διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς ὅτι οὐ βλαβήσονται αὐτοὶ χρηστοὶ ὄντες, τῷ πρὸς αὐτοὺς ἐνδελεχῶς ὁμιλεῖν τῆς ἐκεῖθεν λύμης ἠρέμα καὶ κατὰ μικρὸν ὑποπίμπλασθαι. 1Kor 15,36-38 Σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται. εἰ οὖν σὺ ὃ σπείρεις καὶ τρόπον τινὰ τάφῳ καλύπτεις καὶ θανατοῖς, τοῦτο ὁ θεὸς ἀνίστησι καὶ δίδωσι τὸ ἴδιον σῶμα τὸ σαπὲν καὶ διαλυθέν, δίδωσι δὲ καθὼς ἠθέλησεν ἐκπρεπέστερον καὶ ὡραιότερον· ὃ αὐτὸς ἐκεῖνος διὰ τῆς οἰκείας ἀποφάσεως εἰς γῆν καὶ τάφον ἐκέλευσε κατατίθεσθαι καὶ ἀποθνήσκειν, τοῦτο αὐτὸς πάλιν οὐκ ἔχει ῥᾷον τὸ ζωοποιῆσαι καὶ ἀναστῆσαι ὅτε βούλεται καὶ θελήσει; Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον, καὶ οὐκ ἄλλο παρ' ὃ εἶχον πρῶτον πλὴν ὡραιότερον. ἀπὸ κοινοῦ δὲ τὸ δίδωσιν. 580 1Kor 15,42-46 Ἵνα μή τις εἴπῃ· πόθεν ἡμῖν εἰσάγεις σώματα διάφορα καὶ λέγεις ψυχικὸν καὶ σωματικόν, φησίν· ἔστι σῶμα πνευματικὸν καὶ ἔστι σῶμα ψυχικόν. οὐκ ἐγὼ τοιγαροῦν κατ' ἰδίαν ἐξουσίαν καὶ ἐπίνοιαν ταῦτα λέγω, φησίν, ἀλλ' ἔστι καὶ πρὸ ἡμῶν εἴρηται. πόθεν δῆλον; φησίν. οὕτως γέγραπται· ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν. ὥστε ἔστι σῶμα ψυχικόν. εἶτα· ὁ ἔσχατος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν. ὥστε ἔστι καὶ σῶμα πνευματικόν, τὸ ἁρμόζον τῷ ζωοποιοῦντι πνεύματι. ἀλλὰ τοῦτο πόθεν δῆλον, ὅτι ὁ δεύτερος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν; πόθεν δῆλον; ἐξ αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας. ἄλλως τε δὲ καὶ γέγραπται καὶ τοῦτο· τὰ ῥήματα γάρ, φησίν, ἃ ἐγὼ λαλῶ πνεῦμά ἐστι καὶ ζωή ἐστιν. ὥστε καὶ εἰς πνεῦμα ζωοποιεῖ τοὺς ἀκούοντας καὶ πειθομένους αὐτοῖς. εἰ δὲ τοῦτο, δῆλον ὡς καὶ πνευματικὸν ἕξουσιν οὗτοι ἐν τῇ ἀναστάσει σῶμα, μηκέτι δυνάμενον εἰς ψυχικὸν τραπῆναι, ὥσπερ ἐνίοτε συμβαίνει ἔτι τῷ βίῳ παρόντων. Σπείρεται σῶμα ψυχικόν. σῶμα ψυχικόν, εἴ τις ἀκολούθως τοῖς προειρημένοις ἐκλαβεῖν θέλοι ταῦτα, ἐκεῖνο οἶμαι εἰρῆσθαι νῦν ἁπλῶς τὸ θνητὸν ἀνθρώπου σῶμα· τοῦτο γὰρ καὶ ἐν ἀσθενείᾳ καὶ ἐν φθορᾷ καὶ ἐν ἀτιμίᾳ σπείρεται καὶ θάπτεται ἐν τῇ γῇ. τοῦτο οὖν τὸ θνητὸν σῶμα ψυχικόν ἐστιν, ὅτι τοῖς ψυχικοῖς ὑπηρετήσατο πάθεσιν· οὐδεὶς γὰρ ἀπὸ ῥύπου καθαρός, οὐδ' ἂν μία ἡμέρα ὁ βίος αὐτῷ. καὶ γὰρ ὅσαι σωματικαὶ πράξεις, τὴν πηγὴν καὶ γένεσιν ἀπὸ τῆς ψυχῆς ἔχουσιν, ὥστε τὸ τοῦ ἀνθρώπου θνητὸν σῶμα εἰκότως ἂν ψυχικὸν καλοῖτο. σπείρεται οὖν ψυχικόν, ἐγείρεται δὲ ἀθάνατον, ὅπερ ἐστὶ πνευματικόν· πνευματικὸν δέ, ὅτι οὐκέτι τοῖς ψυχικοῖς ὑπηρετήσει παθήμασιν, οὔτε τὰ τῶν δικαίων, ἀλλ' οὐδὲ τὰ τῶν ἁμαρτωλῶν σώματα. μᾶλλον μὲν οὖν καὶ πολλὴν μεταμέλειαν, εἰ καὶ ἀνόνητον ἐφ' οἷς ὑπηρετήσαντο, ἕξουσιν. ἐπειδὴ δὲ τὸ σπείρεται πολλάκις εἶπεν καὶ τὸ ἐγείρεται ὁμοίως, τί δέ ἐστι τὸ σπειρόμενον ἢ τὸ ἐγειρόμενον οὐκ εἶπεν. διὰ τοῦτο μετὰ ταῦτα ἐπήγαγε καὶ τοῦτο· σπείρεται, λέγων, σῶμα ψυχικόν ὃ εἶπον ἐν φθορᾷ καὶ ἐν ἀτιμίᾳ καὶ ἐν ἀσθενείᾳ σπείρεσθαι, ἀλλ' ἐγείρεται σῶμα πνευματικὸν ὃ ἐν δόξῃ καὶ δυνάμει καὶ ἐν ἀφθαρσίᾳ ἐγερθήσεται· τὸ γὰρ ἀθάνατον κατὰ τὸν οἰκεῖον λόγον καὶ ἔνδοξον καὶ ἔντιμον καὶ ἄφθαρτον, εἰ καὶ τοῖς ἁμαρτωλοῖς αἰσχύνης καὶ ἀδοξίας διὰ τὴν οἰκείαν μοχθηρίαν ὑπόθεσις γίνεται. 581 1Kor 15,47-49 Ὁ πρῶτος γὰρ ἄνθρωπος γήϊνος ἦν, οὐ τῷ ἐκ γῆς παρῆχθαι οὕτως γὰρ πάντες γήϊνοι, καὶ ἔτι οὐκ ἄν τις αἰτιάσαιτο τὸ ἐκ γῆς παρῆχθαι , ἀλλ' ἐκ γῆς, φησί, τοῦτ' ἔστι γήϊνος καὶ σαρκικὸς καὶ τὰ κάτω φρονῶν. ὁ δὲ δεύτερος μετάρσιος ὅλος καὶ οὐράνιος καὶ μηδεμιᾷ τῶν γηΐνων κηλῖδι βαρυνόμενος. οἷος τοιγαροῦν ἦν ὁ χοϊκὸν ἑαυτὸν δι' ὧν ἐφρόνει καὶ ἔπραττε καταστήσας, τοιοῦτοι ἔσονται καὶ οἱ πρὸς μίμησιν ἐκείνου βιοῦντες, τοῦτ' ἔστι χοϊκοὶ καὶ πάσχοντες ὅσα εἰκὸς πάσχειν τοὺς προσηλώσαντας ἑαυτοὺς τῷ χοΐ. καὶ οἷος ἦν ὁ καὶ καθαρὰν μετάρσιον καὶ οὐράνιον τὴν ἐπὶ γῆς αὐτοῦ πολιτείαν ἐνστησάμενος, τοιοῦτοι ἔσονται καὶ οἱ πρὸς ὁμοίωσιν, καθ' ὅσον ἐστὶν ἀνθρώποις δυνατόν, ἐκείνης τῆς οὐρανίου διαγωγῆς πολιτευσάμενοι, τοῦτ' ἔστιν ἐπουράνιοί τε ἔσονται καὶ τῶν ἀξίων αὐτοῖς γερῶν ἀπολαύσουσιν. Φορέσομεν