παραμυθούμενος ὁ θεὸς τὸν Ἐνὼχ μετέθηκεν, ὁ μέγας Ἀθανάσιος ἐν τῷ εἰς τὴν ἀνά- ληψιν λόγῳ αὐτοῦ σαφῶς οὕτω διείληφε θάνατος μὲν εἰσῆλθε διὰ τὴν παρακοήν. λύων δὲ ὅμως τὴν τῆς ἀπειλῆς ἀκμὴν ὁ θεὸς ἐλπίδα εὐθὺς ἀθανασίας ἀνατέλλει τῷ γένει, καὶ τὸν Ἐνὼχ ἐκ μέσου ἁρπάζει. κἀντεῦθεν τὴν θνητὴν φύσιν ἐδίδασκεν ὅρους ἀθανασίας ἐκδέχεσθαι, καὶ ἡ τοῦ δικαίου κατάστασις θανάτου στάσις ἐγένετο.» ὁ δὲ Γεώργιός φησιν ὅτι τοῦ Λάμεχ τοὺς ἀδελφοὺς αὐτοῦ, τοῦ Ἐνὼχ δηλαδή, φονεύσαντος καὶ τὰς γυναῖκας αὐτῶν λαβόντος προσηύ230 ξατο μετατεθῆναι ὁ δίκαιος, ὡς μηκέτι τοιοῦτόν τι θεάσηται. Ἔγνω δὲ Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώς. τούτῳ τῷ Ἐνὼς γεννᾶται Γαϊδᾶν, Γαϊδᾶν δὲ γεννᾷ τὸν Μαλελεήλ, Μαλελεὴλ δὲ γεννᾷ τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. ἔλαβε δὲ ἑαυτῷ· ὁ Λάμεχ δύο γυναῖκας, Ἀδᾶ καὶ Σελᾶ, καὶ ἔφη πρὸς αὐτάς ἀκούσατε τῆς φωνῆς μου, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί, ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.» καὶ ζητοῦσιν ἐνταῦθα διὰ τί ἐκ μὲν Κάϊν ἑπτάκις ἐκδεδίκηται, καὶ ταῦτα τὸν οἰκεῖον ἀδελφὸν ἔργον φόνου ποιήσαντος, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. καὶ λέγομεν ὅτι ὁ μὲν Κάϊν οὔπω ἔγνω ὁποῖόν ἐστιν ὁ φόνος κακόν, οὔπω εἶδε φονέα τιμωρούμενον, οὔπω εἶδε τὸν θεὸν ἐπ' αὐτῷ ἀγανακτοῦντα· ἐφ ᾧ καὶ τιμωρίας οὐ τοσοῦτον βαρείας μετέσχηκεν. ὁ δὲ Λάμεχ βαρύνεται τῇ κολάσει, ὅτι φονεὺς ἦν μετὰ τὸν νόμον καὶ τὸ κατάκριμα, ὅτι τοῦ Κάϊν ἑαυτὸν οὐκ ἐσωφρόνισεν ὑποδείγματι· ὅθεν καὶ βαρυτέραν ἐκείνου τὴν κόλασιν δέχεται. ἀλλ' ὁ μὲν Κάϊν ἐπὶ τῷ φόνῳ συγγνώμης οὐκ ἔτυχεν, ὅτι καὶ παρὰ θεοῦ ἐλεγχόμενος κρύπτειν ἔσπευδε τὸ ἁμάρτημα· ὁ δὲ Λάμεχ τῆς μιαιφονίας ἀπαλλάσσεται, ὅτι τὴν καθ' ἑαυ231 τοῦ ψῆφον καὶ μόνος ἐξήνεγκεν, ὅτι μείζονος ἑαυτὸν ἔδειξε κολάσεως ἄξιον οὕτως εἰπών ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.» Εἰ δὲ κἀκεῖνο πολυπραγμονεῖς, ἀγαπητέ, ὅπερ πρὸς Κάϊν εἶπεν ὁ θεός, ὅτι πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει, ὁ χρυσορρήμων Ἰωάννης ἐν τῷ κατ' Ἰου-δαίων ἕκτῳ λόγῳ διδάξει σε κατὰ ῥῆμα διεξιὼν οὑτωσί. μὴ φοβοῦ, φησί· βιώσῃ βίον μακρόν· κἂν ἀνέλῃ σέ τις, πολλαῖς ἔσται τιμωρίαις ὑπεύθυνος. ὁ γὰρ ἑπτὰ ἀριθμὸς παρὰ τῇ γραφῇ ἀδιορίστου πλήθους ἐστὶ σημαντικός. ὁ ἀνελών σε, φησί, καὶ τῶν ἐπικειμένων σοι ἀπαλλάξει κολάσεων, αὐτὸς ἐφ' ἑαυτὸν ἐπισπάσεται τὴν τιμωρίαν. καὶ δοκεῖ μὲν εἶναι βαρὺ τὸ λεγόμενον, πολλῆς δὲ ὅμως κηδεμονίας ἐστί. καὶ γὰρ τοὺς μετὰ ταῦτα σωφρονίσαι βουλόμενος τοιοῦτον ἐπενόησε κολάσεως τρόπον, ὃς ἀπαλλάξαι κἀκεῖνον τῆς τιμωρίας ἠδύνατο. εἰ μὲν γὰρ εὐθέως αὐτὸν ἀνεῖλεν, ἀπῆλθεν ἂν ἔχων τὴν ἁμαρτίαν, καὶ τοῖς μετὰ ταῦτα οὐκ ἂν ἐγένετο γνώριμος. νυνὶ ἀφεθεὶς πολὺν χρόνον ζῆσαι ἐν ἐκείνῳ τῷ τρόμῳ διδάσκαλος τοῖς ἀπαντῶσι καθίστατο πᾶσι διὰ τῆς ὄψεως. ἀλλὰ τί δή ποτε τὴν ἁμαρτίαν ὁμολογήσας, καὶ εἰπὼν μείζονα συγγνώμης ἡμαρτηκέναι, οὐκ ἂν ἴσχυσεν ἀπονίψασθαι τὸ ἁμάρ232 τημα; καί τοί γε ὁ προφήτης φησί "3λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς."3 ἀλλὰ διὰ τοῦτο κατεκρίθη, ὅτι οὐκ εἶπεν ὡς ὁ προφήτης ἐκέλευσε. τὸ γὰρ ζητούμενον τοῦτό ἐστιν, οὐ τὸ εἰπεῖν ἁπλῶς, ἀλλὰ τὸ πρῶτος εἰπεῖν, τὸ μὴ ἀναμεῖναι τὸν ἐλέγχοντα. οὗτος δὲ οὐκ εἶπε πρῶτος, ἀλλ' ἀνέμεινεν ἐλεγχθῆναι παρὰ τοῦ θεοῦ, καὶ οὕτως εἶπε τὴν ἁμαρτίαν. ὅπερ οὐκ ἔστιν ἐξομολόγησις. τὸ γὰρ πρῶτος εἰπεῖν, ἐκεῖνο πάντως καὶ δικαιοῖ.» Καὶ τὰ μὲν τοῦ Χρυσοστόμου τοιαῦτα, μετὰ δὲ τὸν Ἐνὼχ ὁ Μαθουσάλα, μετὰ δὲ τοῦτον ὁ Λάμεχ, ἐκ δὲ τούτου ὁ Νῶε. οὗτος γεννᾷ τρεῖς υἱούς, Σὴμ Χὰμ Ἰάφεθ. καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γενέσθαι ἐπὶ τῆς γῆς, θυγατέρες ἐγεννήθησαν αὐτοῖς. ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι