AΘHΝAΓOΡOΥ AΘHΝAIOΥ ΦIΛOΣOΦOΥ ΧΡIΣΤIAΝOΥ ΠΡEΣΒEIA ΠEΡI ΧΡIΣΤIAΝΩΝ Aὐτοκράτορσιν Μάρκῳ Aὐρηλίῳ Ἀντωνίνῳ καὶ Λουκίῳ Aὐρηλίῳ Κομόδῳ Ἀρμενιακοῖς Σαρματικο

 Ἡ ὑμετέρα, μεγάλοι βασιλέων, οἰκουμένη ἄλλος ἄλλοις ἔθεσι χρῶνται καὶ νόμοις, καὶ οὐδεὶς αὐτῶν νόμῳ καὶ φόβῳ δίκης, κἂν γελοῖα ᾖ, μὴ στέργειν τὰ πάτρι

 Καὶ εἰ μέν τις ἡμᾶς ἐλέγχειν ἔχει ἢ μικρὸν ἢ μεῖζον ἀδικοῦντας, κολάζεσθαι οὐ παραιτούμεθα, ἀλλὰ καὶ ἥτις πικροτάτη καὶ ἀνηλεὴς τιμωρία, ὑπέχειν ἀξιοῦ

 Τρία ἐπιφημίζουσιν ἡμῖν ἐγκλήματα, ἀθεότητα, Θυέστεια δεῖπνα, Oἰδιποδείους μίξεις. ἀλλὰ εἰ μὲν ἀληθῆ ταῦτα, μηδενὸς γένους φείσησθε, ἐπεξέλθετε δὲ τοῖ

 Ὅτι μὲν οὖν οὐκ ἐσμὲν ἄθεοι (πρὸς ἓν ἕκαστον ἀπαντήσω τῶν ἐγκλημάτων), μὴ καὶ γελοῖον ᾖ τοὺς λέγοντας [μὴ] ἐλέγχειν. ∆ιαγόρᾳ μὲν γὰρ εἰκότως ἀθεότητα

 Καὶ ποιηταὶ μὲν καὶ φιλόσοφοι οὐκ ἔδοξαν ἄθεοι, ἐπιστήσαντες περὶ θεοῦ. ὁ μὲν Eὐριπίδης ἐπὶ μὲν τῶν κατὰ κοινὴν πρόληψιν ἀνεπιστημόνως ὀνομαζομένων θε

 Καὶ Φιλόλαος δὲ ὥσπερ ἐν φρουρᾷ πάντα ὑπὸ τοῦ θεοῦ περιει λῆφθαι λέγων, καὶ τὸ ἕνα εἶναι καὶ τὸ ἀνωτέρω τῆς ὕλης δεικνύει. Λῦσις δὲ καὶ Ὄψιμος ὁ μὲν ἀ

 Ὅταν οὖν τὸ μὲν εἶναι ἓν τὸ θεῖον ὡς ἐπὶ τὸ πλεῖστον, κἂν μὴ θέλωσι, τοῖς πᾶσι συμφωνῆται ἐπὶ τὰς ἀρχὰς τῶν ὅλων παραγινο μένοις, ἡμεῖς δὲ κρατύνωμεν

 Ὅτι τοίνυν εἷς ἐξ ἀρχῆς ὁ τοῦδε τοῦ παντὸς ποιητὴς θεός, οὑτωσὶ σκέψασθε, ἵν' ἔχητε καὶ τὸν λογισμὸν ἡμῶν τῆς πίστεως. εἰ δύο ἐξ ἀρχῆς ἢ πλείους ἦσαν

 Eἰ μὲν οὖν ταῖς τοιαύταις ἐννοίαις ἀπηρκούμεθα, ἀνθρωπικὸν ἄν τις εἶναι τὸν καθ' ἡμᾶς ἐνόμιζεν λόγον· ἐπεὶ δὲ αἱ φωναὶ τῶν προφητῶν πιστοῦσιν ἡμῶν τοὺ

 Τὸ μὲν οὖν ἄθεοι μὴ εἶναι, ἕνα τὸν ἀγένητον καὶ ἀίδιον καὶ ἀόρατον καὶ ἀπαθῆ καὶ ἀκατάληπτον καὶ ἀχώρητον, νῷ μόνῳ καὶ λόγῳ καταλαμβανόμενον, φωτὶ καὶ

 Eἰ δὲ ἀκριβῶς διέξειμι τὸν καθ' ἡμᾶς λόγον, μὴ θαυμάσητε· ἵνα γὰρ μὴ τῇ κοινῇ καὶ ἀλόγῳ συναποφέρησθε γνώμῃ, ἔχητε δὲ τἀληθὲς εἰδέναι, ἀκριβολογοῦμαι·

 Ἀρα τοίνυν, εἰ μὴ ἐφεστηκέναι θεὸν τῷ τῶν ἀνθρώπων γένει ἐνομίζομεν, οὕτως ἂν ἑαυτοὺς ἐξεκαθαίρομεν οὐκ ἔστιν εἰπεῖν, ἀλλ' ἐπεὶ πεπείσμεθα ὑφέξειν πα

 Ἐπεὶ δὲ οἱ πολλοὶ τῶν ἐπικαλούντων ἡμῖν τὴν ἀθεότητα οὐδ' ὄναρ τί ἐστι θεὸν ἐγνωκότες, ἀμαθεῖς καὶ ἀθεώρητοι ὄντες τοῦ φυσικοῦ καὶ τοῦ θεολογικοῦ λόγο

 Ὁ δὲ περὶ τοῦ μὴ προσιέναι καὶ τοὺς αὐτοὺς ταῖς πόλεσιν θεοὺς ἄγειν πάνυ αὐτοῖς εὐήθης λόγος· ἀλλ' οὐδὲ οἱ ἡμῖν ἐπικα λοῦντες ἀθεότητα, ἐπεὶ μὴ τοὺς α

 Ἀλλ' ἔστωσαν τοὺς αὐτοὺς ἄγοντες. τί οὖν ἐπεὶ οἱ πολλοὶ διακρῖναι οὐ δυνάμενοι, τί μὲν ὕλη, τί δὲ θεός, πόσον δὲ τὸ διὰ μέσου αὐτῶν, προσίασι τοῖς ἀπ

 Καλὸς μὲν γὰρ ὁ κόσμος καὶ τῷ μεγέθει περιέχων καὶ τῇ διαθέσει τῶν τε ἐν τῷ λοξῷ κύκλῳ καὶ τῶν περὶ τὴν ἄρκτον καὶ τῷ σχήματι σφαιρικῷ ὄντι· ἀλλ' οὐ τ

 [...] (ἀνάγκη δὲ ἀπολογούμενον ἀκριβεστέρους παρέχειν τοὺς λογισμοὺς καὶ περὶ τῶν ὀνομάτων, ὅτι νεώτερα, καὶ περὶ τῶν εἰκόνων, ὅτι χθὲς καὶ πρῴην γεγό

 Ἐπεὶ τοίνυν φασί τινες εἰκόνας μὲν εἶναι ταύτας, θεοὺς δὲ ἐφ' οἷς αἱ εἰκόνες, καὶ τὰς προσόδους ἃς ταύταις προσίασιν καὶ τὰς θυσίας ἐπ' ἐκείνους ἀναφέ

 Aὕτη ἀρχὴ γενέσεως περὶ τοὺς κατ' αὐτοὺς θεούς τε καὶ τῷ παντί. ἐκεῖνο τοίνυν ἕκαστον γὰρ τῶν τεθεολογημένων ὡς τὴν ἀρχήν ονειναι . εἰ γὰρ γεγόνασιν ο

 Eἰ μὲν οὖν μέχρι τοῦ φῆσαι γεγονέναι τοὺς θεοὺς καὶ ἐξ ὕδατος τὴν σύστασιν ἔχειν τὸ ἀπίθανον ἦν αὐτοῖς τῆς θεολογίας, ἐπιδεδειχὼς ὅτι οὐδὲν γενητὸν ὃ

 Καίτοι εἰ σαρκοειδεῖς μόνον ἔλεγον αὐτοὺς καὶ αἷμα ἔχειν καὶ σπέρμα καὶ πάθη ὀργῆς καὶ ἐπιθυμίας, καὶ τότε ἔδει λῆρον καὶ γέλωτα λόγους τούτους νομίζε

 Ἀλλὰ ταῦτα μὲν ἴσως πλάνη ποιητική, φυσικὸς δέ τις ἐπ' αὐτοῖς καὶ τοιοῦτος λόγος· “Ζεὺς ἀργής”, ὥς φησιν Ἐμπεδοκλῆς, “Ἥρη τε φερέσβιος ἠδ' Ἀϊδωνεύς Νῆ

 Eἴποιτε ἂν οὖν συνέσει πάντας ὑπερέχοντες· τίνι οὖν τῷ λόγῳ ἔνια τῶν εἰδώλων ἐνεργεῖ, εἰ μὴ εἰσὶν θεοί, ἐφ' οἷς ἱδρυόμεθα τὰ ἀγάλματα οὐ γὰρ εἰκὸς τὰ

 Τί δὲ δεῖ πρὸς ὑμᾶς πάντα λόγον κεκινηκότας ἢ ποιητῶν μνημονεύειν ἢ καὶ ἑτέρας δόξας ἐξετάζειν, τοσοῦτον εἰπεῖν ἔχοντι· εἰ καὶ μὴ ποιηταὶ καὶ φιλόσοφο

 οὗτοι τοίνυν οἱ ἄγγελοι οἱ ἐκπεσόντες τῶν οὐρανῶν, περὶ τὸν ἀέρα ἔχοντες καὶ τὴν γῆν, οὐκέτι εἰς τὰ ὑπερουράνια ὑπερκύψαι δυνάμενοι, καὶ αἱ τῶν γιγάντ

 Καὶ οἱ μὲν περὶ τὰ εἴδωλα αὐτοὺς ἕλκοντες οἱ δαίμονές εἰσιν οἱ προειρημένοι, οἱ προστετηκότες τῷ ἀπὸ τῶν ἱερείων αἵματι καὶ ταῦτα περιλιχμώμενοι· οἱ δ

 Τί οὖν πρῶτα μὲν αἱ τῆς ψυχῆς ἄλογοι καὶ ἰνδαλματώδεις περὶ τὰς δόξας κινήσεις ἄλλοτ' ἄλλα εἴδωλα τὰ μὲν ἀπὸ τῆς ὕλης ἕλκουσι, τὰ δὲ αὑταῖς ἀναπλάττο

 Ἀναγκαῖον δὲ ἴσως κατὰ τὰ προειρημένα περὶ τῶν ὀνομάτων ὀλίγα εἰπεῖν. Ἡρόδοτος μὲν οὖν καὶ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐν τῇ πρὸς τὴν μητέρα ἐπιστολῇ (ἑ

 Ἀλλὰ καὶ Ἑλλήνων οἱ περὶ ποίησιν καὶ ἱστορίαν σοφοὶ περὶ μὲν Ἡρακλέους σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ' οὐδὲ τράπεζαν τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ π

 εἰ γὰρ καὶ ὡς ἀπόπτυστοι καὶ θεοστυγεῖς δόξαν ἔσχον εἶναι θεοὶ καὶ ἡ θυγάτηρ τῆς ∆ερκετοῦς Σεμίραμις, λάγνος γυνὴ καὶ μιαι φόνος, ἔδοξε Συρία θεὸς καὶ

 Ἔτι δὲ καὶ τροφὰς καὶ μίξεις λογοποιοῦσιν ἀθέους καθ' ἡμῶν, ἵνα τε μισεῖν νομίζοιεν μετὰ λόγου καὶ οἰόμενοι τῷ δεδίτ τεσθαι ἢ τῆς ἐνστάσεως ἀπάξειν ἡμ

 Τοὺς μὲν οὖν θαυμαστὸν οὐδὲν λογοποιεῖν περὶ ἡμῶν ἃ περὶ τῶν σφετέρων λέγουσι θεῶν (καὶ [γὰρ] τὰ πάθη αὐτῶν δεικνύουσι μυστήρια· χρῆν δ' αὐτούς, εἰ δε

 Ἐλπίδα οὖν ζωῆς αἰωνίου ἔχοντες, τῶν ἐν τούτῳ τῷ βίῳ καταφρονοῦμεν μέχρι καὶ τῶν τῆς ψυχῆς ἡδέων, γυναῖκα μὲν ἕκαστος ἡμῶν ἣν ἠγάγετο κατὰ τοὺς ὑφ' ἡμ

 Ἀλλ' οἱ τοιοῦτοι (ὤ, τί ἂν εἴποιμι τὰ ἀπόρρητα ) ἀκούομεν τὰ τῆς παροιμίας “ἡ πόρνη τὴν σώφρονα”. οἱ γὰρ ἀγορὰν στήσαντες πορνείας καὶ καταγωγὰς ἀθέσμ

 Τίς ἂν οὖν εὖ φρονῶν εἴποι τοιούτους ὄντας ἡμᾶς ἀνδρο φόνους εἶναι οὐ γὰρ ἔστι πάσασθαι κρεῶν ἀνθρωπικῶν μὴ πρό τερον ἀποκτείνασί τινα. τὸ πρότερον ο

 Τίς ἂν οὖν ἀνάστασιν πεπιστευκὼς [ἐπὶ] σώμασιν ἀναστη σομένοις ἑαυτὸν παράσχοι τάφον οὐ γὰρ τῶν αὐτῶν καὶ ἀνα στήσεσθαι ἡμῶν πεπεῖσθαι τὰ σώματα καὶ

 ὑμεῖς δέ, ὦ πάντα ἐν πᾶσι φύσει καὶ παιδείᾳ χρηστοὶ καὶ μέτριοι καὶ φιλ άνθρωποι καὶ τῆς βασιλείας ἄξιοι, διαλελυμένῳ μὲν τὰ ἐγκλήματα ἐπιδεδειχότι δὲ

Chapter X.—The Christians Worship the Father, Son, and Holy Ghost.

That we are not atheists, therefore, seeing that we acknowledge one God, uncreated, eternal, invisible, impassible, incomprehensible, illimitable, who is apprehended by the understanding only and the reason, who is encompassed by light, and beauty, and spirit, and power ineffable, by whom the universe has been created through His Logos, and set in order, and is kept in being—I have sufficiently demonstrated. [I say “His Logos”], for we acknowledge also a Son of God. Nor let any one think it ridiculous that God should have a Son. For though the poets, in their fictions, represent the gods as no better than men, our mode of thinking is not the same as theirs, concerning either God the Father or the Son. But the Son of God is the Logos of the Father, in idea and in operation; for after the pattern of Him and by Him30    “Or, by Him and through Him.” [Kaye, pp. 155, 175.] were all things made, the Father and the Son being one. And, the Son being in the Father and the Father in the Son, in oneness and power of spirit, the understanding and reason (νοῦς καὶ λόγος) of the Father is the Son of God. But if, in your surpassing intelligence,31    [Kaye, p. 166.] it occurs to you to inquire what is meant by the Son, I will state briefly that He is the first product of the Father, not as having been brought into existence (for from the beginning, God, who is the eternal mind [νοῦς], had the Logos in Himself, being from eternity instinct with Logos [λογικός]); but inasmuch as He came forth to be the idea and energizing power of all material things, which lay like a nature without attributes, and an inactive earth, the grosser particles being mixed up with the lighter. The prophetic Spirit also agrees with our statements. “The Lord,” it says, “made me, the beginning of His ways to His works.”32    Prov. viii. 22. The Holy Spirit Himself also, which operates in the prophets, we assert to be an effluence of God, flowing from Him, and returning back again like a beam of the sun. Who, then, would not be astonished to hear men who speak of God the Father, and of God the Son, and of the Holy Spirit,33    [Compare Theophilus, supra, p. 101, and Kaye’s note, p. 156.] and who declare both their power in union and their distinction in order, called atheists? Nor is our teaching in what relates to the divine nature confined to these points; but we recognise also a multitude of angels and ministers,34    [Heb. i. 14, the express doctrine of St. Paul. They are ministers to men, not objects of any sort of worship. “Let no man beguile you,” etc. Col. ii. 4, 18.] whom God the Maker and Framer of the world distributed and appointed to their several posts by His Logos, to occupy themselves about the elements, and the heavens, and the world, and the things in it, and the goodly ordering of them all.

Τὸ μὲν οὖν ἄθεοι μὴ εἶναι, ἕνα τὸν ἀγένητον καὶ ἀίδιον καὶ ἀόρατον καὶ ἀπαθῆ καὶ ἀκατάληπτον καὶ ἀχώρητον, νῷ μόνῳ καὶ λόγῳ καταλαμβανόμενον, φωτὶ καὶ κάλλει καὶ πνεύματι καὶ δυνάμει ἀνεκδιηγήτῳ περιεχόμενον, ὑφ' οὗ γεγένηται τὸ πᾶν διὰ [τοῦ παρ'] αὐτοῦ λόγου καὶ διακεκόσμηται καὶ συγκρατεῖται, θεὸν ἄγοντες, ἱκανῶς μοι δέδεικται. νοοῦμεν γὰρ καὶ υἱὸν τοῦ θεοῦ. καὶ μή μοι γελοῖόν τις νομίσῃ τὸ υἱὸν εἶναι τῷ θεῷ. οὐ γὰρ ὡς ποιηταὶ μυθοποιοῦσιν οὐδὲν βελτίους τῶν ἀνθρώπων δεικνύντες τοὺς θεούς, ἢ περὶ τοῦ θεοῦ καὶ πατρὸς ἢ περὶ τοῦ υἱοῦ πεφρονή καμεν, ἀλλ' ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ λόγος τοῦ πατρὸς ἐν ἰδέᾳ καὶ ἐνεργείᾳ· πρὸς αὐτοῦ γὰρ καὶ δι' αὐτοῦ πάντα ἐγένετο, ἑνὸς ὄντος τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. ὄντος δὲ τοῦ υἱοῦ ἐν πατρὶ καὶ πατρὸς ἐν υἱῷ ἑνότητι καὶ δυνάμει πνεύματος, νοῦς καὶ λόγος τοῦ πατρὸς ὁ υἱὸς τοῦ θεοῦ. εἰ δὲ δι' ὑπερβολὴν συνέσεως σκοπεῖν ὑμῖν ἔπεισιν, ὁ παῖς τί βούλεται, ἐρῶ διὰ βραχέων· πρῶτον γέννημα εἶναι τῷ πατρί, οὐχ ὡς γενόμενον (ἐξ ἀρχῆς γὰρ ὁ θεός, νοῦς ἀίδιος ὤν, εἶχεν αὐτὸς ἐν ἑαυτῷ τὸν λόγον, ἀιδίως λογικὸς ὤν), ἀλλ' ὡς τῶν ὑλικῶν ξυμπάντων ἀποίου φύσεως καὶ γῆς οχιας ὑπο κειμένων δίκην, μεμιγμένων τῶν παχυμερεστέρων πρὸς τὰ κου φότερα, ἐπ' αὐτοῖς ἰδέα καὶ ἐνέργεια εἶναι, προελθών. συνᾴδει δὲ τῷ λόγῳ καὶ τὸ προφητικὸν πνεῦμα· “κύριος γάρ”, φησίν, “ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.” καίτοι καὶ αὐτὸ τὸ ἐνεργοῦν τοῖς ἐκφωνοῦσι προφητικῶς ἅγιον πνεῦμα ἀπόρροιαν εἶναί φαμεν τοῦ θεοῦ, ἀπορρέον καὶ ἐπαναφερόμενον ὡς ἀκτῖνα ἡλίου. τίς οὖν οὐκ ἂν ἀπορήσαι [τοὺς] ἄγοντας θεὸν πατέρα καὶ υἱὸν θεὸν καὶ πνεῦμα ἅγιον, δεικνύντας αὐτῶν καὶ τὴν ἐν τῇ ἑνώσει δύναμιν καὶ τὴν ἐν τῇ τάξει διαίρεσιν, ἀκούσας ἀθέους καλουμένους; καὶ οὐδ' ἐπὶ τούτοις τὸ θεολογικὸν ἡμῶν ἵσταται μέρος, ἀλλὰ καὶ πλῆθος ἀγγέλων καὶ λειτουργῶν φαμεν, οὓς ὁ ποιητὴς καὶ δημιουργὸς κόσμου θεὸς διὰ τοῦ παρ' αὐτοῦ λόγου διένειμε καὶ διέταξεν περί τε τὰ στοιχεῖα εἶναι καὶ τοὺς οὐρανοὺς καὶ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ καὶ τὴν τούτων εὐταξίαν.