AΘHΝAΓOΡOΥ AΘHΝAIOΥ ΦIΛOΣOΦOΥ ΧΡIΣΤIAΝOΥ ΠΡEΣΒEIA ΠEΡI ΧΡIΣΤIAΝΩΝ Aὐτοκράτορσιν Μάρκῳ Aὐρηλίῳ Ἀντωνίνῳ καὶ Λουκίῳ Aὐρηλίῳ Κομόδῳ Ἀρμενιακοῖς Σαρματικο

 Ἡ ὑμετέρα, μεγάλοι βασιλέων, οἰκουμένη ἄλλος ἄλλοις ἔθεσι χρῶνται καὶ νόμοις, καὶ οὐδεὶς αὐτῶν νόμῳ καὶ φόβῳ δίκης, κἂν γελοῖα ᾖ, μὴ στέργειν τὰ πάτρι

 Καὶ εἰ μέν τις ἡμᾶς ἐλέγχειν ἔχει ἢ μικρὸν ἢ μεῖζον ἀδικοῦντας, κολάζεσθαι οὐ παραιτούμεθα, ἀλλὰ καὶ ἥτις πικροτάτη καὶ ἀνηλεὴς τιμωρία, ὑπέχειν ἀξιοῦ

 Τρία ἐπιφημίζουσιν ἡμῖν ἐγκλήματα, ἀθεότητα, Θυέστεια δεῖπνα, Oἰδιποδείους μίξεις. ἀλλὰ εἰ μὲν ἀληθῆ ταῦτα, μηδενὸς γένους φείσησθε, ἐπεξέλθετε δὲ τοῖ

 Ὅτι μὲν οὖν οὐκ ἐσμὲν ἄθεοι (πρὸς ἓν ἕκαστον ἀπαντήσω τῶν ἐγκλημάτων), μὴ καὶ γελοῖον ᾖ τοὺς λέγοντας [μὴ] ἐλέγχειν. ∆ιαγόρᾳ μὲν γὰρ εἰκότως ἀθεότητα

 Καὶ ποιηταὶ μὲν καὶ φιλόσοφοι οὐκ ἔδοξαν ἄθεοι, ἐπιστήσαντες περὶ θεοῦ. ὁ μὲν Eὐριπίδης ἐπὶ μὲν τῶν κατὰ κοινὴν πρόληψιν ἀνεπιστημόνως ὀνομαζομένων θε

 Καὶ Φιλόλαος δὲ ὥσπερ ἐν φρουρᾷ πάντα ὑπὸ τοῦ θεοῦ περιει λῆφθαι λέγων, καὶ τὸ ἕνα εἶναι καὶ τὸ ἀνωτέρω τῆς ὕλης δεικνύει. Λῦσις δὲ καὶ Ὄψιμος ὁ μὲν ἀ

 Ὅταν οὖν τὸ μὲν εἶναι ἓν τὸ θεῖον ὡς ἐπὶ τὸ πλεῖστον, κἂν μὴ θέλωσι, τοῖς πᾶσι συμφωνῆται ἐπὶ τὰς ἀρχὰς τῶν ὅλων παραγινο μένοις, ἡμεῖς δὲ κρατύνωμεν

 Ὅτι τοίνυν εἷς ἐξ ἀρχῆς ὁ τοῦδε τοῦ παντὸς ποιητὴς θεός, οὑτωσὶ σκέψασθε, ἵν' ἔχητε καὶ τὸν λογισμὸν ἡμῶν τῆς πίστεως. εἰ δύο ἐξ ἀρχῆς ἢ πλείους ἦσαν

 Eἰ μὲν οὖν ταῖς τοιαύταις ἐννοίαις ἀπηρκούμεθα, ἀνθρωπικὸν ἄν τις εἶναι τὸν καθ' ἡμᾶς ἐνόμιζεν λόγον· ἐπεὶ δὲ αἱ φωναὶ τῶν προφητῶν πιστοῦσιν ἡμῶν τοὺ

 Τὸ μὲν οὖν ἄθεοι μὴ εἶναι, ἕνα τὸν ἀγένητον καὶ ἀίδιον καὶ ἀόρατον καὶ ἀπαθῆ καὶ ἀκατάληπτον καὶ ἀχώρητον, νῷ μόνῳ καὶ λόγῳ καταλαμβανόμενον, φωτὶ καὶ

 Eἰ δὲ ἀκριβῶς διέξειμι τὸν καθ' ἡμᾶς λόγον, μὴ θαυμάσητε· ἵνα γὰρ μὴ τῇ κοινῇ καὶ ἀλόγῳ συναποφέρησθε γνώμῃ, ἔχητε δὲ τἀληθὲς εἰδέναι, ἀκριβολογοῦμαι·

 Ἀρα τοίνυν, εἰ μὴ ἐφεστηκέναι θεὸν τῷ τῶν ἀνθρώπων γένει ἐνομίζομεν, οὕτως ἂν ἑαυτοὺς ἐξεκαθαίρομεν οὐκ ἔστιν εἰπεῖν, ἀλλ' ἐπεὶ πεπείσμεθα ὑφέξειν πα

 Ἐπεὶ δὲ οἱ πολλοὶ τῶν ἐπικαλούντων ἡμῖν τὴν ἀθεότητα οὐδ' ὄναρ τί ἐστι θεὸν ἐγνωκότες, ἀμαθεῖς καὶ ἀθεώρητοι ὄντες τοῦ φυσικοῦ καὶ τοῦ θεολογικοῦ λόγο

 Ὁ δὲ περὶ τοῦ μὴ προσιέναι καὶ τοὺς αὐτοὺς ταῖς πόλεσιν θεοὺς ἄγειν πάνυ αὐτοῖς εὐήθης λόγος· ἀλλ' οὐδὲ οἱ ἡμῖν ἐπικα λοῦντες ἀθεότητα, ἐπεὶ μὴ τοὺς α

 Ἀλλ' ἔστωσαν τοὺς αὐτοὺς ἄγοντες. τί οὖν ἐπεὶ οἱ πολλοὶ διακρῖναι οὐ δυνάμενοι, τί μὲν ὕλη, τί δὲ θεός, πόσον δὲ τὸ διὰ μέσου αὐτῶν, προσίασι τοῖς ἀπ

 Καλὸς μὲν γὰρ ὁ κόσμος καὶ τῷ μεγέθει περιέχων καὶ τῇ διαθέσει τῶν τε ἐν τῷ λοξῷ κύκλῳ καὶ τῶν περὶ τὴν ἄρκτον καὶ τῷ σχήματι σφαιρικῷ ὄντι· ἀλλ' οὐ τ

 [...] (ἀνάγκη δὲ ἀπολογούμενον ἀκριβεστέρους παρέχειν τοὺς λογισμοὺς καὶ περὶ τῶν ὀνομάτων, ὅτι νεώτερα, καὶ περὶ τῶν εἰκόνων, ὅτι χθὲς καὶ πρῴην γεγό

 Ἐπεὶ τοίνυν φασί τινες εἰκόνας μὲν εἶναι ταύτας, θεοὺς δὲ ἐφ' οἷς αἱ εἰκόνες, καὶ τὰς προσόδους ἃς ταύταις προσίασιν καὶ τὰς θυσίας ἐπ' ἐκείνους ἀναφέ

 Aὕτη ἀρχὴ γενέσεως περὶ τοὺς κατ' αὐτοὺς θεούς τε καὶ τῷ παντί. ἐκεῖνο τοίνυν ἕκαστον γὰρ τῶν τεθεολογημένων ὡς τὴν ἀρχήν ονειναι . εἰ γὰρ γεγόνασιν ο

 Eἰ μὲν οὖν μέχρι τοῦ φῆσαι γεγονέναι τοὺς θεοὺς καὶ ἐξ ὕδατος τὴν σύστασιν ἔχειν τὸ ἀπίθανον ἦν αὐτοῖς τῆς θεολογίας, ἐπιδεδειχὼς ὅτι οὐδὲν γενητὸν ὃ

 Καίτοι εἰ σαρκοειδεῖς μόνον ἔλεγον αὐτοὺς καὶ αἷμα ἔχειν καὶ σπέρμα καὶ πάθη ὀργῆς καὶ ἐπιθυμίας, καὶ τότε ἔδει λῆρον καὶ γέλωτα λόγους τούτους νομίζε

 Ἀλλὰ ταῦτα μὲν ἴσως πλάνη ποιητική, φυσικὸς δέ τις ἐπ' αὐτοῖς καὶ τοιοῦτος λόγος· “Ζεὺς ἀργής”, ὥς φησιν Ἐμπεδοκλῆς, “Ἥρη τε φερέσβιος ἠδ' Ἀϊδωνεύς Νῆ

 Eἴποιτε ἂν οὖν συνέσει πάντας ὑπερέχοντες· τίνι οὖν τῷ λόγῳ ἔνια τῶν εἰδώλων ἐνεργεῖ, εἰ μὴ εἰσὶν θεοί, ἐφ' οἷς ἱδρυόμεθα τὰ ἀγάλματα οὐ γὰρ εἰκὸς τὰ

 Τί δὲ δεῖ πρὸς ὑμᾶς πάντα λόγον κεκινηκότας ἢ ποιητῶν μνημονεύειν ἢ καὶ ἑτέρας δόξας ἐξετάζειν, τοσοῦτον εἰπεῖν ἔχοντι· εἰ καὶ μὴ ποιηταὶ καὶ φιλόσοφο

 οὗτοι τοίνυν οἱ ἄγγελοι οἱ ἐκπεσόντες τῶν οὐρανῶν, περὶ τὸν ἀέρα ἔχοντες καὶ τὴν γῆν, οὐκέτι εἰς τὰ ὑπερουράνια ὑπερκύψαι δυνάμενοι, καὶ αἱ τῶν γιγάντ

 Καὶ οἱ μὲν περὶ τὰ εἴδωλα αὐτοὺς ἕλκοντες οἱ δαίμονές εἰσιν οἱ προειρημένοι, οἱ προστετηκότες τῷ ἀπὸ τῶν ἱερείων αἵματι καὶ ταῦτα περιλιχμώμενοι· οἱ δ

 Τί οὖν πρῶτα μὲν αἱ τῆς ψυχῆς ἄλογοι καὶ ἰνδαλματώδεις περὶ τὰς δόξας κινήσεις ἄλλοτ' ἄλλα εἴδωλα τὰ μὲν ἀπὸ τῆς ὕλης ἕλκουσι, τὰ δὲ αὑταῖς ἀναπλάττο

 Ἀναγκαῖον δὲ ἴσως κατὰ τὰ προειρημένα περὶ τῶν ὀνομάτων ὀλίγα εἰπεῖν. Ἡρόδοτος μὲν οὖν καὶ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐν τῇ πρὸς τὴν μητέρα ἐπιστολῇ (ἑ

 Ἀλλὰ καὶ Ἑλλήνων οἱ περὶ ποίησιν καὶ ἱστορίαν σοφοὶ περὶ μὲν Ἡρακλέους σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ' οὐδὲ τράπεζαν τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ π

 εἰ γὰρ καὶ ὡς ἀπόπτυστοι καὶ θεοστυγεῖς δόξαν ἔσχον εἶναι θεοὶ καὶ ἡ θυγάτηρ τῆς ∆ερκετοῦς Σεμίραμις, λάγνος γυνὴ καὶ μιαι φόνος, ἔδοξε Συρία θεὸς καὶ

 Ἔτι δὲ καὶ τροφὰς καὶ μίξεις λογοποιοῦσιν ἀθέους καθ' ἡμῶν, ἵνα τε μισεῖν νομίζοιεν μετὰ λόγου καὶ οἰόμενοι τῷ δεδίτ τεσθαι ἢ τῆς ἐνστάσεως ἀπάξειν ἡμ

 Τοὺς μὲν οὖν θαυμαστὸν οὐδὲν λογοποιεῖν περὶ ἡμῶν ἃ περὶ τῶν σφετέρων λέγουσι θεῶν (καὶ [γὰρ] τὰ πάθη αὐτῶν δεικνύουσι μυστήρια· χρῆν δ' αὐτούς, εἰ δε

 Ἐλπίδα οὖν ζωῆς αἰωνίου ἔχοντες, τῶν ἐν τούτῳ τῷ βίῳ καταφρονοῦμεν μέχρι καὶ τῶν τῆς ψυχῆς ἡδέων, γυναῖκα μὲν ἕκαστος ἡμῶν ἣν ἠγάγετο κατὰ τοὺς ὑφ' ἡμ

 Ἀλλ' οἱ τοιοῦτοι (ὤ, τί ἂν εἴποιμι τὰ ἀπόρρητα ) ἀκούομεν τὰ τῆς παροιμίας “ἡ πόρνη τὴν σώφρονα”. οἱ γὰρ ἀγορὰν στήσαντες πορνείας καὶ καταγωγὰς ἀθέσμ

 Τίς ἂν οὖν εὖ φρονῶν εἴποι τοιούτους ὄντας ἡμᾶς ἀνδρο φόνους εἶναι οὐ γὰρ ἔστι πάσασθαι κρεῶν ἀνθρωπικῶν μὴ πρό τερον ἀποκτείνασί τινα. τὸ πρότερον ο

 Τίς ἂν οὖν ἀνάστασιν πεπιστευκὼς [ἐπὶ] σώμασιν ἀναστη σομένοις ἑαυτὸν παράσχοι τάφον οὐ γὰρ τῶν αὐτῶν καὶ ἀνα στήσεσθαι ἡμῶν πεπεῖσθαι τὰ σώματα καὶ

 ὑμεῖς δέ, ὦ πάντα ἐν πᾶσι φύσει καὶ παιδείᾳ χρηστοὶ καὶ μέτριοι καὶ φιλ άνθρωποι καὶ τῆς βασιλείας ἄξιοι, διαλελυμένῳ μὲν τὰ ἐγκλήματα ἐπιδεδειχότι δὲ

Chapter XII.—Consequent Absurdity of the Charge of Atheism.

Should we, then, unless we believed that a God presides over the human race, thus purge ourselves from evil? Most certainly not. But, because we are persuaded that we shall give an account of everything in the present life to God, who made us and the world, we adopt a temperate and benevolent and generally despised method of life, believing that we shall suffer no such great evil here, even should our lives be taken from us, compared with what we shall there receive for our meek and benevolent and moderate life from the great Judge. Plato indeed has said that Minos and Rhadamanthus will judge and punish the wicked; but we say that, even if a man be Minos or Rhadamanthus himself, or their father, even he will not escape the judgment of God. Are, then, those who consider life to be comprised in this, “Let us eat and drink, for to-morrow we die,” and who regard death as a deep sleep and forgetfulness (“sleep and death, twin brothers”38    Hom., Il., xvi. 672.), to be accounted pious; while men who reckon the present life of very small worth indeed, and who are conducted to the future life by this one thing alone, that they know God and His Logos, what is the oneness of the Son with the Father, what the communion of the Father with the Son, what is the Spirit, what is the unity of these three, the Spirit, the Son, the Father, and their distinction in unity; and who know that the life for which we look is far better than can be described in words, provided we arrive at it pure from all wrong-doing; who, moreover, carry our benevolence to such an extent, that we not only love our friends (“for if ye love them,” He says, “that love you, and lend to them that lend to you, what reward will ye have?”39    Luke vi. 32, 34; Matt. v. 46.),—shall we, I say, when such is our character, and when we live such a life as this, that we may escape condemnation at last, not be accounted pious? These, however, are only small matters taken from great, and a few things from many, that we may not further trespass on your patience; for those who test honey and whey, judge by a small quantity whether the whole is good.

Ἀρα τοίνυν, εἰ μὴ ἐφεστηκέναι θεὸν τῷ τῶν ἀνθρώπων γένει ἐνομίζομεν, οὕτως ἂν ἑαυτοὺς ἐξεκαθαίρομεν; οὐκ ἔστιν εἰπεῖν, ἀλλ' ἐπεὶ πεπείσμεθα ὑφέξειν παντὸς τοῦ ἐνταῦθα βίου λόγον τῷ πεποιηκότι καὶ ἡμᾶς καὶ τὸν κόσμον θεῷ, τὸν μέτριον καὶ φιλ άνθρωπον καὶ εὐκαταφρόνητον βίον αἱρούμεθα, οὐδὲν τηλικοῦτον πείσεσθαι κακὸν ἐνταῦθα νομίζοντες κἂν τῆς ψυχῆς ἡμᾶς ἀφαι ρῶνταί τινες, ὧν ἐκεῖ κομιούμεθα τοῦ πράου καὶ φιλανθρώπου καὶ ἐπιεικοῦς βίου παρὰ τοῦ μεγάλου δικαστοῦ. Πλάτων μὲν οὖν Μίνω καὶ Ῥαδάμανθυν δικάσειν καὶ κολάσειν τοὺς πονηροὺς ἔφη, ἡμεῖς δὲ κἂν Μίνως τις κἂν Ῥαδάμανθυς ᾖ κἂν ὁ τούτων πατήρ, οὐδὲ τοῦτόν φαμεν διαφεύξεσθαι τὴν κρίσιν τοῦ θεοῦ. εἶθ' οἱ μὲν τὸν βίον τοῦτον νομίζοντες “φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν” καὶ τὸν θάνατον βαθὺν ὕπνον καὶ λήθην τιθέμενοι “ὕπνος καὶ θάνατος διδυμάονε” πιστεύονται θεοσεβεῖν· ἄνθρωποι δὲ τὸν μὲν ἐνταῦθα ὀλίγου καὶ μικροῦ τινος ἄξιον βίον λελογισμένοι, ὑπὸ μόνου δὲ παραπεμπόμενοι τοῦ τὸν ὄντως θεὸν καὶ τὸν παρ' αὐτοῦ λόγον εἰδέναι, τίς ἡ τοῦ παιδὸς πρὸς τὸν πατέρα ἑνότης, τίς ἡ τοῦ πατρὸς πρὸς τὸν υἱὸν κοινωνία, τί τὸ πνεῦμα, τίς ἡ τῶν τοσούτων ἕνωσις καὶ διαίρεσις ἑνουμένων, τοῦ πνεύματος, τοῦ παιδός, τοῦ πατρός, πολὺ δὲ καὶ κρείττον' ἢ εἰπεῖν λόγῳ τὸν ἐκ δεχόμενον βίον εἰδότες, ἐὰν καθαροὶ ὄντες ἀπὸ παντὸς παρα πεμφθῶμεν ἀδικήματος, μέχρι τοσούτου δὲ φιλανθρωπότατοι ὥστε μὴ μόνον στέργειν τοὺς φίλους (“ἐὰν γὰρ ἀγαπᾶτε”, φησί, “τοὺς ἀγαπῶντας καὶ δανείζητε τοῖς δανείζουσιν ὑμῖν, τίνα μισθὸν ἕξετε;”), τοιοῦτοι δὲ ἡμεῖς ὄντες καὶ τὸν τοιοῦτον βιοῦντες βίον ἵνα κριθῆναι διαφύγωμεν, ἀπιστούμεθα θεοσεβεῖν; Ταῦτα μὲν οὖν μικρὰ ἀπὸ μεγάλων καὶ ὀλίγα ἀπὸ πολλῶν, ἵνα μὴ ἐπὶ πλεῖον ὑμῖν ἐνοχλοίημεν· καὶ γὰρ τὸ μέλι καὶ τὸν ὀρὸν δοκι μάζοντες μικρῷ μέρει τοῦ παντὸς τὸ πᾶν εἰ καλὸν δοκιμάζουσιν.