διειδῶν τόπου τε ὑγιεινοῦ καὶ καταλλήλων ὡσαύτως βρωτῶν καὶ ποτῶν. ἀλλ' ὅρα τὴν τοῦ θεοῦ σοφίαν, ἀγαπητέ, εἴ γε καὶ φυσιολογίας μικρὸν ἅψασθαι. ἵνα γὰρ μὴ τὰ καιριώτατα τοῦ σώματος ἡμῶν μόρια καὶ ταῖς τυχούσαις προφάσεσι καταβλάπτωνται, πολυτρόπως, ὡς προείπομεν, καὶ πολυειδῶς ἠσφαλίσατο. αὐτίκα γὰρ τὴν κεφαλὴν ἡμῶν, ἅτε δὴ τὸν ἐγκέφαλον αὐτὸν περιέχουσαν ἐν ᾧ τὰ τῆς ζωῆς ἡμῶν περιείληπται, καὶ θριξὶ κατωχύρωσε καὶ ὀστέοις πρὸ τούτων στερροῖς. ἁπαλὸν δὲ ἡ φύσις τοῦτον ἐποίησεν, ἐπειδὴ ταῖς αἰσθήσεσι πάσαις αὐτὸς χορηγεῖ τὰς πηγάς. ἵνα δὲ μὴ τῇ στερρότητι τῶν ὀστῶν συντριβόμενος περὶ τὴν οἰκείαν βλάπτηται φύσιν, ἁπαλὸς καὶ γάρ, δυσὶ μήνιγξιν αὐτὸν περιέλαβε, καὶ ταύταις οὐχ ἁπλῶς, ἀλλ' ἁπαλῇ μὲν οὔσῃ τῇ ἔσωθεν διά γε τὴν τοῦ ἐγκεφάλου ἀνάπαυσιν, στερροτέρᾳ δὲ πάλιν τῇ ἔξωθεν, ὡς ἐντεῦθεν ἄμφω φυλάττεσθαι· οὕτω μὲν οὖν καὶ ἐπὶ τῆς καρδίας ἐποίησε, καθὰ δὴ καὶ ὁ χρυσορρήμων Ἰωάννης φησίν, ὀστέοις μὲν περικυκλώσας, παραθεὶς δὲ αὐτῇ καθάπερ ἁπαλὸν στρῶμα τὸν πνεύμονα, ἵνα μὴ τῇ ἀεικινησίᾳ καὶ αὕτη τοῖς ὀστέοις συντρίβηται. ἀλλὰ πολ218 λαχόθεν ἔχειν ῥαφὰς πολλῆς ἀσφαλείας ὑπόθεσις· ἐξατμίζεται γὰρ ἐκεῖθεν αὐτός, ὥστε μὴ συμπνίγεσθαι ὑπὸ τῶν ἀναφερομένων ἀτμῶν. πληγή τε εἴ τις ἐπενεχθείη ποτέ, οὐχ ὁλοσχερῶς ἡ βλάβη γίνεται· εἰ μὲν γὰρ ἓν καὶ συνεχὲς ἦν τὸ ὀστοῦν, καὶ μία κατενεχθεῖσα πληγὴ τὸ πᾶν ἐλυμήνατο, εἰς πολλὰ δὲ νυνὶ διαιρουμένου γενέσθαι τοῦτο πάντως ἀμήχανον. εἰ γὰρ καὶ συμβαίη τρωθῆναι μέρος ἕν, ἀνάγκη πᾶσα τὸ κατ' ἐκεῖνο τὸ μέρος κείμενον ὀστοῦν παραβλάπτεσθαι, ἀσινῆ δὲ τὰ λοιπὰ πάντα διαφυλάττεσθαι, τοῦ συνεχοῦς τῆς πληγῆς διακοπτομένου τῇ τῶν ὀστῶν διαιρέσει. περὶ δὲ τῶν τῆς κεφαλῆς περιττωμάτων τί χρὴ καὶ λέγειν, εἴ γε τὰς ἐκκρίσεις αὐτῶν, ὡς ὁρᾷς, ἡ ὄσφρησις πεπίστευται. ἐπειδὴ γὰρ τοὺς κάτωθεν ἀναπεμπομένους ἀτμοὺς ὡς ὑπερκειμένη αὕτη τοῦ σώματος ὑποδέχεσθαι εἴωθεν, ἡ δὲ τούτων πλημμύρα πολλὴν ἂν εἰργάσατο τῷ ἐγκεφάλῳ τὴν λώβην, οὐδὲ τούτου κατημέλησεν ὁ τῶν ἁπάντων ποιητής, ἀλλὰ πόρους τινὰς ἐν τοῖς ὀστέοις ἐργασάμενος τὰ ὑγρὰ καὶ παχέα τῶν περιττωμάτων ἐπὶ τὴν ὑπερῴαν καὶ τοὺς μυκτῆρας ὡδήγησε, καὶ δύο τούτοις ἐκκρίσεων ἀπένειμε μόρια, ἵνα συντόμως τὸ βλαβερὸν ἐκφορῆται. τὸ δέ γε ἀτμῶδες περίττωμα διὰ τῶν τοῦ κρανίου ῥαφῶν ἄνωθεν ἐξωθεῖται. μὴ θαύμαζε εἴ γε ψυχρός ἐστιν ὁ ἐγκέφαλος φύσει, καὶ ὅτι μείζονα τοῦτον ὁ ἄν219 θρωπος ἢ τὰ λοιπὰ ζῶα κέκτηται. τὴν γὰρ ἐν τῇ καρδίᾳ θερμότητά τε καὶ ζέσιν χωρεῖν ἐπὶ τὸ εὔκρατον ἐντεῦθεν ὁ Ἀριστοτέλης φησίν, αὐτὸν δὲ αὖ τὸν ἐγκέφαλον μὴ ὑπερθερμαίνεσθαι τῇ ἀναφερομένῃ θερμότητι. ὅρα δὲ νουνεχῶς· ἐπειδὴ γὰρ ἡ τοιαύτη θερμότης μείζων ἐστί, μείζων ἄρα και ἡ ἐξ ἐγκεφάλου ψυχρότης τε ὁμοῦ καὶ ὑγρότης ἀντίκειται, ἧς ὑγρότητος ἕνεκα καὶ ὀψιαίτατα πήγνυται τὸ περὶ τὴν κεφαλὴν ὀστοῦν, ὃ δὴ καὶ βρέγμα καλοῦσι τινές. ἀλλὰ καὶ ῥαφὰς πλείους ὁ ἄνθρωπος κέκτηται, καὶ μᾶλλον ὁ ἀνήρ. τίνος ἕνεκεν; ὅτι καὶ πλείων ὁ ἐγκέφαλος αὐτῷ πρόσεστιν· ἵνα γοῦν ἔμπνους ὁ τόπος ᾖ, πλειόνων ὁ ἀνὴρ ἐδεήθη ῥαφῶν. καὶ ξηρὸς μὲν ὁ τοιοῦτος καὶ ἀπέριττος ὢν συνετόν τινα ποιεῖ καὶ νηφάλιον, κάθυγρος δὲ ὢν τἀναντία ποιεῖ, νωθρὸν δηλονότι καὶ ὑπνώδη καὶ ῥάθυμον. καὶ πρόσχες, εἰ βούλει, τῷ σοφῷ Ἡρακλείτῳ· ξηροτέρη ψυχὴ σοφωτέρη. ἐπὶ γὰρ τῶν ὑγρῶν κατακλυζόμενον οἱονεὶ τὸ ψυχικὸν πνεῦμα, καθάπερ καὶ ἐπὶ τῶν γυναικῶν ἔστιν ἰδεῖν, ἐνεργεῖν ἀρίστως οὐ δύναται. κατὰ γὰρ τοῦτο καὶ τῆς τῶν ἀνδρῶν εὐφυΐας καὶ ἐξ ἡμισείας ἀπολείπεσθαι τὸ θῆλύ φησιν ὁ θειότατος Κύριλλος. καὶ οὕτω μὲν ὁ λόγος περὶ τῶν κατὰ φύσιν ἐχόντων διέξεισιν. ἡνίκα δὲ ξηρότερος ἑαυτοῦ καὶ πλέον τοῦ δέοντος ὁ ἐγκέφαλος γένηται, παραπαίειν ἐξ ἀνάγκης ποιεῖ τὸν ἄνθρωπον. αἱ με2 γάλαι γὰρ δυσκρασίαι τὰς ἐνεργείας τῶν μορίων ἀμβλύνειν εἰώθασιν. ὅθεν ἡ ἀσιτία πολλάκις, ναὶ μὴν καὶ ἡ ἀγρυπνία, τὴν