καὶ ἐν τοῖς πλησιοχώροις αὐτοῖς τῆς ἐν Πενταπόλει τῇ βαρβαρικῇ ἀδύτοις ὕδασιν ἡ τῶν λίθων φύσις ἀνωφερὴς ἐπιφερομένη αὐτοὺς ἐκεῖθεν ἐλέγχει τοὺς μὴ πιστεύοντας ὅτι ἐπὶ τῶν ὑδάτων ὑπὲρ φύσιν ὁ θεὸς τὴν βαρεῖαν ταύτην γῆν ἀπῃώρησεν. ἀλλὰ καὶ ἐν τοῖς λεγομένοις Λυκίοις ὄρεσι τὸ ὕδωρ καὶ τὸ πῦρ ὁμοῦ συνιόντα τὴν ἀδιαίρετον ἐπὶ Χριστοῦ τῶν δύο φύσεων ἕνωσιν, τῆς θεότητός φημι καὶ ἀνθρωπότητος, ἡμᾶς ἐκδιδάσκουσιν. ἀλλὰ πῶς ἐπὶ τούτοις τὸν ποιητὴν εἰκότως ἄν τις ὑμνήσειεν; ἐπειδὴ γὰρ πολυειδῆ τυγχάνει τὰ ἐμπίπτοντα ἡμῖν νοσήματα, πολυειδῆ καὶ τὰ ἐκ τῆς γῆς ἀναδιδόμενα θερμὰ ὕδατα. τὰ μὲν γὰρ αὐτῶν χαυνοῖ τὰ τεταμένα τῶν νεύρων, τὰ δὲ σφίγγει καὶ τονοῖ τὰ λελυμένα· καὶ τὰ μὲν φλέγματι πολέμια, τὰ δὲ μελαίνῃ χολῇ· καὶ 34 ἄλλα πάλιν ἄλλην χρείαν παρέχουσι τῇ κελεύσει τοῦ παραγαγόντος αὐτά, κἂν ἡμεῖς ἀχάριστοι περὶ τὸν εὐεργέτην φαινώμεθα. Καὶ ὅπως μέν, ἀγαπητέ, καὶ ποίῳ τρόπῳ θερμὰ κάτωθεν ἀνέρχονται ὕδατα, εἴρηται ἄνωθεν, ἀναγκαῖον δὲ συμπαρειλῆφθαι τῷ λόγῳ ὅπερ Πατρίκιός τις ἐπίσκοπος Προύσης εὕρηται λέγων περὶ τῶν θερμῶν ὑδάτων· πῦρ γὰρ καὶ ὕδωρ ἐν τῷ οὐρανῷ εἶναι λέγει, ὡσαύτως καὶ ὑποκάτω τῆς γῆς πῦρ καὶ ὕδωρ, ἀφ' ὧν ὥσπερ σίφωνες ἀναπέμπονται πρὸς ἡμετέραν ζωὴν αἱ πηγαί. ὁ μέντοι ∆αμασκηνὸς Ἰωάννης περὶ τοῦ Ὠκεανοῦ φησὶν