Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισμῶν δεινότης ἰσχύει τι ἢ συντελεῖ πρὸς τὴν τῶν πνευματικῶν διδασκαλίαν καὶ μάθησιν. εἰ δὲ μηδὲν τούτων πρὸς ταῦτα συντελεῖ, πῶς ἄν τις διδάσκων καυχήσαιτο, μηδὲν τῶν ἐν ἀνθρώποις δοκούντων ἰσχύειν ἀποδεδειγμένων, ὡς συντελοῦσι πρὸς ὄνησιν; δῆλον γὰρ ὡς, εἴ τίς τι καὶ διδάσκει, χάριτός ἐστι καὶ δωρεᾶς τῆς ἄνωθεν, ἀλλ' οὐχὶ οἰκείας σοφίας ἔργον ἢ τῆς κατὰ διάνοιαν ὀξύτητος. τὰ δὲ χαρίσματα οὐχ ἵνα τούτοις ἐπαιρώμεθα λαμβάνομεν, ἀλλ' ἐπὶ κοινῇ τῶν ἀνθρώπων ὠφελείᾳ. Τὸ ἐν ἀνθρώποις ἢ ἐπὶ τοῖς διδασκάλοις οὐ γάρ τι ἔχουσιν αὐτοὶ οἴκοθεν , ἢ ἐπὶ τοῖς ἀνθρωπίνοις λογισμοῖς οὐ γάρ ἐστι δι' αὐτῶν καταλαβεῖν τὴν ἀλήθειαν. μᾶλλον δὲ ἡ ἀνωτέρω ἐκδοχὴ καὶ τῇ λέξει τοῦ χωρίου καὶ τοῖς ἐφεξῆς ἐστιν ἐφαρμόζουσα. Ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ. πάντα ὑμῶν ὡς εὐεργεσίαι καὶ δωρεαί, ὑμεῖς δὲ Χριστοῦ ὡς κτήματα καὶ ποιήματα, Χριστὸς δὲ θεοῦ ὡς γέννημα καὶ υἱός. καλῶς δὲ τοῦτο προσέθηκεν· ἐπειδὴ γὰρ εἶπεν· πάντα ὑμῶν, ὑμεῖς δὲ Χριστοῦ, ἵνα μὴ στάντος αὐτοῦ ἐνταῦθα, ἀγέννητον καὶ ἀναίτιον νομίσωσι τὸν υἱόν, ἐπήγαγεν· Χριστὸς δὲ θεοῦ. 1Kor 4,1-5 Τοῦτο γάρ ἐστι, φησί, τὸ ζητούμενον καὶ ὀφεῖλον παντὶ τρόπῳ φυλάττεσθαι παρὰ τῶν οἰκονόμων, τὸ πιστοὺς εἶναι καὶ ὑπηρέτας ἡγεῖσθαι ἑαυτούς, καὶ μὴ ἰδιοποιεῖσθαι καὶ σφετερίζεσθαι τὰ τοῦ δεσπότου. ἢ καὶ οὕτως· λογιζέσθω ἡμᾶς ἄνθρωπος· τά τε ἄλλα ἅπερ, φησίν, εἶπον, καὶ ὃ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, κἀκεῖνο ἡμᾶς λογιζέσθω, ἵνα ᾖ ἀπὸ κοινοῦ τὸ λογιζέσθω. τί δέ ἐστι τοῦτο τὸ ἐν τοῖς οἰκονόμοις ζητούμενον; ἵνα πιστός, φησίν, εὑρεθῇ. εἶτα πρὸς τοὺς ἀναισχυντεῖν μέλλοντας καὶ λέγειν ἐπιχειροῦντας· τί οὖν; σὺ τοιοῦτος εἶ; προαπαντῶν φησιν· ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ. τοῦτο δέ φησιν οὐκ ἐπαίρων ἑαυτόν, ἀλλὰ τὸ πρέπον ἀξίωμα τῷ κηρύγματι καὶ τῇ διδασκαλίᾳ φυλάττων. εἰ γὰρ αὐτὸν ἐπολυπραγμόνουν καὶ ἐξήταζον καὶ ἐν δισταγμῷ εἶχον, σχολῇ γ' ἂν τὰ παρ' αὐτοῦ κηρυσσόμενα καὶ διδασκόμενα παρεδέξαντ' ἄν. εὐλόγως ἄρα καὶ σοφῶς καὶ ἐπὶ τῇ σφῶν 551 αὐτῶν σωτηρίᾳ τὴν τοιαύτην ὑπόληψιν καὶ περιπέτειαν αὐτῶν προαναστέλλει καὶ ἐπιρραπίζει καὶ ἐπιμόνως ἀναιρεῖ. εἶτα ἵνα μὴ δόξῃ οὐχὶ τοῦ κηρύγματος ἕνεκα ταῦτα εἰπεῖν καὶ τῆς κοινῆς ὠφελείας, ἀλλὰ σεμνολογῶν καὶ ἐπαίρων ἑαυτόν, ἐπάγει· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. εἰ γὰρ καὶ μὴ ἔξεστιν ὑμῖν ἀνακρίνειν ἐμὲ μήτε ἁπλῶς ἄλλοις ἀνθρώποις, ἀλλὰ πεπιστευκόσιν ὑμῖν καὶ ἀναμφιβόλως διακειμένοις πρὸς ἐμέ, δεῖ καρποῦσθαι τοῦ κηρύγματος τὴν ὠφέλειαν καὶ διδασκαλίαν, καὶ τοσοῦτον πιστῶς καὶ ἀναμφιβόλως ὡς εἰδότας ὅτι οὐδὲ ἐμαυτὸν αὐτὸς ἀνακρίνειν ἔχω· ὅπερ ἐστὶ μέγιστον καὶ ἀπαράγραπτον ἀρετῆς μαρτύριον, εἴπερ κατ' ἀλήθειαν οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ οἰκοῦν ἐν αὐτῷ. ἀλλ' εἰ καὶ ταῦτά ἐστί μοι, φησίν, οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἔτι γὰρ τοῦ κοινοῦ κριτοῦ δέομαι, ἐκείνου δὲ μήπω πάσης ἀφέντος αἰτίας ἐν ἀγῶνι καὶ ἐν φόβῳ εἰμί, ὡς μήπω δεδικαιωμένος. ἀλλ' οὐδὲ διὰ τοῦτο προσῆκεν ὑμᾶς τοὺς ὑποδεχομένους τὸ κήρυγμα ἀμφιβόλως ἔχειν περὶ ἐμέ, ἢ κρίνειν καὶ ἀνακρίνειν κατατολμᾶν, καὶ ὃ μόνον ἐστὶ τοῦ κοινοῦ κριτοῦ, εἰς τοῦτο ἑαυτοὺς ἀναισθητοῦντας συνωθεῖν καὶ τὸν καιρὸν ἑαυτοῖς προαρπάζειν τῆς κρίσεως. εἰ δὲ τὸ ζητεῖτε ὡς προστακτικὸν ἐκληφθῇ, ἥτε σύμφρασις ὡς δῆλον οὐδὲν ἀσαφὲς ἕξει καὶ ὁ νοῦς πρόχειρος. 1Kor 4,6 ∆ιὰ τί δι' ὑμᾶς μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ; δι' ὑμᾶς, φησίν, ἵνα μὴ ἀνιάσω ὑμᾶς ὀνομαστὶ καθαπτόμενος· διορθοῦσθαι μὲν γὰρ ἔσπευδεν, ἀνιᾶν δὲ ἐφυλάττετο. διὰ δὲ τοῦ μετασχηματισμοῦ, φησίν, ἀμφότερα ὑμῖν βουλομένοις ἔσται, καὶ τὸ διορθωθῆναι καὶ τὸ ἀλυπότερον ἀκοῦσαι τῶν ἐπὶ τῇ διορθώσει ἐλέγχων. ἐποίει δὲ τοῦτο καὶ ἵνα μὴ ὡρισμένα πρόσωπα τῷ ἐλέγχῳ καθυποβάλλων, δόξῃ ἀνθρωπίνῃ τινὶ προσπαθείᾳ ἢ ἀντιπαθείᾳ τοὺς μὲν ἐᾶν, τῶν δὲ κατατρέχειν. ἄλλως τε δέ· καὶ ἵνα μὴ ἐν τῇ τοιαύτῃ διακρίσει