AΘHΝAΓOΡOΥ AΘHΝAIOΥ ΦIΛOΣOΦOΥ ΧΡIΣΤIAΝOΥ ΠΡEΣΒEIA ΠEΡI ΧΡIΣΤIAΝΩΝ Aὐτοκράτορσιν Μάρκῳ Aὐρηλίῳ Ἀντωνίνῳ καὶ Λουκίῳ Aὐρηλίῳ Κομόδῳ Ἀρμενιακοῖς Σαρματικο

 Ἡ ὑμετέρα, μεγάλοι βασιλέων, οἰκουμένη ἄλλος ἄλλοις ἔθεσι χρῶνται καὶ νόμοις, καὶ οὐδεὶς αὐτῶν νόμῳ καὶ φόβῳ δίκης, κἂν γελοῖα ᾖ, μὴ στέργειν τὰ πάτρι

 Καὶ εἰ μέν τις ἡμᾶς ἐλέγχειν ἔχει ἢ μικρὸν ἢ μεῖζον ἀδικοῦντας, κολάζεσθαι οὐ παραιτούμεθα, ἀλλὰ καὶ ἥτις πικροτάτη καὶ ἀνηλεὴς τιμωρία, ὑπέχειν ἀξιοῦ

 Τρία ἐπιφημίζουσιν ἡμῖν ἐγκλήματα, ἀθεότητα, Θυέστεια δεῖπνα, Oἰδιποδείους μίξεις. ἀλλὰ εἰ μὲν ἀληθῆ ταῦτα, μηδενὸς γένους φείσησθε, ἐπεξέλθετε δὲ τοῖ

 Ὅτι μὲν οὖν οὐκ ἐσμὲν ἄθεοι (πρὸς ἓν ἕκαστον ἀπαντήσω τῶν ἐγκλημάτων), μὴ καὶ γελοῖον ᾖ τοὺς λέγοντας [μὴ] ἐλέγχειν. ∆ιαγόρᾳ μὲν γὰρ εἰκότως ἀθεότητα

 Καὶ ποιηταὶ μὲν καὶ φιλόσοφοι οὐκ ἔδοξαν ἄθεοι, ἐπιστήσαντες περὶ θεοῦ. ὁ μὲν Eὐριπίδης ἐπὶ μὲν τῶν κατὰ κοινὴν πρόληψιν ἀνεπιστημόνως ὀνομαζομένων θε

 Καὶ Φιλόλαος δὲ ὥσπερ ἐν φρουρᾷ πάντα ὑπὸ τοῦ θεοῦ περιει λῆφθαι λέγων, καὶ τὸ ἕνα εἶναι καὶ τὸ ἀνωτέρω τῆς ὕλης δεικνύει. Λῦσις δὲ καὶ Ὄψιμος ὁ μὲν ἀ

 Ὅταν οὖν τὸ μὲν εἶναι ἓν τὸ θεῖον ὡς ἐπὶ τὸ πλεῖστον, κἂν μὴ θέλωσι, τοῖς πᾶσι συμφωνῆται ἐπὶ τὰς ἀρχὰς τῶν ὅλων παραγινο μένοις, ἡμεῖς δὲ κρατύνωμεν

 Ὅτι τοίνυν εἷς ἐξ ἀρχῆς ὁ τοῦδε τοῦ παντὸς ποιητὴς θεός, οὑτωσὶ σκέψασθε, ἵν' ἔχητε καὶ τὸν λογισμὸν ἡμῶν τῆς πίστεως. εἰ δύο ἐξ ἀρχῆς ἢ πλείους ἦσαν

 Eἰ μὲν οὖν ταῖς τοιαύταις ἐννοίαις ἀπηρκούμεθα, ἀνθρωπικὸν ἄν τις εἶναι τὸν καθ' ἡμᾶς ἐνόμιζεν λόγον· ἐπεὶ δὲ αἱ φωναὶ τῶν προφητῶν πιστοῦσιν ἡμῶν τοὺ

 Τὸ μὲν οὖν ἄθεοι μὴ εἶναι, ἕνα τὸν ἀγένητον καὶ ἀίδιον καὶ ἀόρατον καὶ ἀπαθῆ καὶ ἀκατάληπτον καὶ ἀχώρητον, νῷ μόνῳ καὶ λόγῳ καταλαμβανόμενον, φωτὶ καὶ

 Eἰ δὲ ἀκριβῶς διέξειμι τὸν καθ' ἡμᾶς λόγον, μὴ θαυμάσητε· ἵνα γὰρ μὴ τῇ κοινῇ καὶ ἀλόγῳ συναποφέρησθε γνώμῃ, ἔχητε δὲ τἀληθὲς εἰδέναι, ἀκριβολογοῦμαι·

 Ἀρα τοίνυν, εἰ μὴ ἐφεστηκέναι θεὸν τῷ τῶν ἀνθρώπων γένει ἐνομίζομεν, οὕτως ἂν ἑαυτοὺς ἐξεκαθαίρομεν οὐκ ἔστιν εἰπεῖν, ἀλλ' ἐπεὶ πεπείσμεθα ὑφέξειν πα

 Ἐπεὶ δὲ οἱ πολλοὶ τῶν ἐπικαλούντων ἡμῖν τὴν ἀθεότητα οὐδ' ὄναρ τί ἐστι θεὸν ἐγνωκότες, ἀμαθεῖς καὶ ἀθεώρητοι ὄντες τοῦ φυσικοῦ καὶ τοῦ θεολογικοῦ λόγο

 Ὁ δὲ περὶ τοῦ μὴ προσιέναι καὶ τοὺς αὐτοὺς ταῖς πόλεσιν θεοὺς ἄγειν πάνυ αὐτοῖς εὐήθης λόγος· ἀλλ' οὐδὲ οἱ ἡμῖν ἐπικα λοῦντες ἀθεότητα, ἐπεὶ μὴ τοὺς α

 Ἀλλ' ἔστωσαν τοὺς αὐτοὺς ἄγοντες. τί οὖν ἐπεὶ οἱ πολλοὶ διακρῖναι οὐ δυνάμενοι, τί μὲν ὕλη, τί δὲ θεός, πόσον δὲ τὸ διὰ μέσου αὐτῶν, προσίασι τοῖς ἀπ

 Καλὸς μὲν γὰρ ὁ κόσμος καὶ τῷ μεγέθει περιέχων καὶ τῇ διαθέσει τῶν τε ἐν τῷ λοξῷ κύκλῳ καὶ τῶν περὶ τὴν ἄρκτον καὶ τῷ σχήματι σφαιρικῷ ὄντι· ἀλλ' οὐ τ

 [...] (ἀνάγκη δὲ ἀπολογούμενον ἀκριβεστέρους παρέχειν τοὺς λογισμοὺς καὶ περὶ τῶν ὀνομάτων, ὅτι νεώτερα, καὶ περὶ τῶν εἰκόνων, ὅτι χθὲς καὶ πρῴην γεγό

 Ἐπεὶ τοίνυν φασί τινες εἰκόνας μὲν εἶναι ταύτας, θεοὺς δὲ ἐφ' οἷς αἱ εἰκόνες, καὶ τὰς προσόδους ἃς ταύταις προσίασιν καὶ τὰς θυσίας ἐπ' ἐκείνους ἀναφέ

 Aὕτη ἀρχὴ γενέσεως περὶ τοὺς κατ' αὐτοὺς θεούς τε καὶ τῷ παντί. ἐκεῖνο τοίνυν ἕκαστον γὰρ τῶν τεθεολογημένων ὡς τὴν ἀρχήν ονειναι . εἰ γὰρ γεγόνασιν ο

 Eἰ μὲν οὖν μέχρι τοῦ φῆσαι γεγονέναι τοὺς θεοὺς καὶ ἐξ ὕδατος τὴν σύστασιν ἔχειν τὸ ἀπίθανον ἦν αὐτοῖς τῆς θεολογίας, ἐπιδεδειχὼς ὅτι οὐδὲν γενητὸν ὃ

 Καίτοι εἰ σαρκοειδεῖς μόνον ἔλεγον αὐτοὺς καὶ αἷμα ἔχειν καὶ σπέρμα καὶ πάθη ὀργῆς καὶ ἐπιθυμίας, καὶ τότε ἔδει λῆρον καὶ γέλωτα λόγους τούτους νομίζε

 Ἀλλὰ ταῦτα μὲν ἴσως πλάνη ποιητική, φυσικὸς δέ τις ἐπ' αὐτοῖς καὶ τοιοῦτος λόγος· “Ζεὺς ἀργής”, ὥς φησιν Ἐμπεδοκλῆς, “Ἥρη τε φερέσβιος ἠδ' Ἀϊδωνεύς Νῆ

 Eἴποιτε ἂν οὖν συνέσει πάντας ὑπερέχοντες· τίνι οὖν τῷ λόγῳ ἔνια τῶν εἰδώλων ἐνεργεῖ, εἰ μὴ εἰσὶν θεοί, ἐφ' οἷς ἱδρυόμεθα τὰ ἀγάλματα οὐ γὰρ εἰκὸς τὰ

 Τί δὲ δεῖ πρὸς ὑμᾶς πάντα λόγον κεκινηκότας ἢ ποιητῶν μνημονεύειν ἢ καὶ ἑτέρας δόξας ἐξετάζειν, τοσοῦτον εἰπεῖν ἔχοντι· εἰ καὶ μὴ ποιηταὶ καὶ φιλόσοφο

 οὗτοι τοίνυν οἱ ἄγγελοι οἱ ἐκπεσόντες τῶν οὐρανῶν, περὶ τὸν ἀέρα ἔχοντες καὶ τὴν γῆν, οὐκέτι εἰς τὰ ὑπερουράνια ὑπερκύψαι δυνάμενοι, καὶ αἱ τῶν γιγάντ

 Καὶ οἱ μὲν περὶ τὰ εἴδωλα αὐτοὺς ἕλκοντες οἱ δαίμονές εἰσιν οἱ προειρημένοι, οἱ προστετηκότες τῷ ἀπὸ τῶν ἱερείων αἵματι καὶ ταῦτα περιλιχμώμενοι· οἱ δ

 Τί οὖν πρῶτα μὲν αἱ τῆς ψυχῆς ἄλογοι καὶ ἰνδαλματώδεις περὶ τὰς δόξας κινήσεις ἄλλοτ' ἄλλα εἴδωλα τὰ μὲν ἀπὸ τῆς ὕλης ἕλκουσι, τὰ δὲ αὑταῖς ἀναπλάττο

 Ἀναγκαῖον δὲ ἴσως κατὰ τὰ προειρημένα περὶ τῶν ὀνομάτων ὀλίγα εἰπεῖν. Ἡρόδοτος μὲν οὖν καὶ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐν τῇ πρὸς τὴν μητέρα ἐπιστολῇ (ἑ

 Ἀλλὰ καὶ Ἑλλήνων οἱ περὶ ποίησιν καὶ ἱστορίαν σοφοὶ περὶ μὲν Ἡρακλέους σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ' οὐδὲ τράπεζαν τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ π

 εἰ γὰρ καὶ ὡς ἀπόπτυστοι καὶ θεοστυγεῖς δόξαν ἔσχον εἶναι θεοὶ καὶ ἡ θυγάτηρ τῆς ∆ερκετοῦς Σεμίραμις, λάγνος γυνὴ καὶ μιαι φόνος, ἔδοξε Συρία θεὸς καὶ

 Ἔτι δὲ καὶ τροφὰς καὶ μίξεις λογοποιοῦσιν ἀθέους καθ' ἡμῶν, ἵνα τε μισεῖν νομίζοιεν μετὰ λόγου καὶ οἰόμενοι τῷ δεδίτ τεσθαι ἢ τῆς ἐνστάσεως ἀπάξειν ἡμ

 Τοὺς μὲν οὖν θαυμαστὸν οὐδὲν λογοποιεῖν περὶ ἡμῶν ἃ περὶ τῶν σφετέρων λέγουσι θεῶν (καὶ [γὰρ] τὰ πάθη αὐτῶν δεικνύουσι μυστήρια· χρῆν δ' αὐτούς, εἰ δε

 Ἐλπίδα οὖν ζωῆς αἰωνίου ἔχοντες, τῶν ἐν τούτῳ τῷ βίῳ καταφρονοῦμεν μέχρι καὶ τῶν τῆς ψυχῆς ἡδέων, γυναῖκα μὲν ἕκαστος ἡμῶν ἣν ἠγάγετο κατὰ τοὺς ὑφ' ἡμ

 Ἀλλ' οἱ τοιοῦτοι (ὤ, τί ἂν εἴποιμι τὰ ἀπόρρητα ) ἀκούομεν τὰ τῆς παροιμίας “ἡ πόρνη τὴν σώφρονα”. οἱ γὰρ ἀγορὰν στήσαντες πορνείας καὶ καταγωγὰς ἀθέσμ

 Τίς ἂν οὖν εὖ φρονῶν εἴποι τοιούτους ὄντας ἡμᾶς ἀνδρο φόνους εἶναι οὐ γὰρ ἔστι πάσασθαι κρεῶν ἀνθρωπικῶν μὴ πρό τερον ἀποκτείνασί τινα. τὸ πρότερον ο

 Τίς ἂν οὖν ἀνάστασιν πεπιστευκὼς [ἐπὶ] σώμασιν ἀναστη σομένοις ἑαυτὸν παράσχοι τάφον οὐ γὰρ τῶν αὐτῶν καὶ ἀνα στήσεσθαι ἡμῶν πεπεῖσθαι τὰ σώματα καὶ

 ὑμεῖς δέ, ὦ πάντα ἐν πᾶσι φύσει καὶ παιδείᾳ χρηστοὶ καὶ μέτριοι καὶ φιλ άνθρωποι καὶ τῆς βασιλείας ἄξιοι, διαλελυμένῳ μὲν τὰ ἐγκλήματα ἐπιδεδειχότι δὲ

Chapter XIII.—Why the Christians Do Not Offer Sacrifices.

But, as most of those who charge us with atheism, and that because they have not even the dreamiest conception of what God is, and are doltish and utterly unacquainted with natural and divine things, and such as measure piety by the rule of sacrifices, charges us with not acknowledging the same gods as the cities, be pleased to attend to the following considerations, O emperors, on both points. And first, as to our not sacrificing: the Framer and Father of this universe does not need blood, nor the odour of burnt-offerings, nor the fragrance of flowers and incense,40    [Harmless as flowers and incense may be, the Fathers disown them in this way continually.] forasmuch as He is Himself perfect fragrance, needing nothing either within or without; but the noblest sacrifice41    [This brilliant condensation of the Benedicite (Song of the Three Children) affords Kaye occasion to observe that our author is silent as to the sacraments. p. 195.] to Him is for us to know who stretched out and vaulted the heavens, and fixed the earth in its place like a centre, who gathered the water into seas and divided the light from the darkness, who adorned the sky with stars and made the earth to bring forth seed of every kind, who made animals and fashioned man. When, holding God to be this Framer of all things, who preserves them in being and superintends them all by knowledge and administrative skill, we “lift up holy hands” to Him, what need has He further of a hecatomb?

“For they, when mortals have transgress’d or fail’d

To do aright, by sacrifice and pray’r,

Libations and burnt-offerings, may be soothed.”42    Hom., Il., ix. 499 sq., Lord Derby’s translation, which version the translator has for the most part used.

And what have I to do with holocausts, which God does not stand in need of?—though indeed it does behove us to offer a bloodless sacrifice and “the service of our reason.”43    Comp. Rom. xii. 1. [Mal. i.11. “A pure Mincha” (Lev. ii. 1) was the unbloody sacrifice of the Jews. This was to be the Christian oblation: hence to offering of Christ’s natural blood, as the Latins now teach, was unknown to Athenagoras.]

Ἐπεὶ δὲ οἱ πολλοὶ τῶν ἐπικαλούντων ἡμῖν τὴν ἀθεότητα οὐδ' ὄναρ τί ἐστι θεὸν ἐγνωκότες, ἀμαθεῖς καὶ ἀθεώρητοι ὄντες τοῦ φυσικοῦ καὶ τοῦ θεολογικοῦ λόγου, μετροῦντες τὴν εὐσέβειαν θυσιῶν νόμῳ, ἐπικαλοῦσιν τὸ μὴ καὶ τοὺς αὐτοὺς ταῖς πόλεσι θεοὺς ἄγειν, σκέψασθέ μοι, αὐτοκράτορες, ὧδε περὶ ἑκατέρων, καὶ πρῶτόν γε περὶ τοῦ μὴ θύειν. ὁ τοῦδε τοῦ παντὸς δημιουργὸς καὶ πατὴρ οὐ δεῖται αἵματος οὐδὲ κνίσης οὐδὲ τῆς ἀπὸ τῶν ἀνθῶν καὶ θυμια μάτων εὐωδίας, αὐτὸς ὢν ἡ τελεία εὐωδία, ἀνενδεὴς καὶ ἀπροσδεής· ἀλλὰ θυσία αὐτῷ μεγίστη, ἂν γινώσκωμεν τίς ἐξέτεινε καὶ συνε σφαίρωσεν τοὺς οὐρανοὺς καὶ τὴν γῆν κέντρου δίκην ἥδρασε, τίς συνήγαγεν τὸ ὕδωρ εἰς θαλάσσας καὶ διέκρινεν τὸ φῶς ἀπὸ τοῦ σκότους, τίς ἐκόσμησεν ἄστροις τὸν αἰθέρα καὶ ἐποίησεν πᾶν σπέρμα τὴν γῆν ἀναβάλλειν, τίς ἐποίησεν ζῷα καὶ ἄνθρωπον ἔπλασεν. ὅταν [οὖν] ἔχοντες τὸν δημιουργὸν θεὸν συνέχοντα καὶ ἐποπτεύοντα ἐπιστήμῃ καὶ τέχνῃ καθ' ἣν ἄγει τὰ πάντα, ἐπαίρωμεν ὁσίους χεῖρας αὐτῷ, ποίας ἔτι χρείαν ἑκατόμβης ἔχει; καὶ τοὺς μὲν θυσίῃσι καὶ εὐχωλῇς ἀγανῇσι λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ' ἄνθρωποι, λισσόμενοι, ὅτε κέν τις ὑπερβαίῃ καὶ ἁμάρτῃ. τί δέ μοι ὁλοκαυτώσεων, ὧν μὴ δεῖται ὁ θεός; καὶ προσφέρειν, δέον ἀναίμακτον θυσίαν τὴν λογικὴν προσάγειν λατρείαν;