νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον, δεικνὺς ὅτι καὶ τὸ θεὸς καὶ τὸ κύριος ἐπὶ τοῦ ἁγίου ἔταξε πνεύματος. πάντα γὰρ ὅσα προεῖπεν εἰς τὴν τοῦ πνεύματος συνῆξεν ὑπόστασιν οὐ μόνον διὰ τοῦ εἰπεῖν· ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος, ἀλλὰ καὶ διὰ τῆς ἐφεξῆς τῶν χαρισμάτων ἀπαριθμήσεως· πάντα γὰρ διὰ τοῦ πνεύματος δίδοσθαι διατείνεται. καὶ συγκεφαλαιούμενος πάλιν λέγει· πάντα δὲ ταῦτα τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα ἐνεργεῖ. ὥστε φανερὸν ὅτι τὸ πανάγιον πνεῦμα καὶ κύριον καὶ θεὸν λαμπρῶς καὶ διαρρήδην ἐνταῦθα ὁ θεῖος Παῦλος θεολογεῖ. εἰ δέ τις τὸ μὲν πνεῦμα ἐπὶ τοῦ ἁγίου πνεύματος ἐκλάβοι, τὸ δὲ κύριος καὶ θεὸς τὸ μὲν ἐπὶ τοῦ υἱοῦ τὸ δὲ ἐπὶ τοῦ πατρός, καὶ οὕτως οὐδὲν ἧττον ἥ τε κυριότης καὶ ἡ θεότης ἐξ αὐτῶν τούτων μαρτυρηθήσεται τῷ ἁγίῳ πνεύματι. πῶς καὶ τίνα τρόπον; πρῶτον μὲν ὅτι διαιρεῖν τὰ χαρίσματα εἰπὼν τὸ πανάγιον πνεῦμα, τὸ αὐτὸ τοῦτο πράττειν καὶ τὸν κύριον καὶ τὸν θεόν φησιν, ὥστε ἅπερ ἐνεργεῖ τὸ πνεῦμα, ταῦτα καὶ ὁ κύριος τῇ κυριότητι, καὶ ὁ θεὸς τῇ θεότητι ἐνεργεῖ. εἰκότως ἄρα τὰ αὐτὰ ἐνεργοῦντι τῷ πνεύματι καὶ ἡ κυριότης ὑπάρξει τοῦ υἱοῦ καὶ ἡ θεότης τοῦ πατρός, ὥστε τὸ πνεῦμα καὶ κύριος καὶ θεός. καί μοι δοκεῖ καὶ ὁ θεσπέσιος Παῦλος διὰ τοῦτο ἐπὶ μὲν τοῦ πνεύματος τῷ ὑποστατικῷ ὀνόματι χρήσασθαι, ἐπὶ δὲ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς τοῖς κοινοῖς, ἵνα ἐξῇ τοῖς συνορῶσιν ἀπὸ τῆς ταυτότητος τῆς ἐνεργείας τὴν ταυτότητα τῆς οὐσίας, καὶ τὰ αὐτὰ ὀνόματα, τὸ κύριος καὶ θεός, κατὰ τὴν ταυτότητα τῆς 571 οὐσίας ἐπὶ τοῦ πνεύματος ἐκλαμβάνειν. οὐ μόνον δὲ ἀπὸ τῶν εἰρημένων ἡ κυριότης καὶ ἡ θεότης ἀποδείκνυται τοῦ πνεύματος, ἀλλὰ καὶ ἐκ τῆς ἐπαγομένης συγκεφαλαιώσεως. φησὶ γὰρ καὶ ἐνταῦθα πάλιν σαφέστερον ὅτι πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ. πῶς; αὐτοκρατορικῶς καὶ κυρίως· καθὼς γὰρ βούλεται, φησίν. ὥστε εἰ πάντα ἃ ὁ πατὴρ καὶ ὁ υἱὸς ἐνεργεῖ, ταῦτα καὶ τὸ πνεῦμα ποιεῖ, καὶ θεϊκῶς καὶ κυρίως ποιεῖ· ὡς γὰρ βούλεται οὕτως ποιεῖ, βούλεται δὲ δηλονότι ὥσπερ ὁ κύριος καὶ ὁ θεός· οὐ γάρ ἐστιν αὐτοῖς ἀντίξουν ἄπαγε βούλημα. φανερὸν ὡς ἂν εἴη καὶ κύριος τὸ πνεῦμα καὶ θεός, αὐτοκρατορικῶς τε γὰρ τὰ πατρὸς καὶ υἱοῦ ἔργα ποιεῖ, καὶ ὡς κύριος καὶ θεὸς ποιεῖ, καὶ πάντα ποιεῖ. ἐπισημειῶσαι δὲ δεῖ καὶ τοῦτο ὡς ἐν πορίσματος μοίρᾳ ἀναφανέν· πῶς τὸ αὐτὸ πνεῦμα ἐνεργεῖν ἀποφαινόμενος ἅπαντα, ἄλλοτε μὲν τῇ κατὰ προθέσει κέχρηται, ἄλλοτε δὲ τῇ διά, καὶ πάλιν ἐνίοτε τῇ ἔν, δεικνὺς ὅτι παρ' αὐτῷ ἡ τῶν προθέσεων χρῆσις ἀδιάφορος. κατ' αὐτὸ γάρ, φησί, καὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ περὶ τοῦ αὐτοῦ διαλαμβάνων ἁγίου πνεύματος. καὶ τούτοις εἰς ἔλεγχον χρήσῃ τῶν λεσχηνευόντων περὶ τοῦ δι' αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ, καὶ διὰ τῆς ἑτερότητος τῶν λεξειδίων εἰς βλασφήμους ἐννοίας ἐξαγομένων. 1Kor 12,18 Ὅρα κἀνταῦθα πῶς τρανότερον καὶ χωρίς τινος ἀμφιβολίας τὸ πνεῦμα θεὸν ἀνεκήρυξεν· εἰπὼν γὰρ πρὸ βραχέος ὅτι ταῦτα πάντα τὸ πνεῦμα ἐνεργεῖ, νῦν πάλιν περὶ τῶν αὐτῶν λέγων φησίν· ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν καθὼς ἠθέλησεν. μέλη γὰρ τοὺς χαρίσματα διάφορα παρὰ τοῦ πνεύματος εἰληφότας ὠνόμασεν· κἀκεῖ μὲν ἔλεγεν· ἐνεργεῖ διαιροῦν ἑκάστῳ καθὼς βούλεται, ὧδε δέ· ἔθετο ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 1Kor 12,22-25 Τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, φησίν, ἀναγκαῖά ἐστιν. ὥστε εἰ ἀσθενεῖς οἴεσθε ἑαυτούς, μὴ ἀθυμεῖτε· ἀναγκαῖοί ἐστε. ὅτι δὲ οὐδὲ ἀσθενεῖς ὑμεῖς, ἀλλ' ἐκεῖνοι μᾶλλον οἷς ἡ οἴησις, δῆλον ἐντεῦθεν, φησίν· ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος πλέον ἀξιοῦμεν προνοίας καὶ βοηθείας καὶ ἑξῆς. 572 Καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος. ἔστι δὲ τοῦτο οἰκειότερον καὶ οὕτως ἐκλαβεῖν· οὐ συμβαίνει ὑμῖν ἐλάττους εἶναι, φησίν, ἐκ τοῦ δοκεῖν ἐλάττονος χαρίσματος τυχεῖν· οὐ πάντως γάρ, εἴ τις ἔτυχε μείζονος χαρίσματος, ἤδη καὶ μείζων, ἐπεὶ καὶ πολλοὶ τῶν εἰληφότων τῶν μηδ' ὅλως εἰληφότων ἐλάττους εἰσίν. καὶ τί λέγω ἐλάττους;