ἐν τῷ εἰς τὴν ἐξορίαν τοῦ Ἀδὰμ λόγῳ αὐτοῦ τὴν ἀπορίαν ἐπιλύσει σοι ταύτην, οὕτω λέγων παρέβη τὴν ἐντολὴν ὁ Ἀδάμ, ἔφαγεν ἀφ' οὗ παρηγγέλθη μὴ φαγεῖν, καὶ τούτου χάριν ὁ ἀθάνατος ἐγεγόνει θνητός.» ἄφες τὸ πῶς, ἵνα μὴ καὶ ἐπὶ τῷδε τῷ θνητῷ σώματι πλείονι συσχεθῇς ἀπορίᾳ, πῶς ἀναστήσεται λέγων ἀθάνατον ἐκ νεκρῶν, εἴγε θνητόν 175 ἐστι καὶ φθαρτόν; ὁ γὰρ ἀμφιβάλλων ἐπ' ἐκείνῳ πῶς ἀθάνατος ἐγεγόνει θνητός, ἐξ ἀνάγκης ἂν ἀπορήσειε καὶ ἐπὶ τούτῳ. οὐκοῦν ἄφες τὸ πῶς. ὁ θεὸς ὅπου, ἐκεῖσε χώραν οὐκ ἔχει τὸ πῶς. ἔπλασε μὲν γὰρ ἐπ' ἀφθαρσίᾳ τὸν ἄνθρωπον ὁ θεός, ἄρχοντα τῶν ἐπιγείων πάντων κατέστησε, διηνεκῆ δέδωκε τὴν ἀθανασίαν αὐτῷ, καθάπερ ἄνω διείληπται· καὶ εἶχε μὲν εἰς αἰῶνας οὕτω κατ' αὐτόν, ὅτι καὶ ἀμεταμέλητα τὰ θεῖα χαρίσματα. ἀλλ' ἐπειδὴ πρὸς ἁμαρτίαν αὐτὸν ἑώρα κατολισθαίνοντα κἀντεῦθεν ἐκπίπτοντα τῆς ὑψηλῆς ἐκείνης καὶ ἰσαγγέλου διαγωγῆς, παραχωρεῖ διὰ τοῦτο καὶ λαμβάνει κατ' αὐτοῦ χώραν ὁ θάνατος, ὅτι μηδὲ συνέφερεν ἔκτοτε διηνεκῆ προσεῖναι τὴν ἀθανασίαν αὐτῷ. καὶ γὰρ εἰ μὴ γέγονέ τι τοιοῦτον, εἰ μὴ συγχώρησις ἐκεῖθεν ἐδίδοτο φιλανθρωπίας ἕνεκεν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν, οὐκ ἂν ἐκείνῳ τῷ πρώτῳ Ἀδάμ, τῷ ἐπ' ἀφθαρσίᾳ κτισθέντι κατ' εἰκόνα τῆς ἀϊδιότητος τοῦ θεοῦ, προσήγγισε θάνατος· οὐκ ἂν ὑπέπεσε φθορᾷ τὸ σῶμα ἐκεῖνο τὸ φθορᾶς καὶ θανάτου ἄμεινον ὑπάρχον τὸ πρότερον. εἰ δὲ ταῦτα οὕτως ἔχει, πῶς ἀθάνατον αὐτὸν ὁμοῦ καὶ θνητὸν ὑπὸ θεοῦ παραχθῆναι εἴπωμεν; εἰ γὰρ καὶ θανάτῳ ὑπέπεσε μὴ φυλάξας τὴν δοθεῖσαν αὐτῷ ἐντολήν, ἀλλ' ὕστατον τῆς οἰκονομίας, ὡς ἤδη προείρηται, τοῦτο πάν176 τες εὑρήσομεν, εἴγε τῇ ἀκολουθίᾳ προσέχειν αἱρούμεθα τῆς ἁγίας γραφῆς. οὐδὲ γὰρ ὅτε παρῆγε τὸν ἄνθρωπον ὁ θεός, ὡς ἄνω διείληπται, τότε πρὸς αὐτὸν ἔλεγεν ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ φυτοῦ, θανάτῳ ἀποθανεῖσθε,» ἀλλὰ πολλῷ μετὰ τὴν αὐτοῦ παραγωγὴν ὕστερον. μετὰ γὰρ τὸ καθίσαι βασιλέα, μετὰ τὸ ἀναχθῆναι τὰ ζῶα πρὸς αὐτόν, μετὰ τὸ πέρας ἐπ' αὐτῷ δέξασθαι τὰ τῆς θείας βουλῆς, τότε πρὸς αὐτὸν ἡ τοιαύτη γέγονε θεία φωνή, τότε δὴ τότε καὶ χώραν ὁ θάνατος ἐλάμβανε κατ' αὐτοῦ. διὰ τί δὲ ταῦτα, καὶ τίνος ἕνεκεν; ἵνα μὴ ἀθανάτου μείναντος αὐτοῦ μετὰ τὴν παράβασιν μείνῃ σὺν αὐτῷ καὶ τὸ κακὸν ἐξ ἀνάγκης ἀθάνατον. Ὅτι δὲ ἀθάνατος ἔμελλε μεῖναι μετὰ τὴν ἁμαρτίαν ὁ ἄνθρωπος, εἰ μὴ γέγονέ τις οἰκονομία θεία ὥστε μὴ καὶ ἡμᾶς ἀθάνατα πάσχειν κατὰ τοὺς ἐκπεσόντας ἀγγέλους, ὁ Νύσσης θεῖος Γρηγόριος τοῖς ἀμαθέσι δίδωσι τέως ἡμῖν ἐννοεῖν. ἐπειδὴ γὰρ ἐν τοῖς ἀπηγορευμένοις» φησὶ γεγόνασιν οἱ πρῶτοι ἄνθρωποι καὶ τῆς μακαριότητος ἐκείνης ἀπεγυμνώθησαν, χιτῶνας δερματίνους ἤγουν τὴν ἀπὸ τῶν ζώων νεκρότητα οἰκονομικῶς ἐνέθηκε τῇ εἰς ἀθανασίαν κτισθείσῃ φύσει, ἵνα μὴ τὸ κακὸν ἀθάνατον ᾖ.» καλῶς δὲ εἶπεν οἰκονομικῶς ὁ θεῖος οὗτος ἀνήρ· κηδόμενος γὰρ ἡμῶν ὁ θεός, ὥστε μὴ ἁμαρτάνειν ἀθάνατα καὶ ὥστε μὴ συμπαραμένειν 177 εἰς αἰῶνας τῇ ἐπωδύνῳ ταύτῃ καὶ μοχθηρᾷ βιοτῇ, καθὰ δὴ καὶ ὁ χρυσοῦς τὴν γλῶττάν φησι, παραχωρεῖ τῷ θανάτῳ κατὰ τοῦ ἀθανάτου χωρῆσαι, καὶ γίνεται τούτῳ τῷ τρόπῳ θνητὸς ὁ ἀθάνατος καὶ φθαρτὸς ὁμοίως ὁ ἄφθαρτος. καὶ πειθέτω ἡμᾶς ἐπὶ πλέον ὁ μέγας Βασίλειος οὕτω περὶ τούτου λέγων οὐκ ἐκώλυσε δὲ τὸν θάνατον ὁ θεός, ἵνα μὴ ἀθάνατον ἡμῖν τὴν ἀρρωστίαν τηρήσῃ.» ἐπὶ κέρδει λοιπὸν ὁ θάνατος, καὶ ἐπ' εὐεργεσίαν ἡ τιμωρία δίδοται κατὰ τὸν ἐν θεολογίᾳ μέγαν Γρηγόριον. ἐφ' ᾧ καὶ σκυθρωπάζειν ἐπὶ τούτοις οὐκ εὔλογον. εἰ γὰρ καὶ εἰς γῆν ὅθεν ἐλήφθημεν ἀποστρεφόμεθα κατὰ τὴν ἀρὰν ἐκείνην τὴν οὕτω λέγουσαν γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,» ἀλλ' ἐκεῖθεν, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησί, καὶ αὖθις ἀναλαμβανόμεθα, κἀντεῦθεν ἐπὶ τὸ βέλτιον μεταστοιχειούμεθα, καὶ τοιοῦτοι γινόμεθα πάλιν ὁποῖοι καὶ πρότερον ἦμεν, τουτέστιν ἄφθαρτοι καὶ ἀθάνατοι. Ἀμφιβάλλειν οὖν ἐπὶ τούτοις οὐ δίκαιον, εἴγε